De quibusdam interrogationibus
- Edition reference
- De quibusdam interrogationibus, ed. Phrantzolas, op. cit., vol. 3, 359–362.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg044.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
14
φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν, φιλοῦσι δὲ τὴν
15
πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
16
καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί. Ἐσόμεθα τοιγαροῦν ταπεινοὶ ἐν
17
λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ὅπως εὕρωμεν χάριν παρὰ Κυρίου· καθότι
18
εὐδοκεῖ Κύριος ἐν τῇ ταπεινώσει.
19
Οἶδα ἀδελφὸν ἐν Κυρίῳ· καὶ ἦν οὗτος ἡσυχάζων ἐν τόπῳ τινὶ ἐν ὑπο-
20
ταγῇ μεγάλῃ· καὶ συνέβη ἐν τῷ τόπῳ ἐκείνῳ ἀδελφὸν ὀχληθῆναι ὑπὸ πονηρ-
21
ροτάτου δαίμονος· καὶ οὗτος ἐπονομάζειν ἐκεῖνον ἤρξατο, ἀποβοᾶν καὶ λέ-
22
γειν. Καὶ ἦν ἐν τῇ συνάξει φυλαττόμενος ὑπὸ νεωτέρων· ἐκεῖνος δὲ ἦν περὶ
23
οὗ ἔκραξε τὸ δαιμόνιον ἐν τῷ κελλίῳ αὐτοῦ ἡσυχάζων. Ὡς δὲ ἐθεάσατο ὁ
24
προεστὼς τὴν πολλὴν τοῦ δαίμονος σφυγμήν, ἀποστείλας ἐκάλεσε τὸν ἀδελ-
25
φὸν ἐκεῖνον, ὅπως προσκαρτερήσῃ τῷ πάσχοντι· καὶ παραγενόμενος εὑρί-
26
σκει τὸν πάσχοντα ἔνδοσιν λαβόντα μικράν. Καὶ ὡς ἦν ὁμιλῶν αὐτῷ, ἄφνω
27
κυριευθεὶς ὑπὸ τοῦ ἀκαθάρτου ἤρξατο ἀποβοᾶν καὶ λέγειν· σὺ πάλιν ὧδε
28
κακῶς ἥκεις κακὴν ὁδόν· κακά σου τὰ ἀπαντήματα· κακὰ εἴπῃς, κακὰ
29
ἀκούσεις· καὶ τὸ πρῶτόν με σὺ ἐξέβαλας καὶ ἔδησάς με ἐν τῇ ταπεινώσει
30
σου. Καὶ πάλιν ἔφη πρὸς αὐτὸν ὁ δαίμων· μὴ ἐπαίρου, καλὲ ὁ δεῖνα, μὴ
31
ἐπαίρου· ἔμελλες γὰρ καὶ σὺ ἐπισκεπῆναι, εἰ μὴ διὰ τὴν ταπείνωσίν σου
32
σκεπάζῃ· αὕτη γάρ ἐστιν ἡ καὶ νῦν ἐκθλίβουσά με καὶ πολεμοῦσα.
33
Καὶ εἰ ἄρα καὶ αὐτοὶ οἱ δαίμονες καὶ ἄκοντες ὁμολογοῦσι μὴ δύνασθαι
34
πρὸς τὴν ταπείνωσιν, ἀλλὰ δεδιέναι ταύτην καὶ φρίττειν, τί ἡμεῖς καταμε-
35
λοῦμεν τῆς τοιαύτης ἀξίας; Καὶ γὰρ σημεῖον ἀπαστράπτει πνευματικόν, ἣν
36
ὑπερήφανοι δαίμονες φέρειν οὐ δύνανται. Τοῦ Κυρίου εἰπόντος, μάθετε ἀπ'
37
ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
38
ψυχαῖς ὑμῶν, ἡμεῖς εἴπωμεν πρὸς αὐτόν, σοὶ χάρις, Κύριε, τῷ παμβασιλεῖ
39
καὶ Θεῷ, ὅτι γέγονας ἡμῖν ὁδὸς σωτηρίας· σύ, Κύριε, καὶ τοὺς δαίμονας
40
χαλινοῖς, καὶ ἐξαίρεις ἀπὸ παντὸς κακοῦ τοὺς ἐλπίζοντας ἐπὶ σέ.
41
Περὶ δὲ ἐμοῦ μὴ διαλείπητε εὐχόμενοι, ὅπως εὕροιμι ἔλεος παρὰ Κυ-
42
ρίου, ὅταν καταλάβῃ με ἡ συνοχὴ ἐκείνη καὶ ὁ τοῦ θανάτου πνιγμός· καὶ μὴ
43
αἰσχυνθείην, ὅταν ἀποκαλύπτῃ Κύριος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῖ
44
τὰς βουλὰς τῶν καρδιῶν. Οὐαὶ τῷ ἠσχυμμένῳ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὁ δὲ δεσπό-
45
της Θεὸς καὶ παντοκράτωρ, ὁ ἐτάζων πᾶν ῥῆμα, καὶ ὑμᾶς καὶ ἡμᾶς οἰκτει-
46
ρήσει κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ· καὶ ἑκάστου ἡμῶν τὸ ὄνομα
47
ἔγγραπτον ποιήσει ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς
48
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Παραίνεσις περὶ ὑπομονῆςκαὶ κατανύξεως ψυχῆς} Ἀγαπητοί, γενώμεθα ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέωςἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν κόσμῳ ὑπήρχομεν, ὅτε ἐν βιωτι-κοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας θλίψειςὑφιστάμεθα. Ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, θερμῶςτοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καθ' ἡμῶν ἐγείρονται καὶ θλίψεις ὑπὸτοῦ Πονηροῦ. Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν; Φθονοῦντος γὰρἡμῖν τοῦ Πονηροῦ, καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, εἰςχαύνωσιν καὶ ὀλιγωρίαν ἄγει, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. Ὅσον τοίνυν καθ' ἡμῶν ὁ Πονηρὸς ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν
5
ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ γενναῖοι καὶ πρόθυμοι, ἑτοίμως ἔχοντες μέχρι θανά-
του ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αἱ μεθοδεῖαι αὐτοῦ λύον-ται· ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς ἡμῖνθλιβομένοις καὶ ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους κα-ταισχύνει, ἡμῶν τὰ νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν τοῦ Κυ-ρίου, κομιζομένων. Γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδίδοντες, μηδὲ ἐν τύπῳχαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐνἑαυτοῖς τι δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομο-νῆς. Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσεν, μαστιζό-μενος, ὀνειδιζόμενος, ἐμβριμούμενος, ἐμπτυόμενος, λιθαζόμενος, ἔσχατονκαὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τιμωρούμενος· καὶ πάντα ὑπήνεγκεδιὰ τὴν ἡμῶν σωτηρίαν, ὑπολιμπάνων ἡμῖν ὑπόγραμμα ζωῆς, ἵνα, δι' ἧςὁδοῦ θλίψεως καὶ πειρασμῶν καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷδιοδεύσωσιν οἱ ἐν ἀληθείᾳ εἰς αὐτὸν πιστεύσαντες καὶ συγκληρονόμοι αὐτοῦγενέσθαι βουλόμενοι· ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ ἀπο-
20
θανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ
τῆς σαρκός, καταργήσας καὶ ἀπεκδυσάμενος τὰς ἀντικειμένας δυνάμεις, κα-θὼς εἴρηται, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ ἐδειγμάτισε,θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν αὐτοῦ ἐπανάστασιν καὶθλῖψιν ὑπὸ τοῦ Πονηροῦ ἐμποιουμένην γενναίως καὶ προθύμως καὶ ἕως θα-νάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πί-
26
στεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑ-
27
ρεθέντες ἐντεῦθεν, τῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ
Ἁγίου Πνεύματος πληρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γε-νώμεθα. Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰπαθῶν καὶ θανάτου γίνεται. Πάσχοντες οὖν καὶ θανατούμενοι διὰ τὸν Κύ-ριον προθύμως, νικήσομεν πᾶσαν τῶν ἀντικειμένων τὴν δύναμιν καὶ πᾶσανθλῖψιν, καὶ πειρασμοὺς μὴ ἐπιπόνους ἡγώμεθα, ἀλλ' εὐκαίρως ὑπομένωμεν
31
πᾶσαν τὴν τοῦ Πονηροῦ ἐπανάστασιν, τὸν τοῦ Κυρίου θάνατον ἐπιθυμίᾳ
πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ'ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, ἀκολουθῶμεν αὐτῷ ὀπίσω·καὶ οὕτως εὐκαίρως ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν.Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν, καὶ πρὸ ὀφθαλ-μῶν ἔχοντες πάντοτε ἐπιποθοῦμεν, πολλῷ μᾶλλον καὶ θλίψεις βαρείας εὐ-καίρως καὶ ἀκαίρως μετὰ χαρᾶς πάντως ὑπομενοῦμεν. Διὰ τοῦτο γὰρ βα-ρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν
39
τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν ἔχομεν οὐδαμῶς, καὶ ἐν αὐτῷ πάντοτε
ἡ διάνοια οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὸ αὐ-τοῦ πάθος ἀκωλύτως ἐπιθυμητὸν ἡγήσεται· ὥστε οἱ Χριστὸν ἀγαπῶντες, ἐντούτῳ φαίνονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προ-θύμως ὑπομείνωσι διὰ τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν οὖν τὸνΚύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμωςἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χα-
45
ρίσεται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν· ἵνα δόκιμοι καὶ ἄξιοι εὑ-
ρεθέντες, σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν· ᾧ
48
ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Νουθεσία, ἤγουν κατήχησις πρὸς μοναχούς} Δεῦτε, ἀγαπητοί μου, δεῦτε, πατέρες καὶ ἀδελφοί μου, ποίμνιον ἐκλε-κτὸν τοῦ Σωτῆρος, πραγματευσώμεθα ἕως στήκει ἡ πανήγυρις. Πληρώσατετοὺς ὀφθαλμοὺς ὑμῶν δακρύων, καὶ εὐθέως τῆς καρδίας ὑμῶν οἱ ὀφθαλμοὶἀνοίγονται. Λαλήσατε λόγους ζωῆς, καὶ παραχρῆμα κατανύγεται ὑμῶν ἡ