In aduentum domini (sermo ii)
- Edition reference
- In aduentum domini (sermo ii), ed. Phrantzolas, op. cit., vol. 4, 185–191.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg056.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
188
λων ἐκ τῶν ἐν τῇ Σιὼν τὸ θανάσιμον. Ταράσσει οἰκουμένην καὶ κινεῖ τὰ πέρα-
τα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει πολλὰς ψυχάς. Οὐκέτι ὡς εὐλαβής, οὐκέτι
ὡς φιλόψυχος, οὐκέτι ἱλαρός, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργί-
189
λος καὶ θυμώδης, δεινός, ἀκατάστατος, φοβερὸς καὶ ἀηδής, μισητὸς καὶ βδελυ-
κτός, ἀνήμερος, πονηρός, ἀλάστωρ καὶ ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς
βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν βροτῶν τῇ οἰκείᾳ μανίᾳ· μεγαλύνων σημεῖα,
πληθύνων τὰ φόβητρα, ψεῦδος καὶ οὐκ ἀλήθειαν ταῦτα ἐνδεικνύμενος. Τοιούτῳ
δὲ τρόπῳ μεθιστᾷ ὁ τύραννος τὰ ὄρη, φαντάζει ψευδῶς καὶ οὐκ ἀληθείᾳ· τῶν
πληθῶν παρεστώτων, λαῶν πολλῶν καὶ δήμων, καὶ εὐφημούντων αὐτὸν διὰ
τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε καὶ σαλευθῆναι τὸν τόπον ἐν ᾧ οἱ
ὄχλοι αὐτῷ παραστήκουσι, καὶ λέγει παρρησίᾳ· γνῶτε, πάντες οἱ λαοί, τὴν με-
γάλην δύναμιν τῆς ἐμῆς ἐξουσίας. Ἰδοὺ δή, ἐνώπιον πάντων ὑμῶν κελεύω τῷ
ὄρει τούτῳ τῷ μεγάλῳ τῷ ὄντι ἀντίπερα, ὅπως ἂν μετασταθῇ ἐκπέραθεν θα-
λάσσης ῥήματι τῷ ἐμῷ ὧδε νῦν πρὸς ὑμᾶς. Καὶ φησὶν ὁ μιαρός· σοὶ κελεύω·
παραυτίκα μέτελθε ἐντεῦθεν τῆς θαλάσσης. Καὶ τρέχει μὲν τὸ ὄρος ἐν ὀφθαλ-
μοῖς θεατῶν, μὴ κινηθὲν παντελῶς τῶν αὐτοῦ θεμελίων· ἃ γὰρ ὁ Θεὸς ὁ Ὕψι-
στος ἀπ' ἀρχῆς τῆς κτίσεως ἥδρασε καὶ ὕψωσε, τούτων ὁ παμμίαρος ἐξουσίαν
οὐκ ἔχει, ἀλλὰ κόσμον ἀπατᾷ μαγικαῖς φαντασίαις. Πάλιν δὲ ἄλλῳ ὄρει κει-
190
μένῳ ἐν τῷ βάθει τῆς μεγάλης θαλάσσης νήσου πάνυ μεγίστης κελεύει τοῦ
ἀπελθεῖν καὶ ἐν ξηρᾷ ἱστάναι ἐν τερπνοῖς αἰγιαλοῖς εἰς τέρψιν τῶν θεατῶν· νή-
σου μὴ κινουμένης ἐκ τῆς θαλάσσης ὅλως, ὡς ὄρος ἐπὶ ξηρᾶς δῆθεν νῆσος γίνε-
ται. Πάλιν αὐτὸς ὁ Δράκων ὑφαπλώνει τὰς χεῖρας καὶ συνάγει τὸ πλῆθος ἑρ-
πετῶν καὶ πετεινῶν. Ὁμοίως δὲ ἐπιβαίνει ἐπάνω τῆς ἀβύσσου καὶ ὥσπερ ἐπὶ
ξηρᾷ περιπατεῖ ἐπ' αὐτῇ. Φαντάζει τὰ σύμπαντα, καὶ πολλοὶ πιστεύσουσι καὶ
δοξάσουσιν αὐτόν, ὥσπερ θεὸν ἰσχυρόν. Οἱ δὲ ἔχοντες τὸν Θεὸν ἐν ἑαυτοῖς, πε-
φωτίσονται αὐτῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας· ἀκριβῶς θεωροῦσι πίστει εἰλικρινεῖ
καὶ γινώσκουσιν αὐτόν.
Καὶ μετὰ ταῦτα ἐπιβαίνει ἐπὶ τὸ ὕδωρ τῆς θαλάσσης καὶ ὡς ἐπὶ ξηρᾶς·
οὕτως περιπατεῖ ἐπὶ τοῦ ὕδατος, καὶ οὕτως φαντάζει καὶ πλανᾷ τὸν κόσμον.
Καὶ πολλοὶ πιστεύσουσιν αὐτῷ καὶ δοξάσουσιν αὐτὸν ὡς θεὸν ἰσχυρόν. Ὅσοι δὲ
ἔχουσι τὸν φόβον τοῦ Θεοῦ ἐν ἑαυτοῖς καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτι-
σμένους, γινώσκουσιν ἀκριβῶς ὅτι οὔτε ὄρος ἐκινήθη ἀπὸ τοῦ ἰδίου τόπου, οὔτε
191
νῆσος μετῆλθεν ἀπὸ τῆς θαλάσσης ἐπὶ τῆς γῆς. Ταῦτα δὲ πάντα ἐν τῷ ἰδίῳ
ὀνόματι ἐπιτελεῖ ὁ Ἀντίχριστος· οὐ καταδέχεται γὰρ ὀνομάσαι τὸ ἄχραντον
ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ἐπειδὴ θεομάχος
ἐστὶν καὶ υἱὸς τῆς ἀπωλείας.
Τούτων οὕτως γινομένων καὶ τῶν λαῶν προσκυνούντων αὐτὸν καὶ αἰ-
νούντων ὡς θεόν, ἡμέραν ἐξ ἡμέρας ἀγανακτεῖ ὁ Ὕψιστος ἐν τοῖς οὐρανοῖς καὶ
ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, καὶ λοιπὸν γίνονται λιμοὶ χαλεποί,
λοιμοὶ ἐπιμένοντες, σεισμοὶ ἀκατάπαυστοι, πεῖνα πανταχοῦ, θλῖψις μεγάλη,
στενοχωρία πανταχοῦ, θάνατοι ἀκατάπαυστοι καὶ φόβος φοβερὸς καὶ τρόμος
ἀμύθητος. Τότε οἱ οὐρανοὶ οὐκέτι βρέχουσιν, ἡ γῆ οὐκέτι καρποφορεῖ, αἱ πηγαὶ
ἐκλείπουσιν, οἱ ποταμοὶ ξηραίνονται, βοτάνη οὐκέτι φύεται, χλόη οὐκέτι ἀνατε-
λεῖ, τὰ δένδρα ἀπὸ ῥιζῶν ψύχονται καὶ οὐκέτι βλαστάνουσιν. Οἱ ἰχθύες τῆς θα-
λάσσης καὶ τὰ κήτη ἐν αὐτῇ τελευτῶσι, καὶ οὕτως, φησίν, δυσωδίαν λυμινὴν
ἀναπέμπει ἡ θάλασσα καὶ ἦχον φοβερόν, ὥστε ἐκλείπειν καὶ ἀποθνῄσκειν τοὺς
ἀνθρώπους ἀπὸ τοῦ φόβου.
{Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (III)} Τότε θρηνεῖ δεινῶς ὁμοῦ πᾶσα ψυχὴ καὶ στενάζει, ὅταν πάντες θεάσωνταιθλῖψιν ἀπαραμύθητον τὴν περιέχουσαν αὐτοὺς νύκτωρ τε καὶ μεθ' ἡμέραν καὶοὐδαμοῦ εὑρίσκοντες ἐμπλησθῆναι τῶν βρωμάτων· δήμαρχοι γὰρ ἀπότομοισταθήσονται κατὰ τόπον· κἄν τις φέρει μεθ' ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου,ἀγοράζει βραχὺ βρῶμα ἐκείνων τῶν βρωμάτων τῶν τότε εὑρισκομένων. Ἐκ-λείπει γὰρ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν καὶ ἡ μήτηρὑπεράνω τοῦ παιδίου. Θνῄσκει ἀνὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς,καὶ οὐκ ἔστιν τότε ὁ θάπτων ἢ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησι-μαίων ῥιπτομένων ἐν πλατείαις δυσωδία πανταχόθεν θλίβει τοὺς ζῶντας ἰσχυ-ρῶς. Πρωῒ πάντες μετ' ὀδύνης καὶ στεναγμοῦ ὁμιλοῦσι· πότε ἑσπέρα γένηται,ἵνα ἀνέσεως τύχωμεν; Φθανούσης δὲ τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλ-λαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσῃ, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἡμεῖς ἐκ-φύγωμεν; Καὶ οὐκ ἔστι ποῦ ἐκφυγεῖν ἢ κρυβῆναι ἐκ θλίψεως· τετάρακται γὰρτὰ σύμπαντα, καὶ θάλασσα καὶ ξηρά. Καὶ διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγο-ρεῖτε, δεόμενοι κατὰ ὥραν τοῦ ἐκφυγεῖν ἐκ θλίψεως. Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς· λιμοί, σεισμοὶ ἐπὶ ξηρᾶς, λι-μοί, σεισμοὶ ἐν θαλάσσῃ, 〈σύγχυσις ἐν θαλάσσῃ〉 καὶ σύγχυσις ἐπὶ τῆς γῆς· φό-βητρα ἐπὶ τῆς θαλάσσης καὶ φόβητρα ἐπὶ τῆς γῆς. Χρυσὸς πολὺς καὶ ἄργυροςκαὶ σηρικὰ ἱμάτια οὐδέν τινα ὠφελήσει ἐν θλίψει τῇ μεγάλῃ, ἀλλὰ πάντες οἱἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν 〈τὴν〉 μεγά-λην θλῖψιν ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις,καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ὅτι πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖνκαὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ ἐστιν αὐτοῖς τοῦ ῥυσθῆναι ἐκ θλίψεως.Ἀλλ' ἔτι καὶ μετὰ λιμοῦ καὶ τῆς δίψης καὶ τοῦ φόβου θηρία [γὰρ] καὶ ἑρπετὰσαρκοφάγα εὑρίσκονται. Ἔνδον φόβος, ἔξω τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ.Ἐν πλατείαις θνησιμαῖοι. Ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴκλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος καὶ ἐν οἰκίαις θό-ρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντήσει· πατὴρ τέκνῳ, καὶ υἱ-ὸς πατρί, καὶ ἡ μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περιπλακέντες ἐκ-λείψουσι, καὶ ἀδελφοὶ τοῖς ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Μεμάρανταικαὶ τὸ κάλλος ὄψεως πάσης σαρκός· γίνονται γὰρ ὥσπερ νεκρῶν αἱ ἰδέαι τῶνἀνθρώπων. Ἐβδέλυκται καὶ μεμίσηται τὸ κάλλος τῶν γυναικῶν. Μεμάρανταιπάσης σαρκὸς ἐπιθυμία τῇ λείψει τῶν βρωμάτων. Ἅπαντες δὲ οἱ πεισθέντες τῷδεινοτάτῳ θηρίῳ καὶ λαβόντες τὴν σφραγῖδα τὴν ἐκείνου τοῦ μιαροῦ τὸν δυσ-σεβῆ χαρακτῆρα, προσέρχονται αὐτῷ ἅμα καὶ λέγουσι μετ' ὀδύνης· δὸς ἡμῖνφαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ λιμοῦ σφιγγόμενοι, καὶ ἀπέλα-σον ἀφ' ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ μὴ ἔχων ὁ μιαρὸς πόθεν αὐτοῖς διδόναι,ἐρεῖ αὐτοῖς πᾶσιν ἅμα ἐν πολλῇ ἀποτομίᾳ· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶπιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ πάλινοὐκ ἔδωκεν ὁλοσχερῶς γεννήματα. Ἀκούοντες αὐτὰ λαοὶ πενθήσουσι καὶ κλαύ-σουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ θλῖψιν ἔσταιαὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθύμως τῷ θηρίῳ ἐπίστευσαν. Ἐκεῖνος γὰρ εἰςὃν αὐτοὶ ἐπίστευσαν οὐκ ἰσχύει οὐδὲ αὑτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεήσει ἐνἐκείναις ταῖς ἡμέραις ἐκ θλίψεως τῆς μεγάλης; Τακήσονται ὑπασπισταὶ τοῦ