The Greek Library Catalogue

Anonymous

De paenitentia

Edition reference
De paenitentia, ed. Phrantzolas, op. cit., vol. 4, 303–307.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg069.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

304

ὁδὸς ἠνεωγμένη τῆς καλῆς ἐμπορίας. Ἔστι καιρὸς συνάξαι πάλιν τὸν σὸν θη-

σαυρόν. Μόνον μὴ ἀπελπίσῃς, ἀλλὰ σπούδασον αὐτὸν συναγαγεῖν· κἄν σε βέ-

λος ἔτρωσε, μόνον ὅλως μὴ καταπέσῃς. Ἔως θανάτου στέρξον μὴ δειλανθεὶς

τὴν πληγήν. Δεῖξόν σου τὴν ἄθλησιν ἐν τῇ πληγῇ ὑπάρχων, ἵνα πλακῇ σου τὸ

στέμμα φαιδρᾶς πλοκῆς ἐνδόξου. Κἂν λῃστής σε ἐκδύσῃ, μὴ ῥᾳθυμήσῃς βαδί-

ζων. Ἐν πολέμῳ συμβαίνει τὸ τύψαι καὶ τυφθῆναι. Κἂν πάχνη πλήξῃ τὴν σὴν

305

ἄρουραν, κατάσκαψε δὶς καὶ τρὶς φιλονεικῶν ἀόκνως. Σπεῦσον σπεῖραι τὸν σπό-

ρον. Ἤδη κομᾷ τὰ νέφη καὶ βρέχει ὁ οὐρανός.

Οὐκ ὠθεῖ σε ὁ κλέπτης τῆς ὁδοῦ. Μὴ φοβηθῇς τὸν φόρτον σου ἐπάρας.

Βάδιζε διαπαντὸς εἰς βασιλικὴν ὁδόν. Ἐν πολέμῳ ᾧ ἐτρώθης, ἐν αὐτῷ δυνήθη-

τι λαβεῖν τὸ νῖκος. Ἐν τῷ τόπῳ ᾧ τὸν πρῴην θησαυρὸν ἐσυλήθης, ἐν αὐτῷ

δύνῃ πάλιν τοῦτον ἐπισυνάξαι. Ὅπου γὰρ ἐξέχεεν ὁ βασιλεὺς Ἀχὰβ τὸ αἷμα

τοῦ Ναβουθέ, ἐκεῖ κύνες ἔλειξαν τὸ αἷμα τοῦ ἀσεβοῦς Ἀχάβ, ὡς γέγραπται.

Τὸν Ναβουθὲ ἔξωσεν ἐκεῖνος τοῦ ἰδίου ἀμπελῶνος, καὶ σὲ ἡ ἁμαρτία βούλεται

ἀπώσασθαι τοῦ Χριστοῦ. Τῷ τύπῳ τοῦ Σατανᾶ παρεικάσθη Ἀχάβ, τύπῳ δὲ

ἀσεβείας ἔοικεν Ἰεζάβελ. Ἀμφότεροι τὸ αἷμα τὸ σὸν ἐπιποθοῦσιν, ὡς τὸ αἷμα

Ναβουθὲ ὁ ἄνομος Ἀχάβ. Καθάπερ ἐφόνευσε δόλῳ τὸν δίκαιον, οὕτως καὶ

ἀπέλαβε κρίσει τοῦ δικαίου. Ἔσπευσε ἀπολέσαι δόλῳ οὗτος δίκαιον, ὅπως

εὐθὺς ἔκδικος ὁ Θεὸς ὀφθῇ δικαίου. Καὶ νῦν ἡ πάλη ἡμῶν ἀόρατος τυγχάνει,

καθά φησιν ἡ Γραφή· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς

τὰς ἀρχάς, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ὁ Σατανᾶς τοὺς ἀνθρώπους

306

κρύφα δόλῳ παλαίει· ὁ δὲ Χριστὸς ἐμφανῶς διασκεδάζει αὐτοῦ πᾶσαν τὴν ἐπι-

βουλήν, καὶ ἡμᾶς ἐνισχύει τροποῦσθαι αὐτόν.

Ἡ πάλη σου, ἀδελφέ, οὐκ ἔστιν ὡς ἔτυχεν, οὐδὲ γέλωτος ἀξία, ἀλλὰ

πάντες οἱ Ἄγγελοι, καὶ ὁ Δεσπότης τούτων, θεωροῦσι τὴν σὴν πάλην, ἣν ἔχεις

πρὸς τὸν Ἐχθρόν. Ὅταν οὖν σὺ νικητὴς γένῃ κατὰ τοῦ Ἐχθροῦ, ὁ Θεὸς καὶ οἱ

Ἄγγελοι ἐπικροτοῦσι, καὶ χαίροντες οἱ Ἄγγελοι δοξάζουσι τὸν Θεὸν τὸν δόντα

σοι δύναμιν νικῆσαι τὸν Πονηρόν. Διὸ καὶ ὁ πόλεμος ἐπὶ πλεῖον αὔξεται, ἵνα

δόκιμος γένῃ καὶ ὁ Θεὸς δοξασθῇ καὶ οἱ ἄνθρωποι μιμηταί σου γένωνται. Κα-

θὼς οὖν προείπομεν, ἐὰν βέλος σε τρώσῃ τοῦ πονηροῦ Ἐχθροῦ, ὅλως μὴ κατα-

πέσῃς εἰς ἀπόγνωσιν, ἀλλ' ὁσάκις ἂν ἡττηθῇς, μὴ μείνῃς ἐν τῇ ἥττῃ, ἀλλ'

εὐθὺς ἀναστὰς πολέμει πρὸς τὸν Ἐχθρόν· καὶ γὰρ ἕτοιμός ἐστιν ὁ ἀγωνοθέτης

δοῦναί σοι τὴν δεξιάν, ὥστε ἀναστῆσαι ἀπὸ τοῦ πτώματός σου. Ὅταν γὰρ σὺ

πρῶτος ἐκτείνῃς τὴν δεξιὰν καὶ αὐτὸς τὴν ἑαυτοῦ δεξιάν σοι δίδωσιν, ὥστε σε

ἀναστῆσαι. Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ μιαροῦ Ἐχθροῦ, ὥστε εἰς ἀνελπισίαν σε

ἐνεγκεῖν, ὅταν πταίσῃς.

Σὺ οὖν, ἀγαπητέ, μὴ πεισθῇς αὐτῷ, ἀλλ' ἑπτάκις ἂν πέσῃς τῆς ἡμέρας,

307

σπούδαζε ἀνίστασθαι καὶ διὰ μετανοίας ἐξιλεοῦσθαι τῷ Θεῷ. Τίς οὖν μὲν ἐξεώ-

σας τὸ βαλάντιον ἀφανὲς κατέστησεν, ἢ ποίῳ ἐμπόρῳ πραγματείας λειψάσης,

καὶ τὰ λοιπὰ συνάξας ἐν θαλάσσῃ ἔρριψεν; Μὴ ῥίψας τὰ ὅπλα σου, ἅπερ ὁ Χρι-

στός σοι δέδωκε, νῶτα δώσῃς τῷ Ἐχθρῷ εἰς ὕβριν τοῦ Δεσπότου σου. Δώσω

σοι ἀπόδειξιν φανεράν τε καὶ σαφῆ. Ὁ ἀθλητὴς τοῦ κόσμου, λέγω δὴ τοῦ μα-

ταίου, κἂν σφοδρῶς τυφθῇ ὑπὸ τοῦ ἀντιπάλου, οὐκ ἀπογνοὺς ἐαυτὸν φεύγει τὸν

ἀγῶνα· τυχὸν γὰρ νῦν ἡττηθείς, τῇ ἑξῆς αὐτὸς νικᾷ.

Μὴ ἀναβάλλῃ, φίλε, ἡμέραν ἐξ ἡμέρας ἐπιστρέψαι πρὸς Κύριον, μήποτέ

σοι ἐπέλθῃ ἄφνω ἡ ἀπόφασις τοῦ φοβεροῦ Δικαστοῦ, καλοῦσά σε πρὸς αὐτόν,

ὥστε σε ἀποδοῦναι αὐτῷ τὴν ἐμπορίαν ἣν ἐνεπορεύσω ἐκ τῶν αὐτοῦ ταλάντων.

Μὴ ἀντὶ ἐπαίνων, δεθεὶς καὶ πόδας καὶ χεῖρας, κατάδικος γένῃ σκότους ἐξωτέ-

ρου. Σπούδασον, ὡς ἔτι καιρὸν ἔχεις, προσπεσεῖν τῷ Δικαστῇ, ὥστε σε ἱλα-

σθῆναι πάσας τὰς ἁμαρτίας, ἵνα ἡμεῖς σὺν σοὶ χαρῶμεν, ἀδελφέ, καὶ ὁ Θεὸς

δοξασθῇ. Ὧ| πρέπει τιμή, δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Λόγος περὶ μετανοίας} Μὴ οὖν φοβηθῶμεν μάταιον φόβον, καὶ φόβον, ὃς οὐκ ἔστι φόβος· ἡ γὰρτελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τίς ἀνθρώπινος φόβος πρὸς τὸν τοῦ Θεοῦφόβον; Τίς δόξα ἀνθρώπου φθειρομένου πρὸς τὴν τοῦ Θεοῦ μεγαλωσύνην καὶἄρρητον δύναμιν καὶ ἀκήρατον δόξαν; Ἐπεὶ οὖν τὰ γήϊνα ἐπισυρόμενοι, τοῖςἀοράτοις ἐπιβαλεῖν τὸν ἑαυτῶν νοῦν διὰ τῆς πίστεως καὶ φωτισμοῦ τῆς γνώσε-ως οὐ δυνάμενοι. Κἂν ἐκ τῶν ὁρωμένων τεκμαιρόμενοι τὴν ἄρρητον δύναμιντοῦ ἀφθάρτου Θεοῦ, φοβηθῶμεν αὐτόν. Βασιλεὺς ἐὰν βουληθῇ μεταστῆσαι πέτραν, ἐὰν μὴ χρήσηται μαγγάνοιςκαὶ βοηθείαις, μετακινῆσαι αὐτὴν οὐ δύναται· αὐτὸς δὲ ἐπιβλέπων ἐπὶ τὴν γῆνκαὶ ποιῶν αὐτὴν τρέμειν. Οὐκ ἐξίσταταί σου ἡ διάνοια; Ὄρη καὶ βάρη σαλεύειαὐτοῦ τὸ ὄμμα· καὶ πάλιν τῷ θελήματι αὐτοῦ τὰ σύμπαντα στηρίζει τῷ ἰδίῳλόγῳ. Οὐ θαυμάζεις δὲ καὶ ἐπὶ τῇ ἐκλάμψει τῆς ἀστραπῆς καὶ ἐπὶ τῷ ἤχει τῆςβροντῆς, ὅτι οὐ μόνον ἄνθρωποι καταπτήσσουσιν, ἀλλὰ καὶ κτήνη καὶ θηρίακαὶ ὄρνεα καὶ τὰ ἐν ὕδασι πετόμενα; Καὶ ὅσα ἂν εἴπωμεν, οὐκ ἀφικώμεθα. Προσπέσωμεν οὖν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον τῆς ἀγαθότητος αὐτοῦ,ἐξομολογούμενοι καὶ λέγοντες· σὺ ἡμῶν εἶ Θεὸς καὶ οὐχ ἕτερος, Κύριε. Σοὶἡμάρτομεν καὶ σοὶ προσπίπτομεν, Κύριε· οὐ γάρ ἐστιν ὁ ἀντιτασσόμενός σοι ἐντῷ θέλειν σε σῶσαι ἡμᾶς, Κύριε. Ἀγαθὸς γάρ ἐστιν ὁ Κύριος καὶ ἐλεήμων·κἂν γὰρ κατὰ συναρπαγὴν ἐπταίσαμεν, διὰ μετανοίας σπουδάσωμεν ἰαθῆναι· εἰδὲ καὶ ὡς ἄνθρωποι ὑπεσύρημεν πάθει, μὴ εἰς τέλος ἀπογνῶμεν ἑαυτῶν, ἀλλ'ἐπιγνόντες τὸν καλέσαντα ἡμᾶς Θεόν, καὶ εἰς ἣν κλῆσιν ἐκλήθημεν, ἀκούσωμεναὐτοῦ λέγοντος· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐπί τι-νων δὲ ἁμαρτημάτων ὥρισε τὴν μετάνοιαν, ἐπί τινων δὲ οὐ· ἀλλὰ πρὸς πᾶσανπληγὴν τῆς ἁμαρτίας δέδωκεν ἡμῖν ὁ μέγας τῶν ψυχῶν ἡμῶν τοῦτο ἰατρὸς τὸφάρμακον. Ἐκκόψωμεν οὖν τὰ κακὰ ἤθη τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀντὶ τῶν καυστή-ρων χρησώμεθα θείῳ φόβῳ, ἐν ᾧ δυνησόμεθα ἀντιστῆναι τὰ τῆς ἁμαρτίας ῥεύ-ματα, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε πάντα εἰς φῶςἔρχεται, εἴτε ἀγαθόν τις ἔπραξεν, εἴτε φαῦλον. Φησὶ γὰρ ἡ ἁγία Γραφή· τίἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμίς ἐστιν, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζο-μένη. Καταλείψωμεν οὖν τὰς ἀκανθοφόρους ἐπιθυμίας τῷ σώφρονι λογισμῷ,ἀνακρούοντες τὰς ὁρμὰς τῶν φιληδόνων λογισμῶν, διότι γέγραπται· ἅγιοι ἔσε-σθε, ὅτι ἐγὼ ἅγιός εἰμι· ὅπως χάριτι τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπιτύχωμεν τῆςἀφθάρτου ζωῆς, λήθην ποιησάμενος τῶν ἡμετέρων ἁμαρτιῶν ὁ Κύριος διὰ τῶναὑτοῦ οἰκτιρμῶν καὶ τῆς ἡμῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας. Κἂν γάρτις τῶν δοκούντων περισσοτέρως κεκοπιακέναι γογγύσῃ ἐπὶ τῇ πολυσπλαγχνίᾳτοῦ Δεσπότου, ὡς ὅτι ταχὺ προσελήφθης, ὑπὲρ σοῦ ἀπολογήσεται αὐτὸς ὁ πά-σης κτίσεως 〈Κύριος〉 λέγων· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνη-σάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι, ὡς καὶσοί. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.