The Greek Library Catalogue

Anonymous

De mansionibus beatis

Edition reference
De mansionibus beatis, ed. Phrantzolas, op. cit., vol. 4, 295–297.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg067.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκδεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλ' ἓν ἐκδεξιῶν καὶ ἓν ἐξ εὐωνύμων, καὶ διεχώρισε τὰ ὅρια αὐτῶν κατὰ σκηνωμάτωναὐτῶν, εἰπὼν ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, δηλονότι οἱ ἁμαρτω-λοί, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Καὶ πάλιν· ἥξου-σιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ ἐν τῇτῶν οὐρανῶν βασιλείᾳ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.{Περὶ τῶν μακαρίων τόπων} Ταύτας τὰς ἐντολὰς ποιοῦντες προπέμψωμεν ἐκεῖ τοὺς καρποὺς αὐτῶν.Ταῦτα, ἀγαπητοί, ὧδε μὲν ἐπιτελοῦνται, ἐκεῖ δὲ προλαμβάνουσιν. Ταῦτα, ἀ-δελφοί, ὧδε μὲν φαίνονται μικρά, ἐκεῖ δὲ ἑτοιμάζουσι μισθὸν μέγαν καὶ ἀνείκα-στον. Ἐκεῖ προλαμβάνει πᾶσα ἐντολὴ ἐκδεχομένη τὸν ποιήσαντα αὐτήν. Ἐκεῖἐντολὴ καὶ πρᾶξις ἀγαθή, εἴτε μικρὰ εἴτε μεγάλη, ἀπέρχεται, καὶ ἀποτίθεταιεἰς τὰ οὐράνια ταμιεῖα, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διο-ρύσσουσιν. Ἐκεῖ σπουδάσωμεν προπέμψαι τὴν ἀγαθὴν ἐργασίαν τῶν πράξεων,ἵνα ὅταν ἀπαλλαγῶμεν τούτου τοῦ πολυστενάκτου βίου, θαρροῦντες καὶ χαίρον-τες ἐκεῖ ἀπέλθωμεν, καὶ προσδοκῶντες τὴν ἐπὶ τῶν νεφελῶν ἀπάντησιν, καὶἀξιωθῶμεν εἰσελθεῖν, ὅπου καὶ πάντες οἱ Ἅγιοι ἐν μεγάλῃ χαρᾷ βασιλεύουσι,παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ὅπως ἀξιωθῶμεν εἰσελθεῖν εἰς ἐκεί-νην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον, εἰς ἃ ἐπι-θυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων.Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼςκαὶ τὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν· ἔνθα ἡ ἄνωἹερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων, ὡς νύμφη κεκαλλωπισμένη καὶ ὑπο-δεχομένη τοὺς ἐργαζομένους τὰς τοῦ Κυρίου ἐντολάς. Ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇτῶν πραέων, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου πάντα φωτεινὰ καὶ θεά-ρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν ἢ ὁ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία καὶ με-λάνωσις. Ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἡ ἀνεκλάλητος· ἔνθα οὐκ ἔνι πόνοςοὐδὲ δάκρυα· ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα οὔτε κλαυθμός. Ὅπου οὐκ ἔνιἄρσεν καὶ θῆλυ. Ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύ-πη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλ' ὅλα ἐξ ὅλου χαρά, εἰρήνη, εὐφροσύνη. Ὅπουτὸ ὕδωρ τῆς ἀναπαύσεως, ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῇ μεριζομένη πηγή,καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, εἰς ἐκείνην τὴν μακα-ρίαν γῆν, τὴν τῶν καλῶν γεννημάτων εὔφορον, τὴν τὸ ξύλον τῆς ζωῆς κομῶ-σαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάρρυτον, ἐφ' ἧς ἡ ἄμ-πελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸ Πνεῦμα ἀκούομεν. 〈Ἔνθα〉 ἡ ἀκή-ρατος ζωὴ καὶ τὸ ἄρρητον καὶ ἀκατονόμαστον ἀγαθόν. Ἔνθα τὸ ἀνέκφραστονἐκεῖνο κάλλος. Ὅπου τὸ ἀληθινὸν φῶς καὶ ἡ πηγὴ πάσης τῆς ἀγαθότητος, ἡὑπερκειμένη τοῦ παντὸς ἐξουσία, τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἔνθα ἡ πόλις τοῦ Βασι-λέως, περὶ ἧς δεδοξασμένα ἐλαλήθη. Ἔνθα ἦχος τῶν ἑορταζόντων. Ἔνθα οἱθησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἐκεῖ, ἀδελφοί μου ἀγαπητοί, μεγάλαι δωρεαὶ καὶ ἀνείκαστος χαρὰ ἀν-θρωπίνῳ στόματι λαληθῆναι μὴ δυναμένη. Ἐκεῖ μυριάδες Ἀγγέλων, πρωτο-τόκων πανηγύρεις, Ἀποστόλων θρόνοι, Προφητῶν προεδρίαι, σκῆπτρα πα-τριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ ἐν πολλῇ δόξῃ ὑπάρχου-σι καὶ πανηγύρει οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ χορεύουσιμετὰ τῶν Ἀρχαγγέλων οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖςτῆς γῆς ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι κατατήξαντες ἑαυτούς, καὶ ὁπατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἀποδέχεται εἰς τὰς αἰωνίους σκηνὰςτοὺς ὀρφανοὺς καὶ τὰς ὄντως χήρας. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας ὁ μισθὸςἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται ἀρχιερέων καὶ ἱερέων καὶ διακόνων καὶ ὑπο-διακόνων καὶ ἀναγνωστῶν, βασιλέων, ἀρχόντων, στρατιωτῶν, πλουσίων, πε-νήτων, παρθένων, μιγάδων, δούλων, ἐλευθέρων, χηρῶν καὶ ὀρφανῶν. Πάν-των τούτων ἐκεῖ ἀπόκεινται οἱ μισθοὶ καὶ οἱ καρποὶ καὶ αἱ πράξεις. Ἕκαστος ὃπροέπεμψε, κατὰ τὸ γεγραμμένον, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοιἡμῶν. Καὶ πάλιν ὁ Ἀπόστολος, ὅτι ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Καὶἀλλαχοῦ λέγει· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ταῦτα οὖν εἰδότες, σπείρωμεν ὧδε ἔργα δικαιοσύνης, καὶ σπείρωμεν ἐνχερσὶ τῶν πτωχῶν καὶ χηρῶν καὶ ὀρφανῶν, ἵνα ἐκεῖ θερίσωμεν ζωὴν τὴν αἰώ-νιον. Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν, καὶ προπέμψωμεν ἐκεῖ ἕκα-στος τὸ κατὰ δύναμιν· ἐλεημοσύνην, συμπάθειαν, ξενοδοχίαν, μετάνοιαν, δά-κρυα, νηστείαν, ἀγρυπνίαν, ἐγκράτειαν, προσευχήν, ψαλμῳδίαν, τὸ ἀλοιδόρη-τον, τὸ ἄμαχον, τῶν θλίψεων τὴν ὑπομονήν, χαμοκοιτίαν, παρθενίαν. Τὰ 〈δὲ〉μείζονα πάντων, τὰ τρία ταῦτα· τὸ μὴ μιᾶναι τὴν πίστιν ἐν αἱρέσει, τὸ φιλό-πτωχον, καὶ τὸ συγχωρεῖν τοῖς ἀδελφοῖς τὰ παραπτώματα καὶ [τὸ] μὴ ἔχεινἔχθραν κατά τινος. Ταῦτα καὶ τὰ τοιαῦτα, ἀδελφοί μου, ποιοῦντες, προπέμψωμεν ἕκαστοςτὸ κατὰ δύναμιν· ὁ μὲν μίαν ἐντολήν, ὁ δὲ δύο, ὁ δὲ πέντε, ὁ δὲ δέκα, ὁ δὲτριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. Ὁ οὖν Θεὸς τῶν οἰκτιρμῶν, ὁ δεξάμε-νος τὰ δύο λεπτὰ τῆς χήρας, δέχεται παρ' ἑκάστου καὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα,καὶ ἀποδίδωσιν ἑκάστῳ, καθὼς γέγραπται, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψε-ται κατὰ τὸν ἴδιον κόπον, μόνον μὴ παντελῶς τις ἄκαρπος εὑρεθῇ.{Περὶ μετανοίας} Μάθωμεν, ἁμαρτωλοί, εὐσπλαγχνίαν, πῶς ἐστιν. Ὁ πλεονέκτης μάθεποίῳ τρόπῳ ἱλάσθη. Συμπαθῶμεν, ἀδελφοί, ἀλλήλους ἐν εἰρήνῃ συμπάθειανγέμουσαν πάσης φιλανθρωπίας, πρὸ τοῦ ἰσχύσαι τὸν Πονηρὸν τὰς ψυχὰς ἡμῶνσυλῆσαι. Ἅπερ μοι ἀνηγγέλθη διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, πάντα γνωρίσαιδεῖ. Εἰ κἀγὼ ἄφρων εἰμὶ καὶ οὐδὲν ἐφύλαξα ἅπερ ἔμαθον ἐγώ, ἄλλος μαθὼνφυλάξει. Ἐξ ὑμῶν ἢ ἐξ ἐμοῦ, ὁ λόγος μὴ νεκρωθῇ καὶ μείνῃ ἄκαρπος. Μὴἀποκρύψωμεν τάλαντον βασιλέως ἐμπορεῦσαι αὐτῷ· σπόρον ζωῆς γέμοντα. Μή μοι πρόσχῃς, μαθητά, εἰ πλανῶμαι τῆς ὁδοῦ· κἂν ἴδῃς με πταίοντα,ὀπίσω μου μὴ ἔλθῃς. Ὅρα Θεὸν καὶ Γραφάς· αὗταί σου ἤτωσαν τροφῆς. Καθά-περ διδάσκουσιν, οὕτω σπεῦσον βαδίζειν ἐν ταῖς αὐτῶν ἐντολαῖς. Ὡς ἐδιδά-χθης, μεῖνον. Διδασκαλίαν ἐγὼ ποθῶ, οὐκ ἐπόθησα παιδείαν. Δέδοικα κακῶςἀεὶ βαδίζων. Ἀνομιῶν πέπλησμαι. Ἑαυτὸν ἀνετάζων, τραύματά μου οὐ δε-σμῶ. Καθαίρειν οὐ σπουδάζω ζιζανίων τῶν ἐν ἐμοί, ἀλλ' ἐπ' ἐλπίδι προσδοκῶ. Μὴ στέναζε, μαθητά· ἅμα γὰρ τύπτεται ὁ διδάσκαλος ὁ σός. Τί, τέκνον,ὀδυνᾶσαι ὀδύνην ἀνωφελῆ; Ὁμοίως δὲ τί θρηνεῖς θρῆνον, κέρδος μὴ ἔχοντα;Ὁ Πονηρὸς σοῦ ἀεὶ ἐκκαίει τὴν διάνοιαν, ὅπως γενήσῃ αὐτῷ μερὶς κληρονο-μίας. Σατανᾶς γὰρ ἐν δόλῳ πολλοὺς σπεύδει λυπῆσαι τοῦ δεξιώσασθαι καὶ ἐνγεέννῃ βαλεῖν δι' ἀπογνώσεως. Ἐσυλήθης θησαυρόν, ἀλλ' ἀκμὴν πάρεστί σοι