The Greek Library Catalogue

Anonymous

De patientia et compunctione. Sermo adhortatorius

Edition reference
De patientia et compunctione. Sermo adhortatorius, ed. Phrantzolas, op. cit., vol. 4, 320–332.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg072.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

325

τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης· τὴν ὄσφρησιν μύροις

καὶ ἀρώμασι καταπλήττοντες, τὰς χεῖρας ἀτάκτως ἐπιβάλλοντες πρὸς τὰ μὴ

326

καθήκοντα, τοὺς πόδας ἐπιρρίπτοντες εἰς ὁδὸν οὐκ εὐθεῖαν. Καὶ ταῦτα οὕτω

διαπράττοντες, πῶς δυνησόμεθα δραχμὴν σωφροσύνης ἀνῦσαι τῷ Κυρίῳ, ἀλλ'

οὐδὲ τὸ πρόσωπον τῆς γῆς ὁμαλίσαντες δι' ἐγκρατείας καὶ γενναίων πόνων;

Πῶς δὲ δυνατὸν κωλύειν τὸν καπνὸν τοῦ μὴ εἰσβάλλειν ἔνδον, τῶν θυρί-

δων ἀνεῳγμένων οὐσῶν, τοῦ ἐξ ἐναντίας ἀδιαλείπτως πῦρ ὑποκαίοντος; Ἐὰν

παραιτῇ τὸν καπνόν, ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ μελανωθῇ σου ὁ οἶκος διὰ

τῶν αἰσθήσεων. Ἐν χειμερινῇ ὥρᾳ ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ ὑπὸ τοῦ ψύ-

χους παραβλαβῇ σου τὸ σῶμα· περὶ δὲ τὴν τῆς ψυχῆς ὠφέλειαν, πῶς νωθρῶς

διακείμεθα; Λόγον δεῖ ἡμᾶς δοῦναι τῷ ἐτάζοντι καρδίας, πῶς διεφυλάξαμεν ὃν

ἐνεπιστεύθημεν ναόν. Τοῦ ἐκ πηλοῦ καὶ λίθων καὶ ξύλων δημιουργηθέντος

οἴκου, ἔνθα τὸ σῶμα θάλπεται, ἐπιμελούμεθα σπουδαίως, τοῦ δὲ κρείττονος

καταμελοῦμεν. Μεγάλη οὖν αἰσχύνη ἔσται τότε καὶ κρίσις ἀπότομος τῷ κατα-

φθείραντι τὸν ναὸν τοῦ Κυρίου, ἐὰν μὴ διὰ μετανοίας ἔτυχεν ἀφέσεως καὶ διὰ

ἰδίων δακρύων τοὺς σπίλους ἀπέπλυνε.

Μισήσωμεν κενοδοξίαν καὶ ὀκνηρίαν καὶ τὴν ὀξυχολίαν, τὰ ἄκαρπα εἴδη.

327

Κατανοεῖν δεῖ τὰς πολιτείας τῶν Ἁγίων καὶ μιμεῖσθαι αὐτῶν τὸν βίον. Νήψω-

μεν, μήποτε αἱ σπουδαῖαι γυναῖκες κατακρινοῦσιν ἡμᾶς. Κατάμαθε τὸ σπου-

δαῖον καὶ ταπεινὸν τῆς Ῥεβέκκας, καὶ θαυμάσεις ἐπὶ τῇ ἀρετῇ τῆς μακαρίας,

πῶς ὑπεδέξατο τὸν ξένον. Γέγραπται γάρ· καταβᾶσα δὲ Ῥεβέκκα ἐπὶ τὴν

πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς

καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· πίε, κύριε.

Καὶ ἔσπευσε καὶ κατήνεγκε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα ἑαυτῆς καὶ ἐπότισεν

αὐτόν, ἕως οὗ ἐπαύσατο πίνων. Καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι.

Καὶ πρὸ πολλῶν γενεῶν τὴν εὐαγγελικὴν φωνὴν ἐπλήρου· ἔφη γὰρ ὁ Κύριος·

ἐάν τις σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο. Οὕτω καὶ αὕτη ἡ μακα-

ρία τὴν χάριν ἐδιπλασίασεν, εἰποῦσα· πίε, κύριε· καὶ ταῖς καμήλοις σου ὑδρεύ-

σομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ εἰρηκυῖα, οὐκ ἔστη ἕως τούτου, ἀλλὰ καὶ

ἔργῳ ἀπεπλήρου τὸν λόγον, κατὰ τὸ γεγραμμένον· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία

τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει. Πᾶσαν γάρ, φησίν, ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ

ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς κα-

328

μήλοις. Καὶ ὅρα ἀρετὴν ψυχῆς· οὐδὲν ὀκνηρόν, οὐδὲν ὑπερήφανον, οὐδὲν ἀλα-

ζονικόν· τὸν ξένον, κύριον ἐκάλει· τῷ ὁδοιπόρῳ ὡς γνησία θεραπαινὶς ὑπούρ-

γει. Οὕτω καὶ ὁ Ἰακὼβ πεποίηκεν, ἀποκυλίσας τὸν λίθον ἀπὸ τοῦ φρέατος καὶ

ποτίσας τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. Ἀλλ' ἴσως παρελ-

θών τις λέξει· διὰ τὴν συγγένειαν τοῦτο πεποίηκεν. Ἐλεγχθήσεται δὲ ὁ τοιοῦ-

τος ὑπὸ τῶν πράξεων Μωυσέως· λέγει γὰρ ἡ ἁγία Γραφή· ἀνεχώρησε δὲ Μω-

υσῆς ἀπὸ προσώπου Φαραώ, καὶ ἐλθὼν εἰς γῆν Μαδιάμ, ἐκάθισεν ἐπὶ τοῦ φρέ-

ατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα

Ἰοθὸρ τοῦ πατρὸς αὐτῶν· παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀνα-

στὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν.

Μεγάλη ἡ χάρις ἡ λάμπουσα ἐν ταῖς ψυχαῖς τῶν ὁσίων σου, Κύριε· τὴν

γὰρ μητέρα τῶν ἀρετῶν ἐνεδύσαντο, τὴν ἀνυπόκριτον ἀγάπην. Μετὰ πόνου οὖν

καὶ σπουδῆς ἀγάπα ἀκροᾶσθαι τῶν θείων Γραφῶν τὰ διδάγματα. Τῆς τροφῆς

τοῦ σώματος ἐπιμελούμεθα καθ' ἑκάστην ἡμέραν, ἐν ἀρτύμασι ταύτην παραρ-

τύοντες· τῆς δὲ τροφῆς τῆς ψυχῆς ἀμελοῦμεν. Καταφρονεῖν δεῖ μᾶλλον, φιλό-

329

χριστοι ἀδελφοί, τῆς βρώσεως τῆς σαρκός, ἵνα διατραφῇ ἡ ψυχὴ ἐν Πνεύματι

Ἁγίῳ. Ἔσθιε καθ' ἑκάστην ἄρτον, ὃν δίδωσιν ἡ σοφία τοῦ Θεοῦ καὶ πίνε ὕδωρ

τὸ ἐκπορευόμενον ἐκ πέτρας πνευματικῆς, ἵνα ἀνδρυνθῇ σου ὁ νοῦς πρὸς τὸν

τῆς γνώσεως φωτισμόν. Ἡ γὰρ ἀπόλαυσις τῶν αἰσθητῶν βρωμάτων, ἕως οὗ

διαβῇ ὁ ψωμὸς τὸν φάρυγγα, καὶ εὐθέως πέπαυται αὐτῶν τὸ ἡδύ.

Τί δὲ ἐπαίρῃ, ὦ ἄνθρωπε, καὶ ἐν ἐσθῆτι λαμπρᾷ; Ὅταν γάρ τις περι-

βληθῇ ἐσθῆτα πολυτελῆ δι' ὅλης τῆς ἡμέρας, καταλαβούσης τῆς νυκτὸς ταύτην

ἀποδύεται, καὶ φαγὼν καὶ ἐμπλησθείς, πρὸς τὸν ὕπνον τρέπεται· καὶ πολλάκις

ἕρπουσιν ἐπ' αὐτὸν θηρία καὶ ἑρπετά, καὶ ἀνάκειται ῥέγχων ὡς νεκρὸς ἀναίσθη-

τος. Πρωΐας δὲ γενομένης, ἀνίσταται συντόμως, καὶ ἀμφιεσάμενος τὰ λαμπρὰ

ἱμάτια, οἴεται ἐπαίρεσθαι ἐν τῇ ματαιότητι ὁ πρὸ ὀλίγου ἐν σκότει κατακείμενος

καὶ μετ' ὀλίγον εἰς τάφον καταλύων. Ἐὰν βούλῃ καυχᾶσθαι, ἐν Κυρίῳ ἔστω

σου τὸ καύχημα. Εἰ δὲ καὶ πλοῦτον ἔχεις, θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐ-

ρανοῖς δι' εὐποιΐας. Ἐὰν γὰρ ἀναβάλλῃ ἕως οὗ ἔλθῃ θάνατος, τῶν Ἀγγέλων

ἐπειγόντων πολλάκις, καὶ οἷς οὐ βούλει καταλείψεις τὸν πλοῦτον.

330

Μὴ φοβηθῇς ἀρχὴν βαλεῖν ἀγαθῆς πολιτείας· ἐὰν γὰρ γεύσῃ μόνον τῆς

γλυκύτητος τοῦ Ἁγίου Πνεύματος, φωτίζεταί σου ὁ νοῦς πρὸς τὴν τῶν ἀκαθάρ-

των μελέτην. Διὸ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ

Κύριος. Μακάριος ὁ εὑρεθεὶς ἐν τῇ ὥρᾳ τοῦ θανάτου θυσία ἁγία εὐάρεστος τῷ

Κυρίῳ, μετὰ χαρᾶς πολλῆς χωριζόμενος τοῦ σώματος καὶ τοῦ βίου τοῦ ματαί-

ου· ὃν θεασάμεναι ἐν οὐρανοῖς αἱ στρατιαὶ τῶν Ἀγγέλων, ἐπαινέσουσιν ὡς σύν-

δουλον δόκιμον ἐν Κυρίῳ.

Πάλιν τολμῶ ἐν στόματι ἀκαθάρτῳ ἱκετεύειν σε τὸν ἅγιον καὶ ἄχραντον

καὶ καθαρόν· καὶ ἐκ καρδίας πονηρᾶς καὶ μοιχευούσης καθ' ἑκάστην στεναγ-

μοὺς ἀναπέμπω πρὸς σὲ τὸν ἅγιον καὶ λυτρωτήν. Καθέλκομαι γὰρ καθ' ἑκά-

στην ὑπὸ τοῦ Ἐχθροῦ εἰς μελέτην τῶν ἀκαθάρτων λογισμῶν, καὶ αἰσχύνομαι

ἀναβλέψαι εἰς τὸν οὐρανόν· αἰσχύνη γὰρ καὶ ὄνειδος ἐγενήθη μοι ἀπὸ πλήθους

τῶν ἀδικιῶν μου. Ἱκετεύω δὲ τὴν σὴν ἀγαθότητα, συμπάθησον ὡς εὔσπλαγ-

χνος. Ἐκδίωξον ἐκ τῆς ἐμῆς διανοίας τὸν δόλιον φθορέα καὶ ἀθώωσόν με πρὸ

θανάτου τῆς μερίδος τῶν ἀσεβῶν. Μνήσθητί μου, Κύριε, ἐν ἐλέει καὶ οἰκτιρ-

μοῖς, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν τοῦ δούλου σου. Μὴ καταδικασθείην

331

μετὰ τῶν ὑπερηφάνων· μὴ ἀπορριφείην ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· μὴ

γενηθείην μερὶς τῆς ἀπωλείας· μὴ καταποντισθείην εἰς βάθη ἀβύσσου· μὴ κατα-

κλεισθείην ἐν τοῖς ταμιείοις τοῦ ᾅδου· μὴ ὑποστρώσωσιν ὑποκάτω μου σῆψιν,

καὶ τὸ κατάλυμά μου μὴ ἔστω σκώληξ· μὴ συγκλεισθείην ἐν σκότει αἰωνίῳ ὑπὸ

θεμελίων ὀρέων, δεδεμένος δεσμοῖς ἀϊδίοις· μὴ παραδοθείην ἀγγέλῳ ἀνηλεεῖ·

μὴ κατακαυθείην ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Μνήσθητί μου, Κύριε, καὶ σῶσόν

με, Ἅγιε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος. Σὺ εἶπας, Κύριε, αἰτεῖτε καὶ δοθήσεται ὑ-

μῖν. Ἔλεος αἰτοῦμαι καὶ οἰκτιρμούς· παρέχεις γὰρ πλουσίως πᾶσι καὶ οὐκ ὀνει-

δίζεις, Δέσποτα Κύριε Παντοκράτορ· ἀγαθὸς γὰρ ὑπάρχεις καὶ φιλάνθρωπος.

Δὸς χάριν ἡμῖν εὑρεῖν ἐνώπιον τῆς δόξης σου, Κύριε. Δοξασθήτω δὴ καὶ ἐν ἡ-

μῖν τὸ ὄνομά σου, Κύριε. Δεξάσθωσαν ἡμᾶς, Κύριε, οἱ δίκαιοι μετ' εὐφροσύνης

εἰς τὰς αἰωνίους σκηνάς, ῥυσθέντας ἐκ χειρὸς τῶν ὑπερηφάνων. Τίς ἀκούων τὸ

φρικῶδες ῥῆμα παρασιωπήσει τοῦ βοᾶν πρὸς σὲ καθ' ἑκάστην ὥραν; Φησὶ γὰρ

ἡ ἁγία Γραφή· εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φα-

332

νεῖται; Ἡμεῖς δὲ τοῖς οἰκτιρμοῖς σου πεποιθότες, ἐπιμένομεν δεόμενοι τοῦ ῥυ-

σθῆναι τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ τοῦ φόβου τοῦ μέλλοντος. Πάλαι μὲν γὰρ ὁ

Ἄγγελός σου, Κύριε, δραξάμενος τῆς κόμης τοῦ προφήτου Ἀββακούμ, ἐν στι-

γμῇ ὥρας ἔθετο ἐν Βαβυλῶνι, ἐπάνω τοῦ λάκκου τῶν λεόντων· καὶ πάλιν πα-

ραχρῆμα ἀποκατέστησεν ἐν τῇ γῇ τῇ ἰδίᾳ· ἡμᾶς δέ, Κύριε, ἡ χάρις σου ἀναλά-

βοι καὶ ἀφόβως διαβιβάσοι ἐκεῖνο τὸ χάος τὸ μέγα καὶ φοβερόν, ὃ ἐστήρικται

ἀναμέσον δικαίων καὶ ἀδίκων, ὅπως ῥυσθέντες εἴπωμεν· δόξα τῷ Πατρί, τῷ

ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ σκότους τοῦ ᾅδου καὶ θεμένῳ ἐν παραδείσῳ τρυφῆς· δό-

ξα τῷ Υἱῷ, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ αἰωνίου σκώλη-

κος, καὶ ἀξιώσαντι ἡμᾶς κληρονόμους γενέσθαι τῆς ἄνω Ἱερουσαλήμ· δόξα τῷ

Ἁγίῳ Πνεύματι, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ φθορᾶς ἁμαρτιῶν καὶ αἰωνίου αἰσχύ-

νης, καὶ στεφανώσαντι ἡμᾶς ἐν ἀγαλλιάσει ἐν φωτὶ ἀληθινῷ καὶ ὑπερβαλλούσῃ

δόξῃ, εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Εἰς τὸν λόγον, ὃν εἶπεν ὁ Κύριος,ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε·καὶ περὶ τοῦ τέλειον εἶναι τὸν ἄνθρωπον} Ὁ Δεσπότης καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θέλων σωθῆναι τὸ τῶνἀνθρώπων γένος καὶ ῥυσθῆναι τῆς τοῦ Διαβόλου καταδυναστείας καὶ πάντωντῶν κοσμικῶν δεσμῶν ἡμᾶς ἐκλυτρῶσαι καὶ τὴν γέενναν διαφυγεῖν καὶ τῆς τῶνοὐρανῶν βασιλείας ἐπιτυχεῖν, καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστό-λων καὶ Προφητῶν τὴν ἐν τῷ αἰῶνι τούτῳ στενοχωρίαν καὶ θλῖψιν καὶ τὸ μὴζητεῖν ἡμᾶς ἀνάπαυσιν ἐν τῷ παρόντι παραινεῖ, λέγων· ἐν τῷ κόσμῳ τούτῳ θλῖ-ψιν ἕξετε. Ὁμοίως οἱ Ἀπόστολοι λέγουσιν ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶςεἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ τοῦτο καὶ τὰς θλίψεις καὶ τὰ πα-θήματα πάντων τῶν Ἁγίων, ὁμοίως καὶ τὰ ἑαυτοῦ τῆς ἐνσάρκου οἰκονομίαςπάθη, ἃ ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἔπαθεν, ἐγγράφως ἡμῖν παρέδωκεν, ἵναδι' αὐτῶν μάθωμεν ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι ἐν ἀνέσει τὸν παρόντα βίονδιελθεῖν, ἢ ἄνευ πειρασμῶν καὶ θλίψεων ἐν τούτῳ τῷ κόσμῳ γενέσθαι. Οὔτεγὰρ τὴν κόλασίν τις δύναται φυγεῖν, οὔτε τῆς βασιλείας ἐπιτυχεῖν καὶ τῶν αἰω-νίων ἀγαθῶν ἀπολαῦσαι χωρὶς θλίψεων καὶ πειρασμῶν. Κατανοήσατε γάρ, ἀγαπητοί, ὅτι οὐδεὶς δύναται θερίσαι τῷ θέρει, ἐὰν μὴσπείρῃ τῷ χειμῶνι· οὔτε ἄμπελον τρυγῆσαι καὶ ἐκ τοῦ οἴνου αὐτῆς εὐφραν-θῆναι, ἐὰν μὴ πρότερον πολλὰ κοπιάσας φυτεύσῃ τὴν ἄμπελον καὶ ἀναμείνῃτὸν καρπὸν αὐτῆς ἐν τῷ καιρῷ τῷ ἰδίῳ. Οὕτω δὲ καὶ ἡμεῖς ἐν τῷ κόσμῳτούτῳ, ἐὰν μὴ ἀποταξάμενοι τοῖς σαρκικοῖς παθήμασι καὶ φρονήμασι καὶ πᾶσιτοῖς γηΐνοις πράγμασι, καὶ ταπεινώσωμεν ἑαυτοὺς καὶ ὑπωπιάσωμεν καὶ δου-λαγωγήσωμεν σὺν τῷ κόσμῳ, καὶ κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν περι-πατήσωμεν, καθὼς αὐτός φησιν, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις,ἐν διωγμοῖς, ἐν κόποις, ἐν μόχθοις, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐνδίψει, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάντα νῦν κατὰ μέρος ἀπαριθμοῦμαι. Εἰγάρ τις θέλει τὰ τούτου παθήματα καὶ τὰς θλίψεις διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁχρόνος· τὰς διαποντίους ἀποδημίας καὶ τὰ ναυάγια, τὰς ἐπιπόνους καὶ ἐπικιν-δύνους ὁδοιπορίας, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς τῶν συγγενῶν ἐπιβουλίας,τὰς τῶν ψευδαδέλφων ἐπαναστάσεις, τὸ καθ' ἑκάστην 〈μετὰ〉 ἀσθενούντωνἀσθενεῖν καὶ τὸ καθ' ἑκάστην θανατοῦσθαι. Ταῦτα πάντα διηγήσατο, ὡς περὶ ἑτέρων λέγων, τὰ οἰκεῖα παθήματαστηλιτεύων καὶ προτρεπόμενος πάντας διὰ τῆς ὑπομονῆς εἰς τὴν αἰώνιον καταν-τῆσαι ζωήν, δεικνὺς ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι δι' ἄλλης βαδίσαι ὁδοῦ·σχεδὸν γὰρ διὰ θλίψεων καὶ πειρασμῶν τὸν πάντα καιρὸν αὐτοῦ διελθὼν ὁ Ἀ-πόστολος. Ἡμεῖς δὲ οἱ ταλαίπωροι οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ὑπομένομεν, ἀλλ'ἐν ἀνέσει καὶ τρυφῇ διάγοντες τῶν αἰωνίων ἀγαθῶν ἐπιτεύξασθαι προσδο-κῶμεν. Καὶ πῶς ἂν εἴη τοῦτο δυνατόν; Εἰ γὰρ οἱ τὸν ἐπίγειον πλοῦτον κτήσα-σθαι ἐπιποθοῦντες, πάντα κίνδυνον καὶ πειρασμὸν ὑπομένουσι, πόσῳ μᾶλλονἡμεῖς οἱ τὸν οὐράνιον πλοῦτον θέλοντες κτήσασθαι καὶ τῆς ἀεὶ μενούσης ἀπο-λαῦσαι τρυφῆς ὀφείλομεν πάντων 〈τῶν〉 ἐπιπόνων ἔργων καταφρονεῖν καὶ παν-τὸς κινδύνου καὶ πειρασμῶν κατατολμῆσαι; Ἐὰν γὰρ μὴ προθύμως μετὰ πόθουκαρδίας πάντα πόνον ὑπομείνωμεν καὶ μετὰ κατανύξεως καὶ συντετριμμένηςκαρδίας σπείρωμεν τὰ δάκρυα, πῶς ἐκεῖ θερίσωμεν μὴ ἐκκλαιόμενοι, ἢ πῶςμετὰ ἀγαλλιάσεως τὰ τῶν ἀρετῶν δράγματα εὕρωμεν; Οὐ γὰρ ἁπλῶς εἶπεν ὁΠροφήτης τὸν οἷον δήποτε μετὰ ἀγαλλιάσεως αἴρειν τὰ δράγματα αὐτοῦ, ἀλλ'οἱ σπείροντες ἐν δάκρυσι· τουτέστι οἱ ἐν τῷ παρόντι ταπεινώσαντες ἑαυτοὺς καὶμετὰ κατανύξεως, μετὰ δακρύων, ἐν συντετριμμένῃ καρδίᾳ δεόμενοι τοῦ Κυρίου,καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν μετὰ εὐχαριστίας ὑπομένοντες. Οὗτοι τῆςαἰωνίου ζωῆς ἀπολαύουσι καὶ ἐν χαρᾷ εἰς αἰῶνα αἰῶνος ἀναπαύονται. Οὐ γὰρτοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τοσαῦτα ἡτοίμασεν ἀγαθά, ἀλλὰ τοῖς τὰς ἐντολὰςαὐτοῦ φυλάσσουσι καὶ πορευομένοις κατὰ τὰ ἐντάλματα αὐτοῦ· οὐ γὰρ τὴν γέ-ενναν ἀκαίρως ἠπείλησε καὶ τὰ λοιπὰ κολαστήρια, εἰ μὴ τοῖς παραβαίνουσιναὐτοῦ τὰς ἐντολὰς καὶ τοῖς τῆς σαρκὸς πάθεσι δουλωθεῖσι καὶ πᾶσι διαβολικὴνμετελθοῦσιν ἐργασίαν, οἵτινες τὸν τοῦ Θεοῦ φόβον ἀφ' ἑαυτῶν ἀπέρριψαν καὶοὐδὲν τῶν μελλόντων προσεδόκησαν. Οὗτοι τοῖς προειρημένοις παραπέμπονταικολαστηρίοις. Πῶς οὖν καὶ ἡμεῖς ἐκφύγωμεν τὸ αἰώνιον πῦρ καὶ τὸ σκότος τὸ ἐξώτερονκαὶ τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὰ ἄλλαπάντα κολαστήρια τὰ διηγορευμένα, ἐν ἀνέσει καὶ τρυφῇ καὶ ῥᾳθυμίᾳ καὶ χαυ-νότητι καὶ ἀμελείᾳ τὰς ἡμέρας ἡμῶν ἀναλίσκοντες, καὶ ἐν λογισμοῖς ἀκαίροιςκαὶ ματαίοις καὶ ῥυπαροῖς καὶ αἰσχροῖς συγκατατιθέμενοι; Πῶς δὲ τὸν αἰώνιονκλαυθμὸν διαφύγωμεν, πάντοτε ἐν γέλωτι καὶ ἀδιαφορίᾳ τὸν ἅπαντα τῆς ζωῆςἡμῶν χρόνον διάγοντες; Ταλανίζων γὰρ ὁ Κύριος τοὺς γελῶντας καὶ μακαρί-ζων τοὺς πενθοῦντας, ἔλεγεν· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε·καὶ μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἕως οὖν ἔχομενκαιρόν, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν πρὸς τὸν Θεόν, καὶ μετὰκλαυθμοῦ καὶ κατανύξεως καὶ συντετριμμένης καρδίας δεηθῶμεν τοῦ Κυρίου,καθὼς ὁ Προφήτης λέγει· δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶκλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ἵνα τῶν προειρημένων κακῶνῥύσηται ἡμᾶς καὶ ἀξιώσῃ τῆς ἐπουρανίου αὐτοῦ βασιλείας. Ναί, ἀγαπητοί, προσπέσωμεν αὐτῷ μετὰ δακρύων, ἀναιδῶς αἰτούμενοιτὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ὠφελεῖ τὰ δάκρυα ὧδε καὶ κατασβεννύει τὴνφλόγα τῆς ἁμαρτίας, καὶ ἐνταῦθα ἡμῶν ὄντων, καὶ πρὸς αὐτὸν ἐπιστρεφόντων·καὶ δέχεται καὶ προσίεται καὶ σῴζει, καὶ τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀξιοῖ.Ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ δικαιοκρισία καὶ ἀνταπόδοσις ἔργων. Νῦν μὲν γὰρ ἐνερ-γεῖ τὸ ὕδωρ τῶν δακρύων, τότε δὲ πῦρ τὰ ἔργα τῶν ἀνθρώπων δοκιμάζει. Ὧ-δε οὖν ἐνεργεῖ τὸ ταπεινοῦσθαι καὶ πενθεῖν, ἐκεῖ δὲ ἀπελθόντων ἀνόνητα γενή-σεται τὰ δάκρυα ἡμῶν, καὶ ἀνοιμώξομεν καὶ κλαύσομεν πικρῶς καὶ βρύξομεντοὺς ὀδόντας, καὶ οὐδεὶς ὁ ἐλεῶν ἡμᾶς. Τί δὲ ἐγὼ ποιήσω ὁ ἀμελὴς καὶ χαῦνος καὶ ῥᾴθυμος, ταῦτα καὶ λέγων