The Greek Library Catalogue

Anonymous

In aduentum domini (sermo i)

Edition reference
In aduentum domini (sermo i), ed. Phrantzolas, op. cit., vol. 4, 180–184.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg055.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

181

αἱ γυναῖκες παρὰ τοῦ λαοῦ, ἀλλὰ θύειν ἠνάγκαζον πάντας τοὺς προσερχομέ-

νους. Ἵστησί τε τοῖς ἄρχουσι τῶν ἀρχόντων θυγατέρας, ὁμοίως δὲ καὶ πλουσί-

οις θυγατέρας τῶν πλουσίων, τὰς δὲ πλείστας τῶν γυναικῶν λεπτῷ δήμῳ παν-

τὶ λαῷ, βουλόμενος πάντας ἅπαξ ἀγρεῦσαι εἰς θάνατον, ὅπως μηδὲ ὁ πλούσιος

182

βδελύσσεται τὴν πενιχράν, μηδὲ ὁ ἄρχων τὴν τυχοῦσαν θυγατέρα ἐλευθέρου.

Εἶδες δρᾶμα ἀδικίας, πονηρὸν ἐπιτήδευμα; Πῶς ἅπασιν ἐξώρυξε τοὺς βο-

θύνους εἰς θάνατον; Εἶδε ποτέ τις ἐξ ὑμῶν τοιοῦτον ἔργον ἀναιδές; Τὴν πορνεί-

αν κατέχουσαν τὴν μάχαιραν τὴν δίστομον; Δυσὶ γὰρ θανάτοις δεινοῖς ἀνήλι-

σκον αἱ γυναῖκες τοὺς πρὸς αὐτὰς εἰσιόντας, τοῦ θῦσαί τε καὶ πορνεῦσαι. Τοῦ-

τον δὲ αὐτὸν τὸν τρόπον ἐσκεύασεν ὁ τύραννος, ἵνα πάντες τὴν τοῦ θηρίου σφρα-

γῖδα βαστάζουσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα ἐν σημείοις ἐν τῷ καιρῷ

τῷ ἰδίῳ, εἰς τὸ πλήρωμα τῶν καιρῶν, καὶ εἶθ' οὕτως ἀγοράσαι τὰ βρώματα

καὶ πᾶν εἶδος· καὶ δημάρχους δὲ ἵστησιν ἐπιτελεῖν τὸ πρόσταγμα.

Προσέχετε, ἀδελφοί, ὑπερβολὴν τοῦ θηρίου, τεχνάσματα πονηρίας, ὅτι

ἀπὸ γαστρὸς ἄρχεται· ἵνα ὅταν τις στενωθῇ βρωμάτων στερούμενος, ἀναγκα-

σθῇ τὴν σφραγῖδα τὴν ἐκείνου λαβεῖν αὐτός. Καὶ δίδωσι τὴν ἐκείνου σφραγῖδα ὁ

μιαρός, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἵνα μὴ δυσχεραίνωσιν,

ἀλλὰ δίδωσιν εἰς χεῖρα δεξιὰν τοῦ ἀνθρώπου, ὁμοίως καὶ ἐπὶ μέτωπον τὸν δυσ-

σεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ τὸ

183

σημεῖον Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι

παντελῶς τὸ φοβερὸν καὶ ἅγιον τοῦ Κυρίου ὄνομα, μήτε τὸν σταυρὸν τοῦ Σω-

τῆρος τὸν ἔνδοξον καὶ φοβερόν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρί-

ου, ἐὰν σφραγισθῇ, παραλύει αὐτοῦ πᾶσαν τὴν δύναμιν· χάριν γὰρ τούτου

σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γάρ ἐστιν ἡ σφραγίζουσα ἅπαντα τὰ

μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει λύχνον φω-

τός, τὸ σημεῖον τοῦ Σωτῆρος, ἐν τῷ ὕψει.

Λοιπὸν οὖν, ὦ ἀδελφοί μου, φρικτὸς ἀγὼν ἐν ἅπασι τοῖς φιλοχρίστοις

ἀνθρώποις, πιστοῖς οὖσι καὶ δυνατοῖς, ἵνα ἅπαξ μέχρις ὥρας τοῦ θανάτου μὴ

ἐνδῶσι, μήτε στῆναι χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν σφραγῖδα τὴν

ἑαυτοῦ ἀντὶ σταυροῦ τοῦ Σωτῆρος. Παντὶ γὰρ τρόπῳ τεχνάζει, ἵνα παντελῶς

τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος, μήτε ὅλως ὀνομασθῇ ἐν τοῖς καιροῖς τοῦ

Δράκοντος τὸ πανάγιον καὶ ἄχραντον ὄνομα. Φοβούμενος δὲ καὶ τρέμων ἐξ

ἁγίας δυνάμεως ὀνόματος τοῦ Σωτῆρος τοῦτο ποιεῖ ὁ ἀσθενής. Ἐὰν γάρ τις μὴ

σφραγίζηται τὴν σφραγῖδα τὴν ἐκείνου, οὐ γίνεται αἰχμάλωτος τῶν ἐκείνου

φαντασμάτων· οὐδ' αὖ πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τοῦ τοιούτου, ἀλλὰ φωτίζει

184

καρδίαν καὶ ἑλκύει πρὸς ἑαυτόν. Δεῖ δὲ ἡμᾶς νοεῖν, ἀδελφοί, μετὰ πάσης ἀκρι-

βείας τὰ τοῦ Ἐχθροῦ φαντάσματα, ἀλάστορος ὑπάρχοντος. Ἐν γαλήνῃ ὁ Κύρι-

ος ἔρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι' ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν

ἀκλινῆ πίστιν Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύνα-

μιν τοῦ Ἐχθροῦ. Λογισμὸν ἀμετάθετον καὶ εὐσεβῆ κτησώμεθα, καὶ ἀφίσταται ὁ

ἀσθενὴς ἀφ' ἡμῶν, μὴ ἰσχύων τί ποιῆσαι.

{Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (II)} Σύστημα ἁγίων, φιλόχριστοι καὶ πιστοί, ἐγὼ ἐλεεινός, ἐν δάκρυσι παρα-καλῶ καὶ παραινῶ, μὴ ἐσόμεθα ὅλως εὐάλωτοι τῷ Ἐχθρῷ, μᾶλλον δὲ δυσά-λωτοι τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ θύραις ἔφθασεν· θυρεὸντῆς πίστεως ἀναλάβωμεν πάντες. Ἀντλήσωμεν πόθῳ ἀπὸ τῆς θείας πηγῆς ἐλ-πίδας σωτηρίας ψυχῇ τῇ ἡμετέρᾳ· τὴν ἄκτιστόν φημι, ἀδελφοὶ ἀγαπητοί, Τρι-άδα ὁμοούσιον, οὖσαν πηγὴν βλύζουσαν ζωήν. Ἐὰν τετείχισται τοιούτοις ὅπλοιςἡ ἡμετέρα ψυχή, πεπάτηται ὁ Δράκων. Μεταξὺ πάντων τούτων δεῖ ἡμᾶς προσ-εύξασθαι μὴ ἐλθεῖν εἰς πειρασμόν, μηδὲ φυγεῖν χειμῶνος. Ἕτοιμοι οὖν γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ὄντες φιλοδέσποτοι, ἄλλονμὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης καὶ ἀλάστωρ καὶ ἀπηνὴς πρῶτος μέλλειἔρχεσθαι ἐν καιροῖς τοῖς ἰδίοις, βουλόμενος κλέψαι, θῦσαι καὶ ἀπολέσαι τὴνποίμνην τὴν ἐκλεκτὴν τοῦ ἀληθοῦς Ποιμένος, σχῆμα ἀναλαμβάνει τοῦ ἀληθοῦςΠοιμένος, ἵνα ἐξαπατήσῃ τὰ πρόβατα τῆς ποίμνης. Οἱ γνωρίζοντες σαφῶς τὴνφωνὴν τὴν ἁγίαν τοῦ ἀληθινοῦ Ποιμένος, αὐτίκα γνωρίζουσιν· ἡ γὰρ τοῦ ἀλά-στορος οὐ πάνυγε ἔοικε τῷ ἀληθινῷ Ποιμένι, καὶ ἐπιπληκτική ἐστι· σχήματοςγέμουσα ἡ τοῦ κλέπτου φωνή, καὶ εὐθὺς γνωρίζεται ὁποία ἐστὶν αὕτη. Διδαχθῶμεν, ὦ φίλοι, ποίῳ σχήματι ἐλεύσεται ἐπὶ γῆς ὁ ἀναίσχυντοςὌφις. Ἐπειδήπερ ὁ Σωτὴρ τοῦ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκπαρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρὸν ἐν ἁγίᾳ δυνάμειτῆς αὐτοῦ θεότητος, πρᾷος δὲ καὶ ταπεινὸς γέγονεν ἐπὶ τῆς γῆς, ἵνα ἡμᾶςὑψώσῃ ἀπὸ τῆς γῆς εἰς οὐρανόν· ὄντως γὰρ καὶ ἀληθῶς ὁ Θεὸς ὁ συλληφθείς,ὁ αὐτὸς ὁ σαρκωθείς, ὁ αὐτὸς 〈ὁ〉 γεννηθεὶς ἐκ Παρθένου ἁγίας ἐν σαρκὶ ἡμε-τέρᾳ, ἐν τῷ πάθει τοῦ σταυροῦ ἔσωσε τὰ σύμπαντα ἐντολὰς δεδωκώς. Μέλλωνδὲ πάλιν ἔρχεσθαι ἐσχάτῃ ἡμέρᾳ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδοῦναι ἅπασικατὰ τὴν πρᾶξιν αὐτῶν, δικαίοις καὶ ἀσεβέσιν, ὡς δίκαιος Δικαστής. Μαθὼντοῦτο ὁ Ἐχθρός, ὅτι πάλιν ἔρχεται ἐξ οὐρανοῦ ὁ Κύριος ἐν δόξῃ θεότητος, ἐλο-γίσατο οὕτως ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι πάντας.Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς ὡς ἀστραπὴ φοβερὰ ἐλεύσεται ἐπὶτῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται ἐπὶ τῆς γῆς, ἐν νεφέλαις φωτει-ναῖς· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ γυναικὸς μιαρᾶς τὸ ἐκείνουὄργανον, οὐκ αὐτὸς δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τούτου ἥξει ὁ παμμίαρος, ὡςκλέπτης, ψευδευλαβής, ἀπατῆσαι σύμπαντα· ταπεινὸς καὶ ἥσυχος, μισῶν, φη-σίν, ἀδίκων, ἀποστρέφων εἴδωλα, προτιμῶν εὐσέβειαν, ἀγαθός, φιλόπτωχος,εὐειδὴς ὑπερβολῇ, πάνυ εὐκατάστατος, ἱλαρὸς πρὸς ἅπαντας, τιμῶν μεθ' ὑπερ-βολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Με-ταξὺ τούτων πάντων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα ἐν ἐξουσίᾳ πολλῇ.Ἀρέσαι δὲ ἅπασι τεχνάζεται δολίως, ὅπως ἂν ἀγαπηθῇ ἐν τάχει ὑπὸ λαῶν.Δῶρα δὲ οὐ λήψεται, μετ' ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, ἀλλ' ἱλα-ρὸς ἀεί. Ἐν ἅπασι δὲ τούτοις σχήματι εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως οὗβασιλεύσει. Ὅταν γὰρ θεάσωνται λαοὶ πολλοὶ καὶ δῆμοι τηλικαύτας ἀρετάς,κάλλη τε καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷμεγίστῃ βασιλεύουσιν αὐτόν, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλι-κοῦτος ἄνθρωπος ἀγαθός, δίκαιος; Πλείονα δὲ ὁ δῆμος ὁ φονευτὴς τῶν Ἰου-δαίων τιμῶσι καὶ χαίρονται τῇ αὐτοῦ βασιλείᾳ· ὅθεν καὶ ὡς προτιμῶν τὸν τό-πον καὶ τὸν ναόν, δείκνυσι πᾶσιν αὐτοῖς πρόνοιαν ποιούμενος. Ἐν δὲ τῷ βασι-λεύειν τὸν Δράκοντα ἐπὶ γῆς, εὐπροθύμως οἱ λαοὶ σύμμαχοι γενήσονται. Ἐ-δὼμ πάλιν καὶ Μωάβ, ἔτι δὲ οἱ υἱοὶ Ἀμών, ὡς γνησίῳ βασιλεῖ προσκυνήσου-σιν ἐν χαρᾷ, καὶ αὐτοὶ ὑπέρμαχοι ἐν πρώτοις γενήσονται. Ἀνορθοῦται δὲ εὐθὺςἐκείνου ἡ βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑπὲρμέτρον ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δράκων τὴν αὐτοῦ πικρότητα, προβάλ-