The Greek Library Catalogue

Anonymous

De resurrectione mortuorum sermo

Edition reference
De resurrectione mortuorum sermo, ed. Phrantzolas, op. cit., vol. 4, 256–274.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg063.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

262

αὐτὸς ἔκτισε τὸ ὕδωρ, ἐφ' ᾧ τεθεμελίωκε τὴν γῆν; Τίνος οὖν ἄρχει βασιλεύς,

ὧν μὴ δίδωσι Κύριος, ὃς σωμάτων καὶ ὅπλων καὶ θησαυρῶν κυριεύει; Ἀλλ'

εἰπέ· τίς ὁ ταῦτα ποιήσας, καὶ τίς ὁ τὰ σώματα πληθύνων διὰ τῆς τεκνογονίας

καὶ τῆς τῶν χρειῶν ἀφθονίας, ἧς καὶ ἡ σύνεσις τῆς κατασκευῆς τῶν ὅπλων πα-

ρεῖ; Οὐκ αὐτὸς ὁ Κύριος ὁ ζωογονῶν τὰ πάντα; Τίς δὲ τοῖς μεταλλεύουσιν ἐπι-

χορηγεῖ ἐν τοῖς μετάλλοις τὰ μεταλλευόμενα; Οὐχὶ αὐτὸς ὁ Κύριος; Τίς δὲ ὁ

σαλεύων βλέμματι τὴν γῆν ὡς φύλλον ἢ κάρφος ἐπιπλέον ὕδατι; Οὐχὶ αὐτὸς ὁ

Κύριος; Κἂν τοῦτο κοῦφον ἐν ὀφθαλμοῖς αὐτοῦ, καὶ ἐν τῷ σαλεύεσθαι αὐτὴν τα-

ραχθήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ καὶ ὀδύνας ἕξουσιν. Εἰ δὲ καὶ πάντα ἡμῖν

ὑπάρχει, χρυσίον, ἀργύριον καὶ ἱματισμός, παῖδες καὶ παιδίσκαι, ποίμνια προ-

βάτων καὶ βουκόλια βοῶν, ἵππων καὶ καμήλων ἀγέλαι, μὴ ἀνατείλῃ δὲ τὸν

ἥλιον, εἰς οὐδὲν λογισθήσεται. Ὁ σοφὸς παρεφρόνησεν, καὶ ὁ δυνατὸς ἠσθένη-

263

σε, καὶ ὁ πλουτήσας ἐπτώχευσε. Δίκαιον οὖν ὁμολογεῖν, ὅτι οὐδὲν οὐδεὶς ἔχει·

οἰκεῖα γὰρ Δημιουργοῦ τὰ πάντα. Ἡμεῖς δὲ γνῶμεν τὴν ἑαυτῶν ἀσθένειαν·

ὥσπερ γὰρ θεωρούμενοι τῶν προκεκοιμηκότων ὀστέων ἢ κρανίων, στενάζομεν,

οὕτως καὶ τὰ ἡμέτερα ὀστέα οἱ μεθ' ἡμᾶς θεασάμενοι σκυθρωπάσουσιν· ἐκ γὰρ

τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων.

Ταῦτα οὖν προγινώσκοντες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ταπεινώ-

σωμεν τὰς ἑαυτῶν ψυχὰς ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ἡμᾶς ὑψώσῃ

ἐν καιρῷ ἐπισκοπῆς. Μισήσωμεν τὴν κενοδοξίαν καὶ ἀλαζονείαν, ἥτις ἐστὶν

ἀφροσύνη. Φύγωμεν ὑπερηφανίαν· ταύτῃ γὰρ ὁ Θεὸς ἀντιτάσσεται. Ἀγαπήσω-

μεν ταπείνωσιν, ὅπως πραεῖς γενόμενοι διδάξῃ ἡμᾶς ὁ Κύριος τὰς ὁδοὺς αὐτοῦ.

Πόσοι ἦρξαν τῆς οἰκουμένης ἀπὸ καταβολῆς κόσμου, καὶ πάντες ἐπὶ χώματος

καθεύδουσι, καὶ οὐδεμία διαφορὰ ὀστέων βασιλικῶν παρὰ τῶν τοῦ αἰχμαλώ-

του. Οὐ τῷ κτησαμένῳ ἅρμα χρυσοχάλινον τοῦ προδραμόντος ἰδίοις ποσίν· οὐ

τῷ φαγόντι τὰς τρυφάς, τῷ τῇ πενίᾳ συζήσαντι· οὐ τῷ εὐμόρφῳ παρὰ τὸν

264

ἄμορφον· οὐ τῷ ἀναιρεθέντι παρὰ τὸν ἀνείλαντα· ἀλλὰ πάντες ἐπὶ χώματος

καθεύδουσιν, ἄχρις οὗ σαλπίσῃ ἡ ἁγία σάλπιγξ, ἐξυπνίζουσα τοὺς ἀπ' αἰῶνος

νεκρούς, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πεπραγμένα, εἴτε ἀγαθὰ

εἴτε φαῦλα.

Μέγα θαῦμα, ἀδελφοί, θεωρῆσαι ἄφνω τάφους ἀνεῳγμένους τῇ φωνῇ

τῆς σάλπιγγος καὶ νεκροὺς ἐγειρομένους, τοὺς κεκοιμημένους ἀπὸ Ἀδὰμ μέχρι

τῆς ὥρας ἐκείνης, ἐν ἀτόμῳ καὶ ῥιπῇ ὀφθαλμοῦ ἅπαντας ὁμοῦ ἀνισταμένους·

Ἀγγέλους τε περιτρέχοντας μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ τοὺς δικαίους

ἐπισυνάγοντας ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων

αὐτῶν. Ἐκείνη ἡ φωνὴ πάντας ζωοποιήσει ἀπὸ ἑνὸς ἕως ἑνός, καὶ οὐδεὶς ἀν-

θρώπων ἀπολιμπάνεται, καὶ οἱ μὲν ἐγερθήσονται εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ εἰς

ἀνάστασιν κρίσεως.

Ἀκούοντες δὲ περὶ ἀναστάσεως νεκρῶν, μὴ ἀπιστῶμεν, φιλόχριστοι

ἀδελφοί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Καὶ καθάπερ

265

τοὺς ἐμβληθέντας ἐν καμίνῳ πυρὸς καὶ δίκην τάφου ὑπὸ τῆς φλογὸς ἐγκαλυ-

φθέντας διεφύλαξεν ἀσινεῖς, καὶ οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἐφλογίσθη, ἀλλ' οὐδὲ

ὀσμὴ τῆς τηλικαύτης καὶ ἐπηρτισμένης φλογὸς ἐκολλήθη ἐν αὐτοῖς, οὕτως καὶ

οἱ νεκροὶ ἐγειρόμενοι ἄφθαρτοι, οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἀπολείπεται, ἀλλ' οὐ-

δὲ ὀσμὴ φθορᾶς εὑρεθήσεται ἐν αὐτοῖς τοῦ τοσούτου χρόνου τῆς ἑαυτῶν κοιμή-

σεως· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἄκουε δὲ καὶ τοῦ

προφήτου Ἰεζεκιὴλ λέγοντος· καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με

ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀν-

θρωπίνων· καὶ περιήγαγέ με ἐν μέσῳ αὐτῶν κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ

σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· υἱὲ

ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ εἰπὲ αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀ-

κούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω

εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας,

καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ' ὑμᾶς καὶ ζήσεσθε καὶ

γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα καθὼς Κύριος ἐνετείλατό μοι,

266

καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι· καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ

ὀστᾶ ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ· καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες

ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.

Καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ πνεῦμα,

καὶ εἶπον τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ

τὸ πνεῦμα καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προε-

φήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν

καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύ-

ριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐ-

τοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνή-

καμεν. Διὰ τοῦτο προφήτευσον καὶ εἰπὲ πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος·

ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν,

καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ὀ-

ρύξαι με τοὺς τάφους ὑμῶν καὶ ἀναγαγεῖν ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου.

Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν

ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Κύριος Κύριος.

267

Ὅθεν καὶ παραγενόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός,

θείῳ στόματι ἔφη· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε

οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσον-

ται. Καὶ πάλιν· μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς

μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιή-

σαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως·

γέγραπται γάρ· πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ

στόματός μου. Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς

δρόσος τὰ ῥήματά μου. Αὕτη ἐστὶν ἡ δρόσος ἡ ἀνατέλλουσα καὶ ζωοποιοῦσα

τοὺς νεκρούς. Καθὼς καὶ ἕτερος Προφήτης βοᾷ, λέγων· ἀναστήσονται οἱ νε-

κροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ

γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ

δὲ αὐτῷ οὐδέν. Ἤτε γὰρ ἄνθρωποι, ἤτε γῆ, ἤτε πελάγη θαλασσῶν, ἤτε ἄβυσ-

σοι, ἤτε τις κτίσις ἑτέρα, πάντα ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ ὡς οὐδέν ἐστι. Καὶ

268

πειθέτω σε ὁ Προφήτης, λέγων· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐ-

ρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς

νάπας ζυγῷ; Καὶ πάλιν λέγει· πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς

ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱ-

κανὸς εἰς καῦσιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάν-

τα τὰ ἔθνη ὡς οὐδὲν ἐλογίσθησαν. Ὁ δὲ Ἀββακούμ· Κύριε, εἰσακήκοα τὴν

ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Γέγρα-

πται γάρ· ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ,

καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ

φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανα-

σίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐν-

δύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνα-

269

τος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;

Μὴ κλαιέτω ὁ πτωχός, καὶ μὴ μεγαλαυχείτω ὁ πλούσιος. Μὴ ἀθυμήτω

ὁ ἀσθενής, καὶ μὴ ἐπαιρέσθω ὁ δυνατός. Μὴ λυπείσθω ὁ δοῦλος, καὶ μὴ καυ-

χάσθω ὁ κύριος. Πάντες γὰρ ἐπὶ γῆς ἐν τῷ χοῒ καταλύσομεν τὸ σῶμα, ἄχρις

οὗ ἂν ἔλθῃ ὁ Κύριος, ὃς ζωογονήσει ἡμῶν τὰ σώματα. Καυχάσθωσαν δὲ οἱ δί-

καιοι, καὶ εὐφραινέσθωσαν ἐν Κυρίῳ. Μακάριοι γὰρ πάντες οἱ εὑρισκόμενοι τό-

τε ἄξιοι ταύτης τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,

κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐμ-

μείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην [καὶ] πόνους ὑπὲρ ἀληθείας Θεοῦ

ἀντλοῦντες· οἱ γὰρ πόνοι τῆς προσκαίρου ζωῆς πολλὴν ὑμῖν προξενοῦσι τὴν

παρρησίαν ἐπὶ τοῦ μέλλοντος· καὶ ἡ στενοχωρία τοῦ ἐνεστῶτος βίου γενήσεται

ὑμῖν ἐπὶ τοῦ μέλλοντος εἰς ἄνεσιν καὶ ὕψωμα καὶ καύχημα· καὶ ὁ νῦν κλαυθμὸς

γενήσεται ὑμῖν εἰς παράκλησιν καὶ ἄνεσιν. Γέγραπται γάρ· μακάριοι πάντες οἱ

270

ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Τότε πάλιν γενήσε-

ται τὸ γεγραμμένον· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυν-

θήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκρά-

ξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζε-

τε. Καταλείψεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς

δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινόν, ὃ εὐλο-

γηθήσεται ἐπὶ τῆς γῆς. Καὶ πάλιν λέγει· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν

πρώτην, καὶ οὐ μὴ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς

καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ

αὐτοῖς ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ.

Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐννοῶ εἰς ἐμαυτὸν οἷα ἀγαθὰ ἀπόκειται τοῖς δικαί-

οις καὶ ποῖος θυμὸς ἠπείληται τοῖς ἁμαρτωλοῖς, καὶ καταφρονῶ ἐμαυτόν. Καὶ

ἐπειδὴ οὐ συνείδω ἐμαυτῷ ἔργον καλόν, ταύτην φωνὴν ἀφίημι πρὸς Θεὸν ἀγα-

271

θὸν καὶ λυτρωτήν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἐκεῖνος μὲν γὰρ ὁ τε-

λώνης ἀνώτερος ὑπάρχων τῆς ἐμῆς εὐτελείας, ἐπὶ πόδας ἱστάμενος, κάτω βλέ-

πων καὶ τὸ στῆθος κρούων ἱκέτευεν· ἐγὼ δὲ ὡς ὑπερβάλλων τοῖς πταίσμασιν

εἰς γῆν πεσὼν ἐπὶ πρόσωπον καὶ τὸ μέτωπον εἰς τὸ ἔδαφος κρούων, βοῶ πρὸς

τὸν εὔσπλαγχνον καὶ ἄχραντον καὶ φοβερόν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρ-

τωλῷ καὶ ἀναξίῳ. Μή μοι εἴη εἰς κρῖμα, ὅτι τολμῶ διὰ τῆς ἀθεμίτου μου

γλώσσης καὶ τῶν ἀκαθάρτων μου χειλέων ὀνομάζειν τὸ ὄνομά σου τὸ ἅγιον

καὶ ὑπερύμνητον εἰς τοὺς αἰῶνας· ἀλλ' ἔστω μοι ἡ ἐπίκλησις τοῦ ὀνόματός σου,

Κύριε, εἰς φωτισμὸν καὶ ἁγιασμὸν σαρκὸς καὶ πνεύματος. Θυμιαμάτων ἀτμὶς

ἀνιοῦσα εὐωδίας ἐμπίμπλησι τὸν οἶκον, πόσῳ μᾶλλον ἡ μνήμη σου, Κύριε, ἡ

γλυκυτέρα μέλιτος καὶ κηρίου, ἐμπίμπλησι τὴν ψυχὴν ἁγιασμοῦ καὶ φωτισμοῦ

τοῖς ἐν γνώσει ἐπιποθοῦσί σε τὸν Σωτῆρα. Δός μοι πόθον εἰς τὸ σωτήριόν σου,

Κύριε, ὡς γῇ διψώσῃ καὶ προσδεχομένῃ τὸν ὑετόν, ἵνα ποιήσω καρπὸν πρὸ θα-

νάτου, ὅπως μὴ αἰσχυνθῶ ἐν ἡμέρᾳ τῆς ἐτάσεως. Ἐλέησον πάντας ἡμᾶς, ὡς

ἀγαθός. Εὐχαριστοῦμεν τῇ ἀγαθότητί σου, Κύριε, ὅτι ἀναξίους ἡμᾶς ὄντας

272

ἠξίωσας δουλεύειν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τὰς χεῖρας διαπετᾶν πρὸς σὲ

τὸν τῶν ὅλων πατέρα. Ῥῦσαι ἡμᾶς ἐκ πάσης ἐνεργείας σατανικῆς καὶ δὸς δό-

ξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, Κύριε. Δὸς ἡμῖν εὑρεθῆναι ὡς γῆ καλὴ καὶ ἀγα-

θή, ὅπως δεξάμενοι τὸν σπόρον σου καρποφορήσωμεν εἰς ἑκατὸν καὶ ἑξήκοντα

καὶ τριάκοντα. Δὸς ἡμῖν, Κύριε, ἐμπορεύεσθαι ἐπαξίως ἐν τῷ σῷ ἀργυρίῳ, ᾧ

ἡμῖν παρέθηκας, ἵνα τὴν μνᾶν δεκαπλασιάσαντες προσενέγκωμέν σοι καρπὸν

δικαιοσύνης, καὶ ἀξιωθῶμεν ἄρχειν τῶν δέκα πόλεων. Δὸς ἡμῖν, Κύριε, προθυ-

μίαν ἐγρηγορέναι εἰς τὴν σὴν ἀπαντήν, ἔχοντας τὰς ὀσφύας τῆς διανοίας περιε-

ζωσμένας, καὶ τοὺς νοεροὺς λύχνους τῆς ψυχῆς ἀσβέστους, σὲ προσδοκῶντας

τὸν Θεὸν ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν Χριστόν. Ἀξίωσον ἡμᾶς, Κύριε, τῆς ἁρ-

παγῆς τῶν δικαίων, ὅτε ἐν νεφέλαις ὑπαντῶσί σοι τῷ Δεσπότῃ, ἵνα μὴ πειρα-

σθῶμεν ἐκείνης τῆς πικρᾶς καὶ ἀπαραιτήτου κρίσεως. Διασκόρπισον, Κύριε, τὸ

δυσβάστακτον φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων πρὸ τοῦ θανάτου, ἵνα μὴ

ἐμπόδιον ἡμῖν γένηται ἐν τῇ ὥρᾳ τῆς κρίσεως καὶ κατασπάσῃ εἰς τὸ πῦρ τὸ

ἄσβεστον ἐκ τῆς συνδρομῆς τῶν δικαίων. Ἡ δικαιοσύνη πτέρα ἐστὶν ὀξυτάτη

273

κουφίζουσα τοὺς δικαίους ἀπὸ γῆς εἰς οὐρανόν. Ἡ χάρις σου, Κύριε, ἰσχὺς ἡμῖν

γενηθήτω καὶ ἀναλάβῃ ἐν νεφέλαις, σὺν δικαίοις καὶ ἐκλεκτοῖς εἰς ἀέρα, εἰς ἀ-

πάντησίν σοι τῷ Βασιλεῖ τῶν ἁπάντων, ὅπως ἡμᾶς οἱ ἅγιοι Ἄγγελοι δεξάμενοι

μετὰ χαρᾶς καὶ ἱλαρῷ προσώπῳ προσκυνήσωμεν, ὡς δεῖ, ἐνώπιόν σου, Κύριε,

καὶ θεασάμενοι τὴν δόξαν τὴν ἄρρητον χαρᾶς πολλῆς ἐμπλησθέντες βοήσωμεν·

δόξα τῷ ἐνδύσαντι ταπεινοὺς καὶ φθαρτοὺς δόξαν καὶ ἀφθαρσίαν· δόξα τῷ δω-

ρησαμένῳ θνητοῖς τὴν ἀθανασίαν· δόξα τῷ ῥυσαμένῳ ἡμᾶς ἐκ στόματος τοῦ λέ-

οντος καὶ λυμεῶνος Ἐχθροῦ, καὶ περιποιησαμένῳ ἡμᾶς εἰς τὴν βασιλείαν αὐ-

τοῦ τὴν ἐπουράνιον· ἥδε δὲ ἡ ῥίζα ἁπάντων τῶν ἀγαθῶν. Ὧδε φῶς ἄφραστον,

ᾧ νὺξ οὐκ ἐπακολουθεῖ· ὧδε χαρὰ ἀνεκλάλητος ὑπὸ λύπης ἢ ἑτέρου τινὸς μὴ

συνδιαλυομένη· ὧδε ἀφθαρσία τῇ φθορᾷ μὴ ὑποκειμένη· ὧδε ζωὴ ὑπὸ θανάτου

μὴ καταλυομένη. Ὅντως νῦν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀπὸ τοῦ

νῦν σὺν Κυρίῳ ἐσόμεθα πάντες.

Αὗται αἱ φωναὶ τῶν δικαίων καὶ ἁγίων καὶ ἀσκητῶν καὶ ἐκλεκτῶν ἐν τῇ

274

αὐτοῦ παρουσίᾳ, καὶ πάντων τῶν διὰ μετανοίας εὐαρεστησάντων τῷ Κυρίῳ.

Νήψωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοί, καὶ πρόσχωμεν ἑαυτοῖς, ὅπως συναυλι-

σθῶμεν τοῖς δικαίοις, καὶ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν

οὐδεὶς αἴρει ἀφ' ἡμῶν, ὑμνοῦντες, εὐλογοῦντες καὶ προσκυνοῦντες τὴν ἁγίαν

καὶ ἄχραντον καὶ ὁμοούσιον Τριάδα, εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Περὶ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν} Φρονῶν τὰ τῶν ἐθνῶν, καὶ λέγων ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν! Ὦστόμα ἐβδελυγμένον καὶ τοῦ Θεοῦ ἀλλότριον, δι' οὗ ὁ Διάβολος λαλεῖ, ὁ ψεύ-στης καὶ τοῦ ψεύδους δημιουργός! Ὦ στόμα ψευδές, μᾶλλον δὲ τάφος ἀνεῳγ-μένος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προσφέρων τὸ πονηρὸν καὶ λέγων·οὐκ ἔστιν ἀνάστασις νεκρῶν! Πῶς οὐκ ἐτρόμασας ἀνοῖξαί σου τὸ ἀπαίδευτον στόμα καὶ ὑβρίσαι Χρι-στὸν τὸν πρωτότοκον ἐκ νεκρῶν; Πῶς οὐκ ἔχανεν ἡ γῆ καὶ κατέπιέ σε ζῶντα;Πῶς οὐκ ἐπάταξέ σε Ἄγγελος ὁ τὴν ἀνάστασιν κηρύξας καὶ εἰπὼν ταῖς γυναι-ξίν, ὅτι ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων; Πόθεν σε τά-ξομεν; Μετὰ τῶν Ἑλλήνων ἢ μετὰ τῶν Χριστιανῶν; Τίνα σε ὀνομάσομεν; Ἐ-