The Greek Library Catalogue

Anonymous

De paenitentia et patientia

Edition reference
De paenitentia et patientia, ed. Phrantzolas, op. cit., vol. 4, 312–319.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg071.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

312

{Περὶ μετανοίας καὶ ὑπομονῆς}

Ἆρα τίς τὸν παρόντα βίον ἐλογίσατο εἶναι τοῦτον δραπέτην· καὶ πάλιν δὲ

φυγάδα καὶ ἀνυπόστατον, καὶ σκηνὴν ἀναλυομένην· καὶ τὴν ἑαυτοῦ ψυχὴν σο-

φῶς περιέφραξεν, ὥστε μὴ ὑποπεσεῖν τῇ προσδοκωμένῃ ἐν τῇ μελλούσῃ 〈κρί-

σει〉 φοβερᾷ καὶ μεγάλῃ ἀποφάσει τοῦ Θεοῦ τοῖς πονηροῖς ἀνθρώποις; Ποῖαι

πηγαὶ δακρύων ἡμῖν ἐξαρκέσουσιν, ὥστε καὶ πρὸ τῆς πείρας κατασβέσαι τὴν

φλόγα; Ἆρα τίς δυσωπήσει τὸν Κριτὴν ὑπὲρ ἡμῶν, ἵνα μὴ κατακρίνῃ ἡμᾶς

τοὺς ἁμαρτωλούς; Ἆρα τίς τὴν ἄφεσιν ἡμῖν ἐξαιτήσεται, λέγω δὴ τῶν Ἁγίων,

παρὰ τοῦ φιλανθρώπου Θεοῦ; Ἆρα τίς τὴν ὀργὴν τοῦ Θεοῦ τρέψει εἰς οἶκτον,

καὶ τὴν δικαιοσύνην πάλιν εἰς εὐσπλαγχνίαν, εἰ μὴ μόνος αὐτὸς ἱκετεύσει τὸν

Κριτήν, ὁ δήσας τὸ φορτίον τῶν αὐτοῦ πταισμάτων, καὶ βαστάζων, καὶ λύων,

313

καὶ ὅτε θέλει κουφίζων; Ποιοῦμεν γὰρ φορτία δεινῶς ἁμαρτάνοντες, καὶ πάλιν

κουφίζομεν ἴσως μετανοοῦντες. Ἐν ἡμῖν ἐστι τὸ λύειν καὶ τὸ δέειν· τοῦ Θεοῦ δὲ

τοῦτό ἐστι, συγχωρεῖν προσπίπτουσι. Φιλάνθρωπον γὰρ ὄντως Δεσπότην κε-

κτήμεθα, λύοντα μετανοίᾳ τῶν δούλων τὰ φορτία.

Αὐτὸν τοίνυν τὸν Κριτὴν πρὸ τῆς ἀποδημίας σφόδρα ἱκετεύσωμεν ἐξομο-

λογούμενοι, ἵνα ἡμᾶς ῥύσηται τῆς ἑαυτοῦ ἀπειλῆς. Εἰ Νῶε καὶ Ἰὼβ καὶ Δα-

νιήλ, οἱ φίλοι αὐτοῦ τοῦ Θεοῦ καὶ προφῆται, ἔχοντες παρρησίαν, ἐὰν στῶσιν

ὑπὲρ τῶν τέκνων δεόμενοι τοῦ Θεοῦ, ὥστε συγχωρηθῆναι αὐτοῖς τὴν τιμωρίαν,

οὐδὲν ὅλως ἀνύουσιν, οὐδὲ εἰσακούονται, οὐδὲ ἀποδεχθήσονται. Τί ἡμεῖς ποιή-

σομεν ἑαυτῶν ἀμελοῦντες; Τίς δὲ ἡμᾶς τῆς ὀργῆς ἐξαρπάσει τοῦ Θεοῦ, ἢ μόνος

ὁ κρίνων καὶ δικαιῶν Θεός;

Βλέπε πόσην ἀμοιβὴν Θεῷ ἀνταπέδωκαν οἱ ἅγιοι Μάρτυρες ἐπὶ γῆς ἀ-

θλήσαντες· πόσην τὴν παρρησίαν πρὸς Θεὸν ἐκτήσαντο διὰ τοῦ μαρτυρίου πταί-

σματα ἀπαλείψαντες. Καὶ οὐ μόνον ἐν τούτῳ τὴν δωρεὰν ἔλαβον, ἀλλ' ἕτι εἰς

προσθήκην καὶ βασιλείαν οὐρανῶν μετὰ καὶ παραδείσου· ἐξέχεαν γὰρ αὐτῶν

314

ἀντίρροπον τὸ αἷμα, τοῦ ὑπὲρ πάσης τιμῆς ἀτιμήτου αἵματος, τουτέστι Δεσπό-

του· καὶ λοιπὸν εἰς τὸ στάδιον ὑπὲρ τοὺς υἱοὺς ἀλλὰ καὶ ὁμοζύγους προκρίναν-

τες τοῦ Θεοῦ τὸν πόθον ἐστέφθησαν, ἵνα διὰ τῆς πείρας τῶν μαστίγων ἐλθόντες

τοὺς στεφάνους τῆς ἑαυτῶν ἀθλήσεως δέξωνται. Τοσοῦτον γὰρ τὴν αὐτῶν διά-

νοιαν ὁ πόθος εἵλκυσεν ὁ τοῦ Σωτῆρος πρὸς τὸ αὑτοῦ στάδιον, ὥστε καὶ ὠνή-

σασθαι τοὺς φθαρτοὺς τὰ ἄφθαρτα.

Ἡμεῖς δὲ τῷ Δεσπότῃ καὶ Βασιλεῖ τῆς δόξης ποῖον ἀνταπόδομα προσάξο-

μεν οἱ δοῦλοι, ὅτιπερ οὐ λόγῳ τὴν προσβολὴν φέρομεν, πολλάκις ὑπὸ ἀδελφοῦ

ἡμῖν προσφερομένην; Λήθῃ παραδόντες τὰ ἑαυτῶν τραύματα, κρυπτά τε καὶ

φανερά, ἅπερ οἶδεν ὁ Θεός, καὶ ἀέρος νιφάδα φέρειν οὐ δυνάμεθα. Ἄλλοι διὰ

τὸν Θεὸν πρισθέντες ἐστέφθησαν, ἡμεῖς δὲ ἐκτὸς βασάνων δυνάμενοι μαρτυρεῖν,

τὰ ἐναντία πράττοντες, ἄχρηστοι μένομεν καὶ ὑπὸ τῶν θηρίων λοιπὸν ἁλισκό-

μεθα, τῶν νοητῶν ἐκείνων καὶ πονηρῶν δαιμόνων.

Τί ποιεῖς, ὦ ἄνθρωπε, ἀμελῶν τῆς ἀρετῆς; Ἔδωκέ σοι ὁ Πλάστης ὡς

χρυσὸν χωνεύεσθαι, τουτέστι δι' ὕβρεων καὶ πειρασμῶν, ἵνα σκεῦος ἐκλογῆς

315

δειχθεὶς καὶ καθαρότητος δι' ὑπομονῆς πολλῆς καὶ τῆς μακροθυμίας· ἀνὴρ γὰρ

ἀπείραστος ἀδόκιμος τυγχάνει. Ἐγὼ μόνος ὁ καὶ ταῦτα συντάξας, ὁ ἐν πᾶσιν

ἀχρεῖος, ἀλλὰ καὶ ἁμαρτωλός, ὁ ἀκτήμων ὑπάρχων ἀπὸ πάσης ἀρετῆς, ὃς οὐκ

εἰμὶ ἱκανὸς ἀδελφὸς ὑμῶν καλεῖσθαι, ὅτι μοι τὴν πρόξενον γενομένην στεφάνου

θλῖψιν ἀπέφυγα, ἀδόκιμος ὑπάρχων, ὁ καὶ κατατολμήσας ἐπαινεῖν τοὺς Μάρ-

τυρας. Ὅταν γὰρ τῶν τοιούτων ἐπαίνων ἐφάψομαι, πικρῶς ἀποδύρομαι,

δεινῶς ἁλίσκομαι, κεντᾷ με τὸ συνειδὸς καὶ πλήττει με τῶν ἔργων τῶν κακῶν

ἡ ἀμοιβὴ ἐν τῇ μελλούσῃ κρίσει· οὐ γάρ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος 〈τοῦ

οὐρανοῦ〉, ὑπ' αὐτῶν βαρυνόμενος καὶ καταφερόμενος. Ἐὰν γὰρ ἄρξωμαι λέ-

γειν Μαρτύρων ἐγκώμια, ἐπέρχεταί μοι ὡς θὴρ ἡ συνείδησις μεταξὺ τῶν λογι-

σμῶν καὶ Θεοῦ [ἐλέγχοντος] τοῦ τὰ κρυπτὰ βλέποντος τῶν ἀνθρώπων ἁπάν-

των. Φησὶ γάρ· καὶ σὺ τίς εἶ, ὁ ἐναμβρυνόμενος ταῖς ἑτέρων πράξεσι, αὐτὸς ὢν

ἄπορος πάνυ; Ποίαν αὐτὸς δώσει ἀπολογίαν τῷ ἐκ σκότους εἰς φῶς ἐνεγκόντι

σε Θεῷ, τολμῶν λέγειν ἀρετάς, ὧν οὐκ εἶ σὺ μιμητής; Μᾶλλον δὲ μέχρι τίνος

ἡσυχίαν οὐκ ἄγω, ὡς μηδὲν κεκτημένος, λέγειν τὰ ὑμέτερα; Ἐπειδὴ 〈δὲ〉 Δε-

σπότην φιλάνθρωπον κέκτημαι, οὐ παύσομαι τοῦ λέγειν Μαρτύρων ἐγκώμια.

316

Νόμισον, ἐγὼ μόνος ὑπάρχω ἀνάξιος, καὶ πάσης ἀρετῆς ἄπορος τυγχά-

νω. Ὅμως τοῖς τραπεζίταις καταβάλλω τὸ χρῆμα, ἵνα ἐλθὼν ὁ Κύριος ἀπαι-

τήσῃ σὺν τόκῳ, ἵνα καὶ τοῦ ταλάντου ἐκφύγω τὸ ἔγκλημα, ἵνα μὴ κατακριθῶ

σὺν τῷ καταχώσαντι τὸ τάλαντον ἐκείνῳ τῷ πονηρῷ ἀνθρώπῳ. Καὶ δίδωμι

συμβουλὴν τῷ θέλοντι σωθῆναι, οὐχ ἵνα μιμήσηται ἐμὲ τὸν ἁμαρτωλόν, ἀλλ'

ἵνα μου τοὺς λόγους ὡς σοφὸς προσδέξηται.

Νομίζω μὴ κρεῖττον εἶναι τοῦτο λέγειν· πάντες γὰρ ἐπίστανται τὸ θέλημα

τοῦ Θεοῦ, μικροί τε καὶ μεγάλοι, ἔνδοξοί τε καὶ πτωχοί· καὶ οἶδεν εἶς ἕκαστος,

εἰ σκοπεῖ τὸ συμφέρον, καὶ τί θέλει ὁ Θεός, καὶ πῶς δεῖ σωθῆναι. Νομίζω,

ἠκούσατε ἡτοιμάσθαι γέενναν καὶ τὸ πῦρ τὸ ἄσβεστον καὶ βρυγμὸν τῶν ὀδόν-

των καὶ σκότος ἐξώτερον, ἔτι δὲ καὶ σκώληκα καὶ φοβερὸν ποταμὸν πυρός [τε]

φλογίζοντος πρὸ προσώπου τοῦ Κριτοῦ, σφοδροτάτως ἕλκοντα καὶ ἡμῖν ἀπει-

λούμενον παρὰ τοῦ φιλανθρώπου, ἐὰν μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάσσωμεν,

ἐὰν μὴ προδροσίσωμεν ἐν δάκρυσι τὴν φλόγα, ἐὰν μὴ μετανοίᾳ τὴν γέενναν

σβέσωμεν, ἐὰν μὴ σωφροσύνῃ τὸν σκώληκα ἀποκτείνωμεν, ἐὰν μὴ τὸν Δικα-

317

στὴν τὸν ἀπαραλόγιστον, ἕως ἐσμὲν ἐν τῷ βίῳ, καλῶς δυσωπήσωμεν, ἐὰν μὴ

προφθάσωμεν ἐξομολογούμενοι ἐν τῷ παρόντι κόσμῳ τῷ ἐκεῖσε Κριτῇ, ἐὰν μὴ

μετάμελον αὑτὸν ἐπιδείξωμεν, τὸν μόνον δυνάμενον δυσωπῆσαι τὸν Κριτήν.

Τῷ μὲν γὰρ Διαβόλῳ καὶ τοῖς τούτου ἀγγέλοις, οὐχ ἡμῖν δέ, ὁ Θεὸς τὰς βα-

σάνους προσέθηκεν, ἀλλὰ διὰ τὴν ἡμῶν πολλὴν φαυλότητα κληρονόμοι τῶν

δεινῶν ἐκείνων βασάνων γινόμεθα· καὶ ἅπερ τῷ Δράκοντι ἠπειλήθη τῷ δεινῷ,

ταῦτα ὑπομένομεν ἑκόντες οἱ ἄνθρωποι. Ἀπέλθετε γάρ, φησί, εἰς τὸ πῦρ τὸ

αἰώνιον τὸ ἡτοιμασμένον τῷ πονηρῷ Δράκοντι καὶ τοῖς αὐτοῦ ἀγγέλοις. Οὐ λέ-

γει, τοῖς ἀνθρώποις. Εἰ γὰρ ἐν τῷ παρόντι τοσαύτην δεινότητα καὶ κολάσεων

εἴδη τὰ ἀνεκδιήγητα ἐνταῦθα οἱ τὰ φαῦλα πράττοντες, πόσῳ μᾶλλον ἐκεῖνο τὸ

ἀπαραλόγιστον καὶ ἀδωροδόκητον, λέγω δὴ κριτήριον τοῦ κρίνοντος, παρέξει

τὰ δεινὰ τοῖς εἰς αὐτὸν κακῶς πλημμελήσασιν, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ἐν τῷ

μέλλοντι καιρῷ.

Ὢ πόση τύφλωσίς ἐστιν ἡ ἡμετέρα! Παρακαλοῦμεν τὸν Θεόν, ἵνα ἡμῖν

ἐπακούσῃ καὶ ἀνοίξῃ τὴν θύραν, ἣν ἡμεῖς ἐκλείσαμεν, τῆς πρὸς αὑτοὺς εἰσόδου,

λέγω δὴ τῆς ἱκετείας.

318

Τί ποιεῖς, ὦ ἄνθρωπε, νοσῶν τὴν ἀφροσύνην! Ἕστηκε διαπαντὸς τοῦ Δε-

σπότου ἡ θύρα ἀνεῳγμένη μικροῖς τε καὶ μεγάλοις, καὶ ἡμεῖς δὲ διοχλοῦμεν

αὐτὸν ἀνοῖξαι ἡμῖν, ἡμεῖς αὐτοὶ ἑαυτοῖς ταύτην ἀποκλείσαντες. Ἐν ἡμῖν γὰρ

πρόκειται ὑπανοίγειν καὶ κλείειν. Ἐὰν μὴ πταίσωμεν, διαπαντὸς ἤνοικται ἡ

τοῦ Δεσπότου θύρα τῶν οἰκτιρμῶν ἀνθρώποις· ἐὰν τοίνυν ἁμάρτωμεν, εὐθὺς

ἀποκλείεται. Τοῦ πρὸς αὐτὸν ἐγγίσαι τὸν Θεὸν τῇ προσευχῇ οὐκ ἀποκλείσει

Θεὸς τοῖς οἰκέταις τὴν θύραν, ἀλλ' ἤνοικται πάντοτε τοῖς αὐτὸν ἐκζητοῦσιν·

αὐτὸς γὰρ καὶ ἔφησεν αἰτεῖν καὶ ζητεῖν καὶ κρούειν, ἑτοίμως τὸ διδόναι τοῖς αἰ-

τοῦσι παρέχων.

Μὴ γίνου ἀπηνὴς σὺ σεαυτῷ, ἄθλιε, μηδὲ ἀνθρωπίαν Θεῷ λογίζου. Ἡ-

μεῖς ἐσμεν αἴτιοι οἱ διὰ τῆς κακίας τειχίζοντες καὶ θύραν ταῖς εὐχαῖς χαλκεύον-

τες. Εἰρηνεύσας τοιγαροῦν, σεαυτῷ διαλλάγηθι καὶ λῦσον τῶν δεσμῶν τὴν ψυ-

χήν, ἣν ἔδησας. Ἕστηκε γὰρ ὁ Θεὸς ἔτι σε περιμένων, ἵνα σὺ τῷ Δεσπότῃ

διαλλαγῇς, ἄνθρωπε. Αὐτὸς γὰρ ἀεὶ διψᾷ τὴν σὴν ἐπάνοδον, ἵνα βιώσαντα σε-

319

μνῶς προσδέξηται. Εἰρήνευσον τοιγαροῦν τὸν ἔσω σου ἄνθρωπον πρὸς τὸν ἔξω,

καὶ γενοῦ τὸ λοιπὸν ἐλεύθερος ἐκ τῆς πικρᾶς δουλείας, καὶ οὕτως ἣν ἔκλεισας

αὑτῷ θύραν εὑρήσεις ἀεὶ ἀνεῳγμένην πρὸς τὰς σὰς ἱκεσίας. Ἐν

ᾧ, τῷ Πατρὶ ἡ

δόξα καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος παραινετικός} Ὁ πλάσας ἡμᾶς Θεός, ἐπιστάμενος τὴν ἀσθένειαν τῆς διανοίας ἡμῶν καὶτοῦ ἀντικειμένου τὴν κακοτεχνίαν, τὰς θείας ἡμῖν Γραφὰς ἐδωρήσατο ὡς ὁπλο-θήκας καὶ θησαυροὺς ἰαμάτων. Ἔστι δὲ ἐν ταῖς ὁπλοθήκαις ὅπλα διάφορα· φησὶγὰρ ὁ Δαυΐδ· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· καὶ πάλιν· ἐξαπέ-στειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεναὐτούς. Καὶ ἐν ἑτέρῳ λέγει· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιή-σει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσε-ται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖδὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺςπαράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλουτόξου τῶν νεφελῶν ἐπὶ σκοπῷ ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥι-φήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί τε συγ-κλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψἐκλικμήσει αὐτούς. Καὶ ὁ Ἐλισσαιὲ εἶπεν· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ' ἡμῶνὑπὲρ τοὺς μετ' αὐτῶν. Καὶ προσηύξατο Ἐλισσαιὲ καὶ εἶπεν· Κύριε, διάνοιξον δὴτοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου, καὶ ἰδέτω. Καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺςαὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳἘλισσαιέ. Ὁ δὲ Ἠσαΐας· καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Ἐν δὲ τῷ Ἰεζεκιὴλ λέγει· καὶ σύ, υἱὲ ἀν-θρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυ-τῷ. Διὸ καὶ ὁ Ἀπόστολος διδάσκει ἡμᾶς, λέγων· ἐνδύσασθε τὴν πανοπλίαν τοῦΘεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ Διαβόλου· ἵνα,ὅταν προσβάλῃ ἡμῖν ὁ Ἐχθρός, καθοπλίσωμεν ἑαυτοὺς κατ' αὐτοῦ ἐκ τῶν εἰρη-μένων ὁπλοθηκῶν. Τὰ δὲ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καθ'ὅτι οὐδὲ ἡ πάλη ἡμῶν ἐστι πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰτῆς πονηρίας. Ἐν δὲ τοῖς θησαυροῖς ἐστι πάμπολλα καὶ διάφορα βοηθήματα,〈ὡς〉 ὁ περὶ τῆς μετανοίας καὶ σωτηρίας λόγος, ὅπως, ἐάν τις παρατασσόμενοςκατὰ τοῦ Διαβόλου τρωθῇ, σπουδαίως ἀναδράμῃ ἐπὶ τὸν θησαυρὸν τῶν ἰαμά-των, καὶ ἐπιθεὶς τῷ πλήγματι φάρμακον μετανοίας καὶ ὑγιὴς γενόμενος, πάλινμαχήσεται ὑπὲρ τοῦ ἰδίου Δεσπότου. Ἐπεὶ οὖν καὶ ἡ ὀλιγωρία βέλος τοῦ Ἐχθροῦ τυγχάνει, ἐν ᾧ πολλοὺςτρώσας κατέβαλε, λάβωμεν ἡμεῖς τρόπαιον κατὰ τῆς ὀλιγωρίας τὴν ὑπομονήν,πυκνότερον ἐπιλέγοντες ἑαυτοῖς τὸ γεγραμμένον· ἀνδρίζου καὶ κραταιούσθω ἡκαρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὅπως ὑπὸ τοῦ λόγου στηριζομένη ἡψυχὴ εὐκόλως δυνηθῇ φέρειν τὰς ἐπιρριπτούσας αὐτῇ συνοχὰς ὑπὸ τοῦ ἀλλοτρί-ου, καὶ ὡς ἐπὶ βακτηρίαν ἐπαναπαυομένη ἢ ὡς ὑπὸ ὀχήματος ἀναβασταζομένηκουφισθῇ τοῦ καμάτου. Πυκνότερον οὖν τῆς λέξεως ταύτης μνημονεύσωμεν καὶπρὸς ἑαυτοὺς καὶ ἀλλήλους καταλέγοντες· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδίασου, καὶ ὑπόμεινον τὸν Κύριον. Πάνυ γὰρ ἡμῖν συμβάλλεται ὁ λόγος, εἴτε νη-στεύομεν, εἴτε ἀγρυπνῶμεν, εἴτε προσευχόμεθα, εἴτε ἐργαζόμεθα, εἴτε τι ποι-οῦμεν· διεγείρει γὰρ τὴν προθυμίαν πρὸς τελείωσιν τῆς ἐναρχομένης ἀρετῆς. Ἀγωνίζου τοίνυν ὡς καιρὸν ἔχων, ἵνα καὶ ἐν ἰδίῳ καιρῷ θερίσῃς μὴ ἐκ-λυόμενος. Μὴ ἀγάπα τὸ μῖσος. Βδελύσσου τὸν φθόνον καὶ τὴν ἔριν καὶ τὴν κε-νοδοξίαν. Μίσει κακοήθειαν καὶ τὴν καταλαλιάν. Ἔτι γὰρ μικρὸν καὶ ὁ φθόνοςκαὶ ἡ πρὸς τὸν πλησίον ἔχθρα παρέρχεται· μετ' ὀλίγον γὰρ διαχωριζόμεθα ἀπ'ἀλλήλων. Καὶ ἵνα τί φθόνος βασιλεύει ἐν ἡμῖν, ἀδελφοί; Τί ὑψοῖς σεαυτόν, ὦἄνθρωπε, μετ' ὀλίγον γῆ καὶ σποδὸς γινόμενος; Ἀγάπα τὴν κατάνυξιν, πόθειτὴν καρτερίαν. Ἀγάπα τὴν ἐγκράτειαν, ἵνα σε ῥύσηται πολλῶν πειρασμῶν καὶφροντίδων ματαίων. Δάκρυσον προσευχόμενος, ἵνα εὕρῃς ἀνάπαυσιν ὅπου μέλ-λῃς ἀπελθεῖν. Ἐπιμελοῦ τοῦ ἔργου σου ὡς σοφὸς καὶ συνετός· ἡ γὰρ ἀναισχυν-τία καὶ ὁ γέλως οὐδέν σε ὠφελήσει ἐν ἡμέρᾳ θανάτου, ἀλλ' οὐδὲ τὰ εὐτράπελα·ταῦτα γὰρ ἐν καρδίᾳ ἀφρόνων ἐνδελεχίζεται. Ἀλλ' οὐδὲ ἡ ψευδὴς ὑπόκρισις,ἐὰν μὴ ἐκ καρδίας φοβηθῇς τὸν Κύριον. Ἀγάπα ταπείνωσιν ἐν καρδίᾳ ἀληθινῇ,καὶ εὑρήσεις χάριν παρὰ τοῦ παντοκράτορος Θεοῦ, ὧδε καὶ ἐν τῷ μέλλοντι.Ἐὰν δὲ ὑψοῖς σεαυτόν, ὡς φύλλον ὑπὸ ἀνέμου ἐπὶ δένδρον σαλευθήσῃ εὐχερῶς·τὰ γὰρ ἡδέα τοῦ βίου ὡς σκιὰ παρατρέχει. Μὴ ἴσθι πικρίας οἶκος, ἵνα μή σελυμανῇ ὁ ἰὸς αὐτῆς, πλὴν καὶ μεταδίδως τῷ πλησίον τοῦ ἰοῦ τῆς πικρίας. Μὴαἰσχυνθῇς φυλάξαι εὐλάβειαν ἐν ταπεινῇ καρδίᾳ· οἱ γὰρ διαστρέφοντές σε οὐ μήσε ὠφελήσουσιν ἐν ἡμέρᾳ ἀνάγκης. Τὸν Θεὸν φοβοῦ ἐν ὅλῃ ἰσχύϊ σου, καὶαὐτός σε σοφίσει τὸ πῶς σε δεῖ σωθῆναι. Ἔχε δὲ ταπείνωσιν καὶ πρᾳότητα, καὶἐπελεύσεται ἐπὶ σὲ ἡ χάρις τοῦ φόβου Κυρίου. Οὐδὲν ἔχει ὁ μολυσμὸς τῆς σαρκός, εἰ μὴ τὴν κατάγνωσιν καὶ τὸ πῦρ τὸἄσβεστον· ὁ δὲ ἁγιασμὸς καὶ ἐν τῷ αἰῶνι τούτῳ ἔπαινον καὶ καύχημα, καὶ ἐντῷ μέλλοντι στέφανον ἀμάραντον. Τὸ σῶμά σου, ἀδελφέ, ναός ἐστι τοῦ ἉγίουΠνεύματος τοῦ ἐν σοὶ οἰκοῦντος. Ἐπιμελοῦ οὖν τοῦ ναοῦ, ἵνα μὴ λυπήσῃς τὸνἐνοικοῦντα ἐν αὐτῷ. Ἀλλ' ἴσως ἐρεῖ τις· κἀγὼ ἐβουλόμην φυλάξαι ἐμαυτὸν τοῦμολυσμοῦ, καὶ τί ποιήσω, ὅτι οὐ περιγίνομαι; Ὁμοῖόν ἐστι τοῦτο τῷ βουλομέ-νῳ τῶν πολεμίων ἐπικρατεῖν ἄτερ μάχης καὶ πόνου· ὅπουγε καὶ ἡμεῖς καθ' ἑαυ-τῶν ἐπιδιδόαμεν βέλη τοῖς καθ' ἡμᾶς πολεμοῦσιν. Ὅταν γὰρ νωθρῶς καὶ ἀφυ-λάκτως διακείμεθα πρὸς τὴν ἀσφάλειαν τῶν θυρίδων τῆς ψυχῆς, οὐχὶ ἐπίβου-λοί ἐσμεν τῆς ἑαυτῶν σωτηρίας, δίοδον παρέχοντες τοῖς ὑπεναντίοις; Ὅταν γὰρτοῖς ἑαυτῶν ὀφθαλμοῖς ἀδεῶς κεχρήμεθα, κατανοοῦντες ἃ μὴ δεῖ, ὅπου οὐδὲ τὸἑαυτοῦ σῶμα προσήκει ἀδεῶς κατανοεῖν τὸν ἐν ἀρετῇ ἐξεταζόμενον; Διὰ τοῦτοἑαυτοῖς προξενοῦμεν τὰς βλάβας. Ὅταν πάλιν τὴν ἑαυτῶν ἀκοὴν κλίναντεςπρὸς μοχθηρὰς ἀκοὰς καὶ ᾄσματα πορνικά, οὐχὶ ἑαυτοῖς προξενοῦμεν τὰς ζη-μίας; Ὁμοίως καὶ τὸ στόμα ἑαυτῶν μολύνοντες ἐν καταλαλιαῖς καὶ αἰσχρολο-γίαις, οὐ χαλινοῦντες τὴν ἑαυτῶν γλῶσσαν, ἀλλὰ καθὼς γέγραπται· ἡ γλῶσσακαθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν