In aduentum domini (sermo iii)
- Edition reference
- In aduentum domini (sermo iii), ed. Phrantzolas, op. cit., vol. 4, 192–199.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg057.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
195
Δράκοντος ἐκ τοῦ φόβου καὶ τοῦ σεισμοῦ καὶ τοῦ ἤχου τῆς θαλάσσης τῆς μεγά-
λης, καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ δηγμάτων τῶν θηρίων, ὅτι πάντες οἱ λα-
βόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς τῷ Θεῷ
τῷ ἁγίῳ, οὐκ ἔχουσι μερίδα ἐν τῇ Χριστοῦ παρουσίᾳ, ἀλλὰ μετ' αὐτοῦ 〈τοῦ〉
Δράκοντος βληθήσονται εἰς γέενναν.
Μακάριος ὁ εὑρεθεὶς παγγενναῖος καὶ πάμπιστος, ἔχων αὐτοῦ τὴν καρ-
δίαν πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται καὶ τὰς πεύσεις αὐτοῦ
πάσας, καταφρονῶν καὶ βασάνων καὶ τοῦ φόβου τῶν φαντασιῶν. Πρὶν ἢ δὲ
ταῦτα γενέσθαι, ἀποστέλλει Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔ-
196
σπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν γένει βροτῶν, κηρύξαι παρρησίᾳ
ἅπασι μὴ πιστεῦσαι καὶ πειθαρχεῖν φόβου ἕνεκεν τῷ ψευδεῖ, κράζοντες καὶ λέ-
γοντες· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσειε τὸ σύνολον τῷ ἀσε-
βεῖ· μηδεὶς ὑμῶν ὑπακούσει τῷ τυράννῳ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθείη·
ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι
πάντας τοὺς πειθαρχοῦντας τοῖς σημείοις τοῦ Ἀντιχρίστου. Πλὴν ὀλίγοι εἰσὶ
τότε οἱ ἔχοντες ὑπακοῦσαι καὶ πιστεύειν τοῖς ῥήμασιν ἀμφοτέρων τῶν Προ-
φητῶν. Ταῦτα ὁ Σωτὴρ πάντα ποιεῖ, ὡς Θεὸς ἡμῶν, ἵνα δειχθείη ἅπασιν ἡμῖν
ἡ αὐτοῦ εὐσπλαγχνία, ὅτι οὐδέποτε αὐτὸς ἠβουλήθη τὸν θάνατον τοῦ ἁμαρτω-
λοῦ καὶ ἀσεβοῦς· πάντας γὰρ θέλει σωθῆναι. Νοήσωμεν, ἀγαπητοί, τὴν ἄμε-
τρον εὐσπλαγχνίαν, ὅτι οὔτε ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν βροτῶν γένος
δίχα κηρύγματος ἀληθείας, ἀλλὰ πέμπει τοὺς Προφήτας κηρύξαι θεογνωσίαν,
ἵνα πάντες ἐν τῇ κρίσει ὦσιν ἀναπολόγητοι, ὅταν ἔλθῃ ἐξ οὐρανῶν μετὰ δόξης
τῆς πατρικῆς.
Πολλοὶ μὲν τῶν ἁγίων, ὅσοι τότε εὑρίσκονται, ἅμα εὐθὺς ἀκούσουσι τὴν
ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν
197
τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσι μετὰ σπουδῆς μεγίστης ἐν
ἐρήμοις, καὶ κρύπτονται ἐν ἐρήμοις καὶ ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ
πάσσουσι γῆν καὶ σποδὸν τὴν κεφαλὴν αὐτῶν, μετὰ κλαυθμοῦ δεόμενοι νύκτωρ
καὶ μεθ' ἡμέραν ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ
τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους τοὺς ὡρισμένους, καὶ σῴζον-
ται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις, μὴ βλέποντες Ἀντιχρίστου τὰ ση-
μεῖα καὶ φόβητρα. Τοῖς γὰρ ἅπασι τοῖς ἔχουσι γνῶσιν Θεοῦ καὶ σύνεσιν, πα-
ραυτίκα γνωρίζεται ἡ ἔλευσις τοῦ τυράννου· τοῖς δὲ ἀεὶ νοῦν ἔχουσιν εἰς πράγ-
ματα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδε-
μένος ἐν πράγμασι βιωτικοῖς, καὶ ἐὰν ἀκούσῃ, ἀπιστεῖ· βδελύσσεται γὰρ τὸν
λέγοντα. Χάριν τούτου ἰσχύουσιν οἱ ἅγιοι τοῦ ἀποδρᾶν, ὅτι πᾶσαν τὴν μέριμναν
τοῦ βίου τούτου ἔρριψαν.
Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ὁ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα
τὰ ἄγρια σὺν πετεινοῖς. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου. Πεν-
θοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ σὺν τοῖς ἄστροις διὰ τὸ γένος τῶν βροτῶν,
198
ὅτι πάντες ἐξέκλιναν ἀπὸ Θεοῦ τοῦ ἁγίου, δημιουργοῦ τῶν ἁπάντων, καὶ τῷ
πλάνῳ ἐπίστευσαν δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ 〈καὶ〉 θεομάχου ἀντὶ σταυ-
ροῦ τοῦ Σωτῆρος. Πενθεῖ ἡ γῆ καὶ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλ-
μοῦ καὶ προσευχῆς ἐκ στόματος τῶν ἀνθρώπων. Πενθοῦσιν ἐκκλησίαι Χριστοῦ
πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμός, καὶ προσφορὰ οὐκ ἔστι.
Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ 〈τῆς〉 τοῦ μιαροῦ
ἐξουσίας καὶ πράξεως [ἀντιχρίστου], καὶ ὅταν πάντα πληρωθῇ τὰ σκάνδαλα
πάσης τῆς γῆς, καθὼς ἔφη τὸ στόμα θεῖον τοῦ Κυρίου καὶ Σωτῆρος, ἥξει
λοιπὸν ὡς ἀστραπὴ ἀστράπτουσα ἐξ οὐρανοῦ ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς
καὶ ἔνδοξος Θεὸς ἡμῶν καὶ Βασιλεύς, Νυμφίος ἀθάνατος, ἐν νεφέλαις, μετὰ
δόξης ἀνεικάστου, προτρεχόντων ἐνώπιον τῆς δόξης αὐτοῦ τῶν ταγμάτων Ἀγ-
γέλων καὶ Ἀρχαγγέλων, ὄντες πάντες φλόγες πυρός, καὶ ποταμὸς πλήρης πυ-
ρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ βλέμμα κάτω, ὁμοῦ καὶ τὰ Σε-
ραφεὶμ ἱστάμενα καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν τέσσαρσι πτέρυ-
199
ξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης, καὶ λέγοντα ἕτερον πρὸς ἕτερον· τρισ-
άγιος, τρισάγιος, τρισάγιος ὁ Κύριος. Καὶ τῆς φωνῆς σάλπιγγος λεγούσης μετὰ
φρίκης· ἐγείρεσθε οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται τὰ μνή-
ματα, καὶ ἀκούει χοῦς ὁ σαπεὶς τὴν μεγάλην καὶ φοβερὰν παρουσίαν τοῦ Σω-
τῆρος, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρεται πᾶσα φύσις, καὶ εἰς τὸ ἀμήχανον κάλ-
λος ἐμβλέπουσι τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες Ἀγγέλων, καὶ χιλιάδες ἀνα-
ρίθμητοι στρατιαὶ τῶν Ἀρχαγγέλων χαίρονται χαρὰν μεγάλην· ἅγιοί τε καὶ
δίκαιοι, καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ τυράννου καὶ πονηροῦ καὶ
ἀσεβοῦς. Καὶ ἄγεται ὁ τύραννος δεδεμένος ὑπὸ Ἀγγέλων σὺν πᾶσι τοῖς δαίμο-
σιν ἐνώπιον τοῦ βήματος. Καὶ ἄγονται ἅμα αὐτῷ οἱ λαβόντες τὴν σφραγῖδα,
καὶ ἅπαντες ἁμαρτωλοὶ καὶ ἀσεβεῖς δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν κατ'
αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κολάσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ οἱ
μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ κρυβέντες ἐν σπη-
λαίοις καὶ ἐν ὀπαῖς, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ οὐρανίῳ χαρὰν ἀνεκ-
λάλητον μετὰ πάντων τῶν Ἁγίων εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
{Λόγος περὶ κρίσεως καὶ ἀναστάσεως} Δεῦτε πάντες, ἀδελφοί, καὶ ἀκούσατε ἐμοῦ τοῦ ἐλαχίστου Ἐφραΐμ, καὶθήσωμεν κριτὴν ἡμέτερον λογισμόν, ἵνα καταμάθωμεν ἡμετέραν καρδίαν, εἰκαθάπερ λέγουσιν αἱ θεόπνευστοι Γραφαί, οὕτως πορευόμεθα. Μὴ ἄρα ἀθετῶ-μεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν, καὶ εἰ μέν τις συνεῖδε καλὰ ἔρ-γα ἐν αὐτῷ, σπουδαζέτω αὐξῆσαι τὴν χάριν, ἣν ἔλαβε παρὰ τοῦ φιλανθρώπουἐν ταπεινοφροσύνῃ. Εἰ δὲ ἐν ἁμαρτίαις κατεγνωσμένοι ἐσμέν, διὰ τί ἀμελοῦμεν,φιλόχριστοι ἀδελφοί; Ἰδοὺ γὰρ κατέφθασεν ἐφ' ἡμᾶς, ὦ ἀδελφοί, ἡ ἡμέραἐκείνη, ἐν ᾗπερ σκοτίζεται τὸ φέγγος τοῦ ἡλίου καὶ πίπτουσι τὰ ἄστρα· ἐν ᾗπερεἱλίσσεται ὡς βιβλίον ὁ οὐρανός· ἐν ᾗπερ βοᾷ σάλπιγξ μέγαν καὶ φρικτὸν ἦχονἐξυπνίζουσα πάντας τοὺς ἀπ' αἰῶνος νεκρούς· ἐν ᾗπερ ἐκκενοῦται τὰ ταμεῖα τοῦᾅδου διὰ φωνῆς τοῦ Κριτοῦ· ἐν ᾗπερ γίνεται ὁ Χριστὸς ἐν νεφέλαις μετὰ ἁγίωνἈγγέλων κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιναὐτοῦ. Ἀληθῶς γὰρ φοβερὰ ὑπάρχει ἡ τοῦ Χριστοῦ ἐν δόξῃ παρουσία. Θαῦμα γάρ ἐστι, φιλόχριστοι, θεωρῆσαι ἐξαίφνης οὐρανὸν σχιζόμενον καὶγῆν ἀλασσομένην, νεκροὺς ἐγειρομένους. Παριστάνει γὰρ ἡ γῆ τοῦ ἀνθρώπουτὸ σῶμα ὁποῖον ἀπέλαβεν κἂν θῆρες ἐσπάραξαν, κἂν ὄρνεον ἔφαγεν, κἂν ἰχθὺςἐμέλισεν. Οὐκ ἀπολιμπάνεται οὔτε θρὶξ τοῦ ἀνθρώπου ἐνώπιον τοῦ Κριτοῦ, καὶγὰρ μεταβάλλονται 〈ὑπὸ〉 τοῦ Θεοῦ εἰς ἀφθαρσίαν ἕκαστος. Τοιοῦτον γὰρ ἅ-παντες ἀπολαμβάνουσι σῶμα, πρὸς τὰ ἴδια ἔργα. Τὸ σῶμα τῶν δικαίων λάμ-πει ἑπταπλασίως ὑπὲρ φέγγος ἡλίου· τὰ δὲ τῶν ἁμαρτωλῶν σκοτεινὰ εὑρίσκον-ται καὶ δυσωδίας μεστά· τὸ σῶμα γὰρ τοῦ ἀνδρὸς μηνύει πράξεις αὐτοῦ· εἷςγὰρ ἕκαστος ἡμῶν πράξεις αὐτοῦ βαστάζει ἐν ἰδίῳ σώματι· καὶ γὰρ χαλεπὴ τό-