De paenitentia
- Edition reference
- De paenitentia, ed. Phrantzolas, op. cit., vol. 5 (1994) 9–106.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg076.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
11
γίνεσθε ἐπὶ δέκα πόλεις. Ἀργύριον λαμβάνεις, Κύριε, καὶ πόλεις χαρίζῃ. Τά-
λαντα δέδωκας, καὶ πόλεις προδίδως. Ναί, φησίν· αἱ πόλεις εἰσὶ τῆς μετανοίας
γεώργιον. Ἐπειδὴ τῆς ἑαυτῶν σωτηρίας γεγόνατε πρόξενοι, κἀγὼ ὑμᾶς ἄρχον-
τας λαῶν καθίστημι πρὸς εὐδοξίαν. Καλῶς οὖν εἴπομεν ὅτι τοῦ Θεοῦ βαλάντιόν
ἐστιν ἡ μετάνοια, διότι ἐν αὐτῇ ἡ ἐνάρετος πολιτεία συνίσταται.
Εἶδεν ὁ Θεὸς ὅτι τὸ γένος τῶν ἀνθρώπων συνταράττει ὁ Ἐχθρός, καὶ
ἀντικατέστησεν αὐτῷ τὴν μετάνοιαν εἰς καθαίρεσιν. Ἐκεῖνος πείθει ἁμαρτάνειν,
ἡ δὲ μετάνοια ἑτοίμη προσδέξασθαι τὸν ἁμαρτάνοντα· ὁ Ἐχθρὸς ἀναγκάζει πα-
ρανομῆσαι, καὶ ἡ μετάνοια νουθετεῖ ἐπιστρέψαι· ἐκεῖνος βιάζεται εἰς ἀπόγνωσιν,
αὕτη ἐλπίδα σωτηρίας ἐπαγγέλλεται. Κατασπᾷ τὴν συνείδησιν ἡ ἁμαρτία, ἡ δὲ
μετάνοια βακτηρία αὐτῆς γίνεται εἰς ἀνάπαυσιν· Κύριος γὰρ ἀνορθοῖ κατερραγμέ-
νους, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτο ποιεῖ. Ὅταν γὰρ ἀκούσῃς τοῦ Δαυῒδ λέγον-
12
τος, ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν, σύνες ὅτι διὰ τῆς
μετανοίας, εἴρηκε, παρεκάλεσαν. Ὁ Δράκων πείθει ἀσεβεῖν, καὶ λυπεῖσθαι πα-
ρασκευάζει, ἡ δὲ μετάνοια παρακαλεῖ μὴ ἀδημονεῖν, μηδὲ τὰ πρὸς σωτηρίαν
ἀπογινώσκειν. Τυφλοῖ ἡ κακία τὴν διάνοιαν, ἀλλ' ἡ μετάνοια λύχνον ἅψασα
δείκνυσιν αὐτῇ τὸν Θεὸν μήκοθεν. Λύχνος τοῖς ποσὶ τοῦ μετανοοῦντος γίνεται ὁ
νόμος, ἀλλ' οὐ δίχα τῆς μετανοίας.
Τί λέγεις, Προφῆτα; Ὁ λύχνος οὐ τοῖς ὀφθαλμοῖς φαίνει; Μὴ οἱ πόδες
ὀφθαλμοὺς ἔχουσι; Πῶς οὖν ἀφεὶς τοὺς ὀφθαλμούς, τοῖς ποσὶ δίδως τὸ βλέ-
πειν; Οἱ πόδες τῆς ψυχῆς εἰσιν οἱ ὀφθαλμοί. Ἡ σὰρξ πορεύεται ἵνα ἴδῃ, ἡ ψυχὴ
δὲ νοοῦσα τοῦτον καθορᾷ μὴ κινουμένη. Τῇ ψυχῇ τὸν λύχνον ὁ Προφήτης ἀνῆ-
ψεν· οὐ γὰρ χρεία ὕλης τοῖς νοεροῖς ὀφθαλμοῖς. Ἐν τῇ μετανοίᾳ ὁ νόμος γίνε-
ται λύχνος, ἐπειδὴ οἱ ἁμαρτάνοντες δι' αὐτῆς πάλιν τῷ Θεῷ συντυγχάνουσιν.
Ἐσκοτίσθη ὁ ἀνομήσας. Οὐ θεωρεῖ τὴν ἀγαθότητα. Πῶς; Ἐπειδὴ ἀπογνώσεως
αὐτὴν ὁ Ἐχθρὸς ἐμπίμπλησιν· ἡ δὲ μετάνοια ὡς καλὸς ἰατρὸς τοὺς κόπους καὶ
τὸ νέφος τῆς ψυχῆς περιαιροῦσα, τὸ φῶς τῆς τοῦ Θεοῦ χρηστότητος αὐτῇ δεί-
κνυσι. Περικόπτει τοῖς ἀσεβοῦσι τὴν ἀνάνευσιν ὁ Διάβολος, ὑποτιθέμενος τῆς
13
μετανοίας τὸ τραχύ, καὶ ἡ μετάνοια ὁρῶσα τὴν πανουργίαν, γλυκυτέρα προσ-
έρχεται, λέγουσα· μόνον Θεοῦ ὑπομνήσθητε, κἀγὼ ὑπὲρ ὑμῶν ἀγωνίζομαι.
Λάβετε ἐν νῷ τὴν εὐσπλαγχνίαν αὐτοῦ, κἀγὼ πρεσβεύω ὑπὲρ ὑμῶν μετὰ στενα-
γμοῦ. Μόνον κουφότερον στενάξατε, ἁμαρτωλοί, μετανοοῦντες, καὶ ποιῶ ὑμᾶς
οἰκέτας Θεοῦ. Εἶπε καὶ Ἠσαΐας προφήτης· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε
σωθήσῃ. Ἰδού σοι μαρτυρίαν προσάγω, φησί· μετανόησον μόνον. Ἐὰν στενάξῃ
ὁ ἁμαρτήσας, σὺν τῷ στεναγμῷ καὶ τὸ βάρος τοῦ Δράκοντος συνεξέρχεται· καὶ
κουφισθείσης τῆς διανοίας, τὸ νέφος τῆς ἀγνοίας ἀποδιώκει, καὶ γίνεται ἐν γα-
λήνῃ τῆς ψυχῆς ὁ ὀφθαλμός, καὶ εὐθὺς ἡ μετάνοια χειραγωγεῖ αὐτὴν πρὸς
σωτηρίαν.
Τότε οὐ μόνον στενάξει, ἀλλὰ καὶ δακρύσει ἐν πόνῳ πλείονι. Διατί; Ἐ-
πειδὴ ἡ ψυχὴ ὡς πατέρα ἰδοῦσα τὸν Θεὸν διὰ χρόνου· κινεῖται εἰς δάκρυα, ὅτι
εἶδε διὰ χρόνου τὸν γεννήσαντα. Διὸ ποιεῖται δάκρυα, καὶ πείθει Θεὸν ὅτι στέρ-
γει πατρὸς εὔνοιαν, καὶ καθαίρεται ἀπὸ τῆς ὀφιώδους καταστάσεως. Οὐκ ἤκου-
σας ὅτι εἶπεν ὁ Δαυΐδ, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου; Ἀλλὰ πρῶτον
14
ἐστέναξε, καὶ οὕτως ἐδάκρυσε. Δείκνυμί σοι καὶ ἀπὸ τῆς μεγίστης φύσεως, ὅτι
πρῶτον ἄνεμος γίνεται, καὶ ὁ ὑετὸς αὖθις ἐπιγίνεται· πρῶτον βροντὴ ὠρύεται,
καὶ αὖθις τὸ νέφος ἀποστάζει. Ἔστι στεναγμὸς δίχα φωνῆς, καθὼς ὁ ἅγιος Παῦ-
λός φησι, ὅτι 〈τὸ〉 Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν. Μνήμη
τοῦ Θεοῦ τοῖς ἁμαρτωλοῖς στεναγμὸς γίνεται, ὅτι πάλιν ὁ Δαυῒδ λέγει· ἐμνή-
σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην· οἱ γὰρ μετανοοῦντες χαίρουσιν, ὅτι ἀπηλλάγησαν
τῶν δεσμῶν τοῦ Δράκοντος.
Οὐκ ἔστι χείρων δεσμὸς ὡς ἡ ἐκ τῆς ἁμαρτίας τύφλωσις, οὔτε ἄλυσις
πρὸς τὴν τῆς ὄψεως πήρωσιν, ὅτι ἡ ψυχὴ ἐν σκότει ἐστὶ τῆς ἁμαρτίας, ἐν ἁλύ-
σει πεφυλάκισται. Ἐν φυλακῇ ἀφωτίστῳ διατελοῦσα ἀγνοεῖ ὅτι ἐν ἀγνοίᾳ δια-
πορεύεται. Εἶπε καὶ ἑτέρωθι ὁ ψαλμός· οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει
διαπορεύονται· ὅτι ἡ ἄγνοια τόπος ἐστὶ φυλακῆς, τὴν ψυχὴν συμποδίζων εὐχε-
ρῶς. Καὶ ὁ Παῦλος ἀπόστολος εἴρηκεν ὅτι ὁ Θεὸς μετέστησεν ἡμᾶς ἐκ τῆς ἐξ-
ουσίας τοῦ σκότους εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· ἦν γὰρ ἡ ἀνθρωπότης ὡς
ἐν σκότει συγκεκλεισμένη διὰ τὴν ἀγνωσίαν τῆς θεότητος.
15
Ἔλουεν ἐν δάκρυσι τὴν κλίνην αὐτοῦ ὁ στενάξας Δαυΐδ· ἦν γὰρ ῥερυπωμέ-
νος τῇ μοιχείᾳ· ἀλλ' ἔλουεν ἐν δάκρυσι τὴν στρωμνὴν αὐτοῦ, ἣν ἐρρύπωσε τῇ
παρανόμῳ συμπλοκῇ. Ὁ αὐτὸς δὲ εἶπεν· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Κό-
πος δὲ στεναγμοῦ ἐστὶ τῶν δακρύων τὸ πλῆθος· κόπος στεναγμοῦ ἐστὶ καρδίας
πόνος. Οὐκοῦν συνέστη ὅτι καὶ τὰ δάκρυα πληθύνουσι προαγόντων τῶν στενα-
γμῶν. Ὅταν γὰρ ἴδῃ ὁ ἀντίπαλος ὅτι ἡττᾶται ὑποβάλλων τοῖς ἀσεβοῦσιν ἀπό-
γνωσιν, ἄλλον ὑπεισάγει τρόπον· κολακεύει προσμένειν ἐν τοῖς πάθεσι, καὶ
κατευθύνει αὐτῶν ἐν ταῖς αἰσχίσταις πράξεσι. Πάλιν δὲ ἡ μετάνοια αὐτῷ ἀντιτί-
θησιν, ἀπὸ τοῦ συνειδότος τὴν κολακείαν ἀφανίζουσα. Νύττει τὴν συνείδησιν,
πλήττει τὸν λογισμόν, ἵνα διυπνίσῃ κοιμωμένην τὴν ψυχήν. Ἡ γὰρ κολακεία
ταράσσει τὴν συνείδησιν, νέφος γίνεται κατ' αὐτῆς, καὶ ἀντιφράττει αὐτῆς τὴν
πρὸς Θεὸν πρόσοδον.
Ἔχει ἡ συνείδησις οἰκείωσιν φυσικὴν καὶ παραγκωνίζεται τὴν παρείσακτον
κολακείαν, ὅτι πολλάκις ἀναιδῶς προσηνέχθη ἡ ἁμαρτία. Ἀπὸ παρατάσεως
χρόνου ἡ συνείδησις περιγίνεται· ἢ γὰρ ἐν σκότει φοβηθέντα ἐλέγχει, ὅτι δι' ἁ-
16
μαρτίας τοῦτο ὑφίσταται—λέγει γὰρ ἡ Γραφή· φεύγει ὁ ἀσεβὴς οὐδενὸς διώκον-
τος· καὶ πάλιν· δίκαιος ὡς λέων πέποιθεν, ἀσεβὴς δὲ φεύξεται καὶ τὴν σκιὰν
ἑαυτοῦ· καὶ ὁ νόμος φησί· καὶ ἐμβαλῶ δειλίαν εἰς τὴν καρδίαν ὑμῶν, καὶ φεύ-
ξεσθε οὐδενὸς διώκοντος, καὶ διώξεται ὑμᾶς φωνὴ φύλλου φερομένου ὑπὸ ἀνέ-
μου—ἢ ἐν νηῒ ὑπὸ σάλου κυμάτων ταραχθείσῃ, ὑπομιμνῄσκει δὲ ἀσέβειαν· ἢ
ἐν σεισμῷ, ὑποτίθεται παρανομίας· ἢ ἐν ὁδῷ μονωθέντα, ἀνάγει ἐπὶ τὰ πάθη.
Τέλος μὴ ἐπιστρέψαντα, ἐν ἀσθενείᾳ καὶ νόσῳ προσπεσόντα σώματος, διελέγχει,
ὥστε αὐτὸν ἐκ τῆς φιλοζωΐας ἐπαγγείλασθαι Θεῷ τὰ πρὸς ἀνατροπὴν τῆς ἁμαρ-
τίας. Ἐκ τῆς προσηνοῦς ζωῆς δεδιὼς ἀποθανεῖν, ἀνέχεται ὑπὸ τοῦ συνειδότος
νυσσόμενος 〈καὶ〉 προσέδραμε τῇ μεσίτιδι Θεῷ καὶ ἀνθρώποις μετανοίᾳ. Εἰ μὴ
ἡδὺ κατεφάνη αὐτῷ τὸ παρόν, παρελογίζετο τὴν σεμνότητα τῆς μετανοίας· ἀλλὰ
θέλων ἔτι ζῆν καὶ δεδιὼς τὸ ἐπίμοχθον, ἐπιστρέφει πρὸς τὸν Θεόν, ἵνα ζήσῃ
ἔτη πλείονα.
17
οὕτω πέπονθεν ὁ ἐν τῷ Εὐαγγελίῳ νεώτερος, ὁ πρὸς τοῦ πατρὸς κλῆρον
λαμβάνων καὶ ἀποδημίαν μακρὰν στειλάμενος· ἀνήλωσε μετὰ πορνῶν τὴν
οὐσίαν· ἐθρύπτετο εὐωχούμενος αἰσχρῶς· κατεδαπάνησε πάντα τὰ περιόντα·
καὶ οὐκ ἠδυνήθη ἐνέγκαι κἂν πρὸς βραχὺ μόνωσιν· ἡ γὰρ μετάνοια λαβοῦσα
τοῦ προτέρου βίου τὸ ἡδύ, ἔτρεψεν εἰς ἔλεγχον· ὅτι οὐκ ἀπὸ τοῦ συμβεβηκότος
ἡ ἀπορία, ἀλλὰ κατά τινος ἐχθροῦ ἀποπλάνησιν γέγονεν. Ἐπόθει τὴν ζωήν, ἣν
εἶπον ποθητήν, καὶ μὴ φέρων θλιβῆναι, ἤνεγκε τὸν ἔλεγχον τῆς συνειδήσεως.
Τὸ οὖν ἁπαλὸν τῆς διαγωγῆς αἴτιον γέγονε τῆς ἐπιστροφῆς. Τὸ μοχθηρὸν τῆς
ἀπορίας, καὶ ἄκοντα αὐτὸν ἤγαγε πρὸς τὴν εὐσέβειαν. Τί λέγει ὁ νεώτερος;
Πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρα-
νὸν καὶ ἐνώπιόν σου.
Ὢ τῆς μετανοίας τῆς σοφῆς! Ὢ τῆς εὐτέχνου οἰκονομίας! Ὅτι οὔτε ὅλως
ζημιοῖ τὸν Θεὸν ἡ μετάνοια. Ἢ γὰρ μακροθυμοῦσα ἢ παρορῶσα ἢ προτρεπομέ-
νη, τὸ ἀζήμιον φυλάττει τῷ κεκτημένῳ. Ἠνέσχετο ἡ μετάνοια ἀπατηθῆναι τὸν
νεανίσκον. Ἐχόρευσεν εἰς αὐτὸν ὁ Διάβολος, ἐποίησεν ὃ ἠθέλησεν. Ἡ μετάνοια
18
ἡσύχασεν, ἐσιώπησεν ὁ ἔλεγχος τῆς συνειδήσεως. Ἐκέλευσεν αὐτῷ τέως μὴ
ἐπιθέσθαι, καὶ ὅτε εὗρε καιρὸν ἀνάγκης, ὡς μήτηρ τὰ σπλάγχνα αὐτῆς ἁπλώ-
σασα περιεπτύξατο. Ἀφεῖλεν αὐτὸν τῆς μητρῴας ἡδονῆς, ἵνα ἀποκαταστήσῃ
εὐσεβείᾳ τῇ μητρί. Κεράτια δίδωσιν ὁ Δράκων τοῖς ὑπηκόοις· πατριὸς γὰρ ὢν
τῶν ἀλλοτρίων τέκνων οὐ φείδεται. Πείθει τὰ πατρικὰ ἀναλῶσαι κακῶς.
Ἐπαγγέλλεται φαντάζων. Πολύφροντιν ποιεῖ κοιμώμενον, καὶ διυπνισθέντα
γελᾶν, ὁρῶντα ἑαυτὸν γυμνὸν καὶ πένητα. Ὢ τῆς πανουργίας τοῦ Δράκοντος!
Ὅτι οὕτω καὶ τοὺς πρωτοπλάστους ἐγύμνωσεν. Ἐπηγγείλατο γὰρ θεότητα,
καὶ ὡς σκώληκας ἐν γῇ κυλίεσθαι παρεσκεύασεν, ἀπογυμνώσας αὐτούς. Εἰ μὴ
ἦν ἡ μετάνοια, ἔκπαλαι τὸ τῶν ἀνθρώπων ᾤχετο γένος. Εἰ μὴ θᾶττον ὤρεξε
χεῖρα διὰ τῆς ἀπολογίας, οὐκ ἂν νῦν ὁ κόσμος συνίστατο.
Λέγει οὖν ὁ νεώτερος· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.
Ἐπέγνω τὸν πατέρα ὁ ἁμαρτήσας υἱός, ἐλέγχων ὅτι πατριός ἐστι καὶ ἐπίβου-
λος ὁ πλανήσας· καὶ εἶδε τὸν δόλον, εἶδε τὴν πλάνην, προσέδραμεν ὡς πρὸς
19
μητέρα, τὴν μετάνοιαν. Ἐπείνασεν ἐπὶ χρόνον, κεράτια σιτούμενος· ἐδίψησεν
ἐπὶ πολὺ τὸν μετὰ χοίρων βόρβορον προσιέμενος· ἀλλ' ἡ μετάνοια, ὡς μήτηρ
εὔσπλαγχνος, παράγουσα τοὺς μαστούς, πάλιν ἐγαλούχει τὸν νεανίσκον. Νή-
πιον ὄντα ἄρτῳ ἐξέθρεψε διὰ τὴν πίστιν, καὶ γενόμενον νεανίσκον γαλουχεῖ, ὅτι
ἡ ἁμαρτία τὴν δύναμιν αὐτοῦ κατεδαπάνησεν. Εἰ μὴ γάλακτος τύχῃ, οὐκ ἂν
ἰᾶτο· πάνυ γὰρ ἠσθένησεν ὑπὸ τῆς αἰσχρότητος καταδαπανήσας τὴν φυσικὴν
διάνοιαν. Καὶ ἀδυναμοῦντα διαναστῆναι, ἡ μετάνοια γαλουχήσασα ἐξανέστησε.
Λίαν ἀσθενοῦντα ἐθεράπευσε καὶ τῷ πατρὶ ἀπέδωκε· τὸ πλανώμενον πρόβατον
τῷ ποιμένι παρέστησεν.
Ὁρᾷς πῶς ἀζήμιον διαφυλάττει τὸν Θεὸν ἡ μετάνοια; Ὁρᾷς ὅτι οὐ πρῶ-
τον τὸ αὐστηρὸν προσίεται τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τὸ προσηνὲς καὶ εὔκολον;
Οὐ προσέθηκε νηστείαν, οὐκ ἀπῄτησεν ἐγκράτειαν, οὐκ ἀγρυπνίαν, ἀλλὰ ἀπὸ
ἐξομολογήσεως αὐτὸν ἀνηγόρευσεν. Ἀπὸ τῶν κουφοτέρων ποιεῖται τὰς ἀρχάς,
εἰδυῖα ὅτι εὐγνώμων ἐστὶν ἡ συνείδησις. Αὕτη ἀναδέχεται τὴν ψυχὴν καὶ σπου-
δάζει τὸ χρέος αὐτὴν εἰσπράξασθαι. Αὕτη τῆς μετανοίας συμμύστης ἐστὶ καὶ
20
σπεύδει καθᾶραι αὑτήν. Τίκτει παντὶ ἡ συνείδησις μέριμναν· θέλει μόνον εἰς
ἐπίγνωσιν ἐνέγκαι τὴν διάνοιαν, καὶ οἶδεν ὅτι εἰς τὰ λοιπὰ ἕξει αὐτὴν ὑπήκοον.
Οἶδε τῆς φύσεως τὴν συγγένειαν· αὕτη γὰρ αὐτὴν ἀνεθρέψατο. Οἶδε τῆς ψυχῆς
τὸ εὐήνιον· ὅτι ἐν αὐτῇ ὡς ἐπιβάτης γίνεται. Πείθει τὴν μετάνοιαν ἀπὸ κουφο-
τέρων αὐτῇ προσελθεῖν, ἀναδεχομένη αὐτῆς τὴν ἀνταπόδοσιν. Μόνον, φησί,
στέναξον, καὶ ἡ ψυχὴ δούλη σου γίνεται. Μόνον σύνες ὅτι ἐπιτάξεις αὐτῇ.
Ἄρ' οὖν ἀπὸ μικροῦ σπέρματος ποιήσει τὸ δένδρον τῆς ζωῆς. Βούλεται
μόνον τὴν μετάνοιαν καταδέξασθαι. Θέλει ἐρεῖσαι ἡ μετάνοια ἐν τοῖς ἁμαρτά-
νουσι, καὶ ῥᾳδίως αὐτοὺς Θεῷ προσάγει. Παρεισελθεῖν βούλεται, ὡς ἥλιος, καὶ
πᾶσαν φωτίσαι τὴν διάνοιαν. Σπεύδει νομὴν κτήσασθαι ἐν ἡμῖν, καὶ μετ' οὐ πο-
λὺ κτήματα εἶναι ποιεῖ Θεῷ· ὡς ἡ ζύμη ἀρξαμένη ὅλον ζυμοῖ τὸ φύραμα. Διὰ
τοῦτο καὶ τὰ ἐλαφρὰ προβαλλομένη, τὰ τραχέα ἀποκρύπτεται.
Τεχνίτης ἐστίν, ὅτι οἶδε τὴν πανουργίαν τοῦ Δράκοντος. Οἶδεν ὅτι ὡς
κύων μώλωπας ἀπολείχει καὶ οὐ θέλει τοὺς ὀδόντας ταῖς ἁμαρτίαις ἐν βάθει
πῆξαι. Οἶδεν ὡς χοῖρος βορβόροις ἥδεσθαι, καὶ βούλεται τοὺς τοῖς πάθεσι βορ-
21
βοροῦντας αὐτὸν μὴ ἀποβάλλεσθαι. Ἐὰν ῥίψῃ ὡς κόπρον τοὺς ἀσεβεῖς, ὁ
χοῖρος αὐτοὺς καταναλίσκει· ἐὰν ὡς νεκριμαῖα αὐτοὺς ἀποβάληται, ὁ κύων
αὐτοὺς κατεσθίει δεινῶς. Εἶπε καὶ ἐν Ψαλμοῖς· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ,
καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, ὅτι ἐν παντὶ τόπῳ προσεδρεύει τοῖς
ἀκαθάρτοις ἐπὶ τοσοῦτον.
Ἡ δὲ μετάνοια φείδεται τοῦ τῶν ἀνθρώπων γένους, ὅτι καὶ θηριάλωτα
περισῴζει Θεῷ. Ἐν τῷ Δαυῒδ δείκνυται ὅτι ἐξείλετο ἔριφον ἐκ τῆς ἄρκτου, ἵνα
δειχθῇ ἡ τοῦ Θεοῦ ἀγαθότης. Τίς οὖν ἡ ἄρκτος; Ἡ ἀνομία. Καὶ ἔριφος; Ὁ
λῃστὴς ἐν σταυρῷ διὰ τὴν ἀνομίαν προσηλωμένος. Ἐπέστρεψεν ὁ παράνομος,
ἐνύγη ἀπὸ τῆς συνειδήσεως, ὡμολόγησε τὴν ἀσέβειαν, ἐπέγνω τὸν βασιλέα τῆς
δόξης, ἐπίστευσεν αὐτοῦ τῇ θεότητι, καὶ λαλήσαντος αὐτοῦ λόγον, ὡς ὁ Δαυῒδ
τὴν ἔριφον, οὕτω καὶ ὁ Χριστὸς ἐκ στόματος τοῦ θανάτου τὸν λῃστὴν ἐξείλετο.
Οὐκ ἔστιν ἀπογνῶναι σωτηρίας, ἀδελφοί, ἔχοντες μητέρα τὴν μετάνοιαν.
Οὐκ ἔστιν ἀπελπίσαι σωτηρίας, ἀγαπητοί, ὑπὸ τοιαύτης μητρὸς παρακαλουμέ-
22
νους ἡμᾶς. Τὰ θηριάλωτα τῷ Θεῷ εἰς τὸν παράδεισον προσήγαγε, καὶ ἡμᾶς
ἀποστραφήσεται; Ἐκείνους τοὺς ἔξω τῆς Ἐκκλησίας ἠλέησε, καὶ ἡμᾶς οὐκ
οἰκτιρήσει; Τοὺς μήπω πιστεύσαντας προτρέπεται, καὶ τοὺς ἤδη πιστεύσαντας
ἀποβαλεῖται; Οὐδεὶς θέλων λαβεῖν ὃ οὐκ ἔχει, ὃ ἔχει ἀπόλλυσι· καὶ πῶς ὁ
Θεὸς καὶ Πατήρ, οὓς ἐκτήσατο ἐν τῷ αἵματι τοῦ Υἱοῦ αὐτοῦ, ῥᾳδίως ἀποκτή-
σεται; Οὐδείς, ὃ μετὰ πόνου συναθροίζει, εὐχερῶς σκορπίζει· καὶ πῶς ὁ Θεὸς
τοὺς ἐξ ἐθνῶν ἐν μόχθῳ τῶν Ἀποστόλων δεξάμενος ἀποβαλεῖται εὐχερῶς; Μὴ
γὰρ ματαίως βεβούλευται τοῦ Υἱοῦ αὐτοῦ τὴν παρουσίαν, ἢ τοῦ αἵματος αὐτοῦ
τὴν ἔκχυσιν εἰς οὐδὲν ἐλογίσατο, ἢ τὴν οἰκονομίαν τοῦ θανάτου αὐτοῦ θέλει πα-
ραγράψασθαι, ἢ τὴν δόξαν τῆς ἀναστάσεως αὐτοῦ οὐδὲν ἡγήσατο, ἵνα ἡμᾶς
τοὺς διὰ τῶν μυστηρίων τούτων σωθέντας ῥᾳδίως ἀποστραφῇ; Αὐτὸς ἔπεμψε
τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τὴν Ἐκκλησίαν ἡγίασε· τοὺς Ἀποστόλους ἐξαπέστει-
λε τοῖς ἔθνεσιν εὐαγγελίσασθαι. Εἰ μὴ θέλει ἡμᾶς σωθῆναι, εἰκῆ τὰ τοσαῦτα
παρέσχετο· ἢ γὰρ ἠγνόησε τὰ καθ' ἡμᾶς, ἢ ἐνέπαιξε τοῖς ἔθνεσιν· ἀλλ' ἑκάτερον
ἀθέμιτον, καὶ τὸ λογίσασθαι· οὔτε γὰρ ἠγνόησεν, οὔτε τι περιττὸν ἐποίησεν·
ἔχει δὲ ἡμᾶς ποίμνην αὐτοῦ, καὶ ποιμὴν ἡμῶν ἐστι, καὶ νῦν καὶ εἰς τὸν παρά-
23
δεισον. Ἔδωκε τὴν μετάνοιαν, ὡς ὕδωρ καθάρσιον. Ἄν τι πλημμελήσωμεν, ἐν
αὐτῇ ἀπολουόμεθα. Ἔχομεν αὐτὴν λουτρόν, οὐχὶ παλιγγενεσίας μόνον, ἀλλὰ
ἀνακαινίσεως. Ἐάν τι ἁμαρτήσωμεν, δι' αὐτῆς ἀποπλυνόμενοι καθαροὶ γινόμεθα.
Ἔσχεν ὁ νόμος δαμάλεως σποδὸν εἰς ῥαντισμόν, ἡμεῖς τῆς μετανοίας ἔχομεν
τὴν νέκρωσιν. Ἐκεῖ διὰ σποδοῦ ἐκαθαίροντο, καὶ ἡμεῖς ἄρτον ὡς σποδὸν ἐσθίον-
τες τῶν ἐγκλημάτων ἀπαλλαττόμεθα. Ὁ νόμος δίδωσι καὶ ὕσσωπον πρὸς καθα-
ρισμόν, τὸ δὲ Εὐαγγέλιον βοτανοφάγιον ἐξαγγέλλει εἰς τὴν διὰ τῆς μετανοίας
συγγνώμην. Πόας φαγὼν ὁ Βαπτιστὴς ἀπέδωκεν ἄνδρα τέλειον· ὅτι περὶ μετα-
νοίας κηρύσσων σκοπὸς μετανοούντων ἐγένετο. Εἶχε καὶ ὕδωρ ὁ ῥαντισμὸς τῆς
καθάρσεως, ἐπειδὴ καὶ παρ' ἡμῖν μέτρῳ τὸ ὕδωρ οἱ μετανοοῦντες πίνουσι.
Τοῦ Θεοῦ τὸ θυσιαστήριόν ἐστιν ἡ μετάνοια· δι' αὐτῆς γὰρ οἱ ἁμαρτάνον-
τες αὐτὸν ἐξιλάσκονται· ἀλλὰ καὶ ἀδάπανον ποιεῖ τὸν προσάγοντα, ἵνα πόσον
ἐστὶ τὸ μέσον τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου νοήσωμεν. Πολλάκις διὰ τὸ ἀνά-
24
λωμα τινὲς ἐν τῷ νόμῳ παρῃτοῦντο ἐξαγγεῖλαι αὐτῶν τὰς ἁμαρτίας, καὶ ἐγέ-
νετο πρόφασις κακίας ἡ φειδὼ τῆς θυσίας. Περιεῖλε καὶ τοῦτο ὁ Χριστὸς παρα-
γενόμενος, δοὺς τὴν μετάνοιαν ἀδάπανον θυσιαστήριον. Οἶμαι χαίρειν τὸν
Ὄφιν ἐπὶ τῇ φειδοῖ τῶν θυόντων· αἰτίαν γὰρ εὕρισκε παρανομίας. Δυσὶ κακοῖς
ἡλίσκοντο οἱ φειδόμενοι· ὅτι οὐχ ὡμολόγουν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ὅτι κατε-
φρόνουν τοῦ νόμου.
Ὅρα πόσα ὁ Σωτὴρ εὐηργέτησεν, ὅτι διὰ τῆς μετανοίας ἑκάτερον πρόρρι-
ζον ἐξωλόθρευσε. Πολλοὶ καὶ πενόμενοι, οὐ φειδόμενοι δέ, οὐκ ἐθυσίαζον· ἡ δὲ
μετάνοια προφθάνει καὶ τῶν πενήτων τὴν πρόφασιν· ὅτι δίχα ἀναλωμάτων ἐξι-
λάσκεται. Ἔνιοι ὀκνοῦντες ἢ προχείρως οὐχ εὑρίσκοντες, οὐκ ἔθυον ὑπὲρ ἁμαρ-
τιῶν ἱλασκόμενοι· ἡ δὲ μετάνοια συνέστειλε τῶν πάντων τὴν πρόφασιν, προσφέ-
ρουσα θυσίαν συνειδήσεως. Οὐ ζητεῖ γὰρ ἔριφον, ἀλλ' ἐξομολόγησιν· οὐκ ἀπαιτεῖ
πρόβατον εἰς θυσίαν, ἀλλ' ὁμολογεῖν ἀπὸ συνειδήσεως. Οὐκ ἔχεις τρυγόνα ὁ
ἁμαρτήσας· Στέναξον, καὶ ὁ Θεὸς ὑπὲρ τρυγόνα σοι τοῦτο λογίζεται. Οὐκ ἔχεις
ὄρνεον; Δάκρυσον, καὶ ἀντὶ θυσίας σοι λογισθήσεται. Οὐκ ἔχεις περιστεράν;
25
Ἐξάγγειλόν σου τὰς ἁμαρτίας Θεῷ, καὶ γίνονταί σοι ὁλοκαυτώματα. Ἐὰν
εὔξῃ, δέχεται ὁ Θεός, ὡς μόσχον, τὴν προσευχήν σου. Ἐὰν γνησίως ὑποπέ-
σῃς, ὑπὲρ ταύρου θυσίας ἡγεῖταί σου τὴν σπουδήν.
Ὢ τῆς μεγίστης μετανοίας! Ὢ τῶν ἐν αὐτῇ θαυμασίων! Ὅτι μία οὖσα
πάντα δύναται. Ἡ γῆ καρποὺς δίδωσι καὶ τὰ ποίμνια ἔρια, ἡ δὲ μετάνοια ὡς
γῆ ἕστηκε καὶ ὡς στερέωμα, ἐπειδὴ ἀντὶ καρπῶν καὶ πετεινῶν γίνεται τοῖς
ἁμαρτάνουσιν. Ἵνα τί σοι ἀγοράσαι πρόβατον; Ἡ μετάνοιά ἐστι τῆς Ἐκκλησίας
τὸ ποίμνιον. Ἵνα τί σοι πρίασθαι ὄρνεον; Οὐρανός ἐστιν ἡ μετάνοια, ἀντὶ πετει-
νῶν, πείθουσα τὸν Θεόν. Ἵνα τί σοι μαγειρεύειν σεμίδαλιν; Αὕτη σε ἀκαπνίστῳ
πόνῳ ἐξιλάσεται.
Ὢ τῆς τοῦ Εὐαγγελίου χάριτος! Ὅτι πάντα τὸν νόμον διωρθώσατο. Ὁ
λαὸς αὐτὸς ἑαυτῷ γίνεται ἐν τῇ Ἐκκλησίᾳ ἱερεύς, ἐπειδὴ ἔχει τὴν συνείδησιν
θυσιάζουσαν ὑπὲρ αὐτοῦ. Ἀπὸ καρδίας προσεύχεται, καὶ αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξι-
λάσκεται. Οὐκοῦν οὐκ ἐν τῷ νόμῳ πληροῦται τὸ τοῦ Μωσέως λόγιον, ἀλλ' ἐν
τῷ Εὐαγγελίῳ συστήσεται· εἶπε γὰρ πρὸς τὸν Ἰσραήλ, ὅτι βασίλειον ἱεράτευ-
26
μα, ἔθνος ἅγιον. Καὶ Ἠσαΐας ὁμοίως εἶπεν· ὑμεῖς δὲ κληθήσεσθε ἱερεῖς Κυρίου,
λειτουργοὶ Θεοῦ πάντες. Ἀλλ' οὐδεὶς ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων ἑαυτὸν προσ-
φέρει τῷ Θεῷ· ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ οἱ ἁμαρτωλοὶ μετανοοῦντες ἱερεῖς γίνον-
ται, ὅτι ἑαυτοὺς τῷ Θεῷ ὡς θυσίαν προσάγουσιν.
Ὢ τῆς ἐνεργοῦς χάριτος τῆς μετανοίας! Ὅτι ἱερεῖς χειροτονεῖ τοὺς ἁμαρ-
τήσαντας. Ὢ τῆς μεγίστης ἐν αὐτῇ παρακλήσεως! Ὅτι τοῖς μετανοοῦσιν ἱερα-
τικὸν ἀξίωμα παρέχεται. Οὔπω ἀπηλλάγη τοῦ χρέους, καὶ γίνεται ὑπὲρ τὸ
χρέος διὰ τῆς μετανοίας· οὔπω τὸ φορτίον ἀπέθετο, καὶ διὰ τῆς χάριτος ἐπικε-
κούφισται. Ἐν τῷ ἀξιώματι ἀμεριμνεῖ. Τὸν ἱλασμὸν οὐκ ἐπαγγέλλεται καὶ τὴν
ἄφεσιν, ἀλλὰ δίδωσιν· οὐκ εἰς ἐλπίδας ἄγει τὸν ἁμαρτήσαντα, ἀλλὰ φωνῇ
μόνῃ κρατεῖ· πείθει ὅτι ἀπαλλαγήσεται. Λέγει πρὸς αὐτόν· ἐπίγνωθι, ὃ ἔχεις,
καὶ μὴ ἀνάμενε· ἀλλ' ἡ εὐεργεσία μείζων. Σύνες ὃ κρατεῖς, καὶ γνῶθι ὅτι ἤδη
ἑαυτῷ πατρωνεύεις. Πείθω σε περὶ τῶν μελλόντων ἐκ τῆς δεδομένης σοι χάρι-
τος. Πιστώθητι περὶ εὐσπλαγχνίας Θεοῦ, ὅτι ἡδέως ἔσχεν, ὅτι προσῆλθες αὐ-
27
τῷ. Δεικνύει σοι τὴν χρηστότητα, ὅτι σε πρὸ τῆς ἀφέσεως ἱερέα ἐχειροτόνησεν.
Ὢ τῆς τοῦ Θεοῦ χάριτος! Ὃς μήπω λαβών, πρῶτος δίδωσι, καὶ ὅτι
βραχὺ ὁρῶν μεγάλα χαρίζεται. Οὔπω ἐστέναξεν ὁ ἁμαρτήσας, καὶ ἤδη αὐτῷ
παρρησίαν δέδωκεν· οὔπω ἐδάκρυσε, καὶ φθάσας παρέσχεν αὐτῷ τὴν πρὸς
αὐτὸν πρόσοδον. Μεγάλη ἡ μετάνοια, καὶ Θεῷ λίαν προσφιλεστάτη, ὅτι τὸ θέ-
λημα αὐτοῦ ὄντως ποιεῖ. Ἀρχιερατεύει Θεῷ ἐξόχως· ἰδοὺ γὰρ καὶ ἱερέας αὐτῷ
χειροτονεῖ ὁσημέραι. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ τράπεζα· δι' αὐτῆς γὰρ ἐσθίει τῶν
ἀνθρώπων τὴν σωτηρίαν. Λέγει καὶ ὁ Σωτήρ· ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ
θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἄρ' οὖν ἡ μετάνοιά ἐστι τοῦ Θεοῦ ὁ
ἄρτος ὁ θαυμάσιος. Ἐσθίει ὁ Θεὸς δι' αὐτῆς τίνα; Τὴν ἐξομολόγησιν τῆς συνει-
δήσεως. Πίνει διὰ τῆς μετανοίας τῶν δακρύων τὴν διάθεσιν. Ὀσμῆς εὐώδους
ἀπολαύει ἐν αὐτῇ, τῶν στεναγμῶν τὴν γνησίαν αἴσθησιν· γίνονται γὰρ Θεῷ ὡς
οἶνος εὐωδέστατος.
Τὰ ποικίλα ἐδέσματα τοῦ Θεοῦ εἰσὶ ταῦτα, ἐγκράτεια, νηστεία, ἀγρυπνία
καὶ προσευχὴ ἐκτενής, ὑποταγὴ μετὰ ταπεινώσεως· τούτοις γὰρ ὁ Θεὸς ἥδεται
28
ἢ τοῖς ἄλλοις θύμασι. Λέγει γὰρ ἐν Ψαλμοῖς, ὅτι οὐ φάγομαι κρέα ταύρων ἢ
αἷμα τράγων πίομαι. Τί οὖν τρώγει ὁ Θεός, ὦ Προφῆτα; Τίνι χαίρει ποτῷ;
Ἀποκρίνεται Δαυῒδ καὶ λέγει· θέλεις ἵνα φάγῃ ὁ Θεός; Εἰ θέλεις θρέψαι Θεόν,
θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ πᾶσαν τὴν τοιαύτην θυσίαν καταδέχεται·
καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ προσφέρεις αὐτῷ ποτὸν ἄριστον.
Λέγει γὰρ Παῦλος ὁ ἀπόστολος ὅτι ἡ τῶν ἀγαθῶν ἔργων πρᾶξις ἄρτος ἐστὶ τοῦ
Δεσπότου, τὴν λογικήν, φησί, λατρείαν ἡμῶν προσφέροντες· οἱ γὰρ πάντες ἐν
τῷ ἑνὶ ἄρτῳ τοῦ Χριστοῦ ἓν σῶμα ἐσμέν· ἐν γὰρ τῷ Χριστῷ ὡς ἄρτος προσφε-
ρόμεθα· ὁ γὰρ Χριστός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό-
σμου, καὶ ἡ μετάνοια τῶν ἁμαρτησάντων περιαίρει τὴν ῥυπαρὰν συνείδησιν.
Μετανοήσωμεν οὖν οἱ ἁμαρτήσαντες, ἵνα κατισχύσωμεν τοῦ Διαβόλου.
Μετανοήσωμεν ἐκτενῶς, ἵνα τῷ Θεῷ τὰ ἀρεστὰ ποιήσωμεν. Πολύτροπός ἐστιν
ἡ μετάνοια, διὸ καὶ ποικίλην ποιεῖται Θεῷ τὴν παράθεσιν. Τρέφει Θεὸν δι'
αἰνέσεως, ὡς εἴπομεν, καὶ πάλιν δι' ἐξομολογήσεως. Τρέφει αὐτὸν δι' ἐγκρα-
τείας καὶ εὐσεβείας καὶ ἀσκήσεως. Τρέφει αὐτὸν δι' ἐλεημοσύνης ποικίλως·
29
ἄτοπον γὰρ ἀνθρώπους ἀρίστων ποιεῖσθαι ποικίλην παράθεσιν, τὸν δὲ Θεὸν ἕνα
τρόπον ἔχειν παραθέσεως. Εἶπεν οὖν ὁ Χριστὸς τοῖς ἐλεήμοσιν, ὅτι ἐφ' ὅσον
ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τί οὖν; Οὐ παρῆν, καὶ
πῶς εὖ πέπονθεν; Οὐ συνελάλει, καὶ πῶς συνήσθιεν; Οὐ συνεκλήθη, καὶ πῶς
συνανέπιπτε; Λέγει ὁ Προφήτης ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ ὁ Θεός.
Ἄρ' οὖν παρῆν πανταχῇ, καὶ ἀπέλαυε δοξαζόμενος. Τί οὖν; Καὶ τοῖς κακούρ-
γοις οὐ συμπάρεστι; Ναί, πάρεστιν ἵνα ἐλέγξῃ τὰ γινόμενα, οὐχ ἵνα συνευδο-
κήσῃ τῇ ἁμαρτίᾳ· ἡ γὰρ εὐδοκία τοῦ Θεοῦ ἐν τοῖς Ἁγίοις ἐστίν· ἡ δὲ ἐπιστασία
τῆς ἀπειλῆς αὐτοῦ ἐν τοῖς παρανόμοις. Καὶ πῶς, φησίν, εἶπεν ὁ Προφήτης ὅτι
μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν; Οἱ τυφλοί σε διδάξουσιν ὅτι φαί-
νει ὁ ἥλιος, καὶ αὐτοὶ αὐτὸν οὐ βλέπουσι, καὶ ἐγγὺς αὐτῶν ἐστι καὶ μακράν·
〈ἐγγὺς〉 εἰς ἔλεγχον, μακρὰν δὲ εἰς εὐδοκίαν. Εἰ ποιεῖ τις ἐν κρυφίῳ τι, κἀγὼ
οὐκ ὄψομαι αὐτόν, φησὶ Κύριος; Οὐκοῦν ἐγγύς ἐστιν ἵνα ἐλέγξῃ, μακρὰν δέ,
ὅτι οἱ ἁμαρτωλοὶ αὐτὸν οὐχ ὁρῶσι.
30
Τί οὖν; Οἱ δίκαιοι αὐτὸν ὁρῶσι, ὅτε πράττουσι τὸ καλόν; Τὸ Εὐαγγέλιόν
σε διδάξει, λέγον· τῷ δεχομένῳ τοὺς λόγους μου ἐμφανίσω αὐτῷ ἐμαυτόν, καὶ
ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Πῶς ἔσται
ταῦτα; Λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ
δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. Ὅτε οὖν ξένους δέχῃ διὰ τὸν Χριστόν,
ὁρᾷς τὸν Χριστόν, ὅταν ἀσθενοῦντας ἀναπαύσῃς δι' αὐτόν, βλέπεις αὐτόν, ὅτε
ποιεῖς πᾶν ὁτιοῦν δι' αὐτόν, ὑπ' ὄψιν σοῦ ἐστι, καὶ θεωρεῖς τὸν Θεόν. Ὁ Θεός,
φησίν, ἀγάπη ἐστίν. Ἐὰν τὴν ἀγάπην ἔχῃς, ὁρᾷς ὃν ἔχεις ἐν σοί.
Πῶς δὲ ὁρᾷς; Καὶ πάλιν ἄκουσον· χαίρῃ ποιῶν τὸ καλόν, ἀγαλλιᾷ πράτ-
των ἀγάπην, εὐφραίνῃ ἐκτελῶν ὑπακοήν. Ἡ οὖν ἀγάπη ἐστὶ χαρὰ καὶ ἀγαλ-
λίασις· αὕτη δέ σοι συνεργός ἐστιν ἐν ταῖς ἀγαθαῖς πράξεσι. Βλέπεις Θεὸν τὸν
συνεργοῦντά σοι· οὐδεὶς γὰρ ἀγνοεῖ τὸν σὺν αὐτῷ ἐργαζόμενον. Ἀγάπη οὐκ
ἐμφαίνεται τοῖς ὀφθαλμοῖς τῆς σαρκός. Οὔτε εἶδέ τις δικαιοσύνην, οὔτε ἔδειξεν
ἄλλῳ τὴν ἑαυτοῦ ἁγιότητα· φαίνεται δὲ τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Χαίρων καὶ
31
ἀγαλλιώμενος ἐφ' οἷς πράττεις ἀγαθοῖς, ὁρᾷς τὸν Θεόν, καὶ μὴ ἀρνοῦ ὅτι οὐ
βλέπεις αὐτόν· ὁ γὰρ Θεὸς ἀγάπη ἐστί. Μὴ ἐπειδὴ οὐχ ὁρᾷς σωφροσύνην, οὐ
βλέπεις αὐτὴν διὰ τῆς πράξεως; Οὕτως, εἰ καὶ μὴ ὁρᾷς Θεὸν τοῖς αἰσθητοῖς
ὀφθαλμοῖς, ἀλλὰ διὰ τῆς ἀγάπης βλέπεις αὐτόν· πᾶς γὰρ ὁ ποιῶν τὸ καλὸν
χαίρει· διὸ καὶ Παῦλος εἴρηκε· πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε.
Καὶ πῶς, φησίν, εἶπε τὸ Εὐαγγέλιον, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε;
Οὐκ εἶδε μὲν οὐδεὶς μέγεθος ἢ φύσιν· διὰ συμβόλων δὲ εἶδον οἱ Ἅγιοι. Διὰ πυ-
ρὸς βάτου ὁ Μωυσῆς, διὰ λαίλαπος ὁ Ἰώβ, διὰ νεφέλης ὁ Ἠσαΐας, διὰ φωτὸς
ὁ Παῦλος, διὰ φωνῆς πᾶς ὁ Ἰσραήλ. Καὶ νῦν οἱ Ἅγιοι διὰ τῶν πράξεων, δη-
λαδὴ διά τινων μέσων χειραγωγούμενοι. Οἱ βασιλεῖς ἀγνοούμενοι φαίνονται,
ἀλλὰ διὰ τέχνης γραφικῆς. Οὐκ οἶδας τὸν βασιλέα, καὶ ὁρᾷς αὐτὸν εἰς τὰς
εἰκόνας· οὐκ οἶδας τοῦ οἰκοδόμου τὸ πρόσωπον, καὶ ἐν τῇ οἰκοδομῇ ὁρῶν τὸ
ἔργον, βλέπεις τὸν ἄνθρωπον. Οὕτως αὐτὸν βλέπεις, ὅτι θαυμάζεις. Οὐ γνωρί-
32
ζεις τὸν τέκτονα, ἀλλ' ἀπὸ τῆς γλυφῆς ὁρᾷς αὐτόν, καὶ ἑτέροις ἀγγέλλεις τὰ
περὶ αὐτοῦ. Ὁρᾷς παρά τινος σφαγέντα λέοντα, καὶ μὴ εἰδὼς θαυμάζεις αὐτὸν
διὰ τῆς ἰσχύος. Ἀκούοντες περὶ τοῦ Δαυΐδ, ὅτι τὸν Γολιὰθ λίθῳ ἀπέκτεινεν,
ὁρᾶν δοκοῦμεν τὸν δίκαιον, καὶ ἀπὸ τῆς πίστεως τὸν ἄνδρα θαυμάζομεν. Εἶπε
καὶ ἐν Ψαλμοῖς· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς
μου· καὶ ἐμάθομεν ὅτι καὶ δι' ἀκοῆς ἐστὶ θεάσασθαι.
Οὕτω μὲν οὖν καὶ ἡμεῖς ὁρῶμεν, ἐὰν θέλωμεν, καὶ διὰ τῆς ἀγαθῆς πρά-
ξεως· οἱ Προφῆται δὲ εἶδον γενναιότερον, ὅτι δι' ἐμφανεστέρας ἐνεργείας ἐβιώ-
σαντο. Ἔστι καὶ ἐν τοῖς ἀοράτοις ἰδεῖν πλέον καὶ ἔλαττον. Εἰσὶ καὶ πράττοντες
τὸ καλὸν πλέον καὶ ἔλαττον. Καὶ εἰσὶν οἱ πλέον σπουδάζοντες, καὶ ἔλαττον
πράττοντες, καὶ εἰσὶν οἱ ἔλαττον σπουδάζοντες, καὶ πλέον πράττοντες. Οἱ δίκαιοι
διὰ μικρῶν πράξεων μᾶλλον δυσωποῦντες Θεὸν παρ' ἐνίους πράττοντας πολλά·
οὐ γὰρ πρὸς τὴν πρᾶξιν ἀφορᾷς ὁ Θεός, ἀλλὰ πρόθεσιν· καὶ οὐ βλέπει τὸ γινό-
μενον, ἀλλὰ τὸ διὰ σπουδῆς τελούμενον. Ἡ χήρα λύσει τοῦ εἰρημένου τὴν ζήτη-
33
σιν, ὅτι δυσὶν ὀβολοῖς τοὺς πολυχρύσους ἐνίκησε. Καὶ ἐν τῇ σκηνῇ δὲ τοῦ μαρ-
τυρίου οἱ τὰς αἰγείας τρίχας προσενέγκαντες ὁμοῦ τοῖς πολυχρύσοις εὐλογήθη-
σαν· καὶ οἱ νήθοντες τὸν βύσσον σὺν τῷ χρυσῷ παραπλήσιοι ἦσαν τοῖς τρίχας
ὑφαίνουσιν εἰς κάλυμμα τῆς σκηνῆς τοῦ μαρτυρίου.
Βλέπουσιν οὖν οἱ Ἅγιοι Θεὸν διαφόρως, ὥσπερ οὖν καὶ πολυτρόπως
αὐτὸν τρέφουσι διὰ τὴν τῆς πράξεως διαφορὰν καὶ τῆς χάριτος. Πάντες μὲν οὖν
τρέφουσιν, ἀλλὰ πάντων πλέον ἡ μετάνοια πανηγυρίζει τῷ Θεῷ· ἐπειδὴ καὶ τὸ
Εὐαγγέλιον λέγει, ὅτι χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνε-
νήκοντα ἐννέα δικαίοις. Ἑορτὴν ἐγείρει τῷ Θεῷ ἡ μετάνοια, ὅτι καὶ τὸν οὐρανὸν
κινεῖ πρὸς εὐωχίαν. Ἄγγελοι εὐφραίνονται, τῆς μετανοίας αὐτοὺς καλούσης εἰς
ἄριστον. Πάντα τὰ ἐπουράνια τάγματα εὐωχοῦνται διὰ τῆς μετανοίας τὴν εὐ-
φροσύνην χορηγούμενα. Οὐ θύει αὐτοῖς μόσχους, οὐδὲ πρόβατα, ἀλλὰ παρατί-
θησιν ἀνθρώπων ἁμαρτωλῶν σωτηρίαν εἰς ἀγαλλίασιν. Θυσιάζει τοὺς ἁμαρτή-
σαντας ἡ μετάνοια, ἀλλὰ πάλιν αὐτοὺς ζωοποιεῖ. Θανατοῖ αὐτούς, ἀλλὰ πάλιν
34
ἐκ νεκρῶν ἀνίστησι. Πῶς; Ἄκουσον! Ἁμαρτωλοὺς παραλαμβάνει, καὶ δικαίους
αὐτοὺς ποιεῖ. Χθὲς νεκροὶ ἦσαν, σήμερον αὐτῷ ζῶσι διὰ τῆς μετανοίας. Οἱ χθὲς
ἀλλότριοι, σήμερον οἰκεῖοι Θεῷ. Οἱ χθὲς παράνομοι, σήμερον ἅγιοι.
Μεγίστη χωνεία ἡ μετάνοια, ἀγαπητοί. Χαλκὸν λαμβάνουσα, χρυσὸν
ποιεῖ μεταβάλλουσα. Μόλυβδον αἴρει καὶ ἀργύριον ἀποδίδωσιν. Ὢ, τί πολλὴν
παρέχει τῷ Θεῷ πρόσοδον ἡ μετάνοια! Πόσην εἰσφέρει πραγματείας ὠφέλειαν!
Χωνεύει, καὶ οὐδὲ μισθοὺς ἀπαιτεῖ τὸν κεκτημένον. Χωνεύει, καὶ οὐ χρῄζει ξύ-
λων καὶ πυρός. Χωνεύει, καὶ ἐργατῶν οὐ προσδέεται. Τίς ἡ τέχνη; Τίς ἡ ἐπί-
νοια; Τίς ἡ τῆς μεταβολῆς δύναμις; Αὐτὸς ὁ μόλυβδος ἑαυτὸν καίει. Πῶς; Ὅτι
οἱ ἁμαρτήσαντες αὐτοὶ ἑαυτοῖς γίνονται χωνεία. Τὰ ξύλα καίει τὸ πῦρ, καὶ μί-
σθιοι ἀπὸ τῆς ὑπομνήσεως τῶν ἁμαρτιῶν πυροῦνται. Ἐπὶ τοσοῦτον δὲ ἐκπυ-
ροῦσι στεναγμοὶ τὴν ψυχήν, ἐμπνέοντες κατὰ τοῦ σώματος, ὥστε λυθῆναι καθ'
ἑαυτῶν. Τοσαύτη γλυκύτης καὶ κουφισμός ἐστιν ἐν ἑαυτοῖς! Τότε γὰρ ἄρχονται
λύεσθαι τὰ τῆς κακίας, ὅτε στενάξαντες δακρύσουσι. Καὶ λυθέντα τὰ τῆς προτέ-
35
ρας καταστάσεως καθαίρει ἡ μετάνοια, πρὶν ἢ ἡ χάρις συγκραθεῖσα τῇ διανοίᾳ
ποιήσει χρυσὸν τὸν μόλυβδον.
Εἰ εἶδες τὸν ὕελον, πῶς γίνεται ὑακίνθινος καὶ σμαράγδινος καὶ σαπφείρι-
νος, οὐκ ἀπιστήσεις ὅτι ἡ μετάνοια ποιεῖ ὡς ἀπὸ μολύβδου ἄργυρον καὶ χρυσὸν
ἀπὸ χαλκοῦ. Εἰ δὲ ἡ ἀνθρωπεία τέχνη οἶδε κεράσαι φύσιν φύσει καὶ ἀλλοιῶσαι
τὰ πρότερον ὄντα, πῶς μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ πλέον ποιῆσαι δυνήσεται;
Ἐπέθηκε πέταλα χρυσᾶ τῷ ὑέλῳ ὁ ἄνθρωπος, καὶ γέγονε χρυσὸς τὴν ἐπιφάνειαν
ὁ πρόσθεν ὕελος. Οὕτω καὶ ἡ χάρις τὸν χθὲς παράνομον, σήμερον ποιεῖ Θεοῦ
θεράποντα, οὐ μόνον ἐπιπολαίως, ἀλλὰ καὶ τῇ κατὰ Θεὸν συνειδήσει. Εἰ γὰρ
ἤθελε μῖξαι χρυσὸν ὁ ἄνθρωπος, ἐγίνετο ἂν χρυσώδης ὁ ὕελος· ἀλλὰ τὴν ζημίαν
φεύγων ἐπετεχνάσατο τῇ ἐπιβολῇ τοῦ λεπτοτάτου πετάλου. Ἡ δὲ μετάνοια
θαρροῦσα τῇ φιλίᾳ τοῦ Θεοῦ συγκιρνᾷ τὸν μετανοήσαντα τῇ χάριτι τοῦ Ἁγίου
Πνεύματος, καὶ ὅλον δι' ὅλου υἱὸν Θεοῦ ποιεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἔχῃ τινὰ
ἐπίθεσιν.
Ὁ ἅγιος νόμος εἶπε τὰ ἁγιαστήρια ὅλα ἀπὸ χρυσοῦ δημιουργεῖν. Οὐκ
36
ἀφίησι τόπον διάκενον ἐν τοῖς κειμηλίοις ὁ νομοθέτης, ἵνα μάθωμεν τοὺς ἁγί-
ους τοῦ Θεοῦ, ὅτι ὁλόκληρον ἔχουσι τὴν ἁγιότητα. Οὐκ ἀφίησι κοῦφον ἐν τοῖς
ἁγίοις σκεύεσιν, ἵνα μὴ ἔχῃ τι κενὸν καὶ οὐ πρακτικὸν ὁ τοῦ Θεοῦ λειτουργός.
Οὐκ ἀφίησι τυχόντα χῶρον ἐν τοῖς ἁγίοις αὐτοῦ σκεύεσιν, ἵνα μὴ παρείσδυσιν ὁ
Ἐχθρὸς ἔχῃ, ποῦ ἀποκρύπτεσθαι. Εἶπε καί τις τῶν σοφῶν· ἐὰν πνεῦμα τοῦ
ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς.
Ἄκουσον ὁ μετανοῶν, καὶ ἐξ ὅλης καρδίας πρόσελθε τῷ Θεῷ. Ἄκουσον ὁ
ἁμαρτήσας, καὶ ὁλόκληρον τὴν εὐσέβειαν ἀνταποδίδωσί σοι. Σὺ σαυτὸν χωνεύ-
εις, σὺ σαυτὸν ἐτάζεις, σὺ σαυτὸν μεταβάλλεις. Οὐκ ἔσται σοί τις ἕτερος, ἐν ᾧ
ἂν ᾖς διάκονος. Οὐδείς σοι πρόφασις γίνεται, ἵνα μὴ ᾖς ὁλόκληρος. Ἐὰν μόνον
ἔξωθεν ἔχῃς τὴν εὐσέβειαν, ἐπίπλαστος εἶ. Εἰ ἔχεις κουφότητα, εἰ ἔχεις τόπον
τυχόντα, οὐ δύνῃ εἶναι σκεῦος ἅγιον. Ὁ διάκενος τόπος ἀτελεῖς δείκνυσιν. Ἡ
προσφορὰ τὰ τέλεια θύει· πρόβατον, φησίν, ἄρσεν τέλειον ἐνιαύσιον προσοίσεις
Κυρίῳ τῷ Θεῷ σου. Εἴπω σοι πῶς γίνεταί τις τέλειος ἐν μετανοίᾳ, ἵνα καὶ τὸν
37
τρόπον ἀκούσας μὴ ἔχῃς πρόφασιν.
Ἄκουσον! Περὶ φαρμακείας μετανοεῖς; Πᾶν ἴχνος αὐτῆς ἐξόρισον. Μὴ
ἀφεὶς τὰ φανερὰ ἐν τοῖς κρυπτοῖς πολιτεύῃ. Ἀφῆκας τὸ ἀνελεῖν ἀνθρώπους;
Καὶ τῆς γλώττης κράτει· μὴ συκοφαντεῖν, μὴ λοιδορεῖν, μὴ ἐπιπλέκειν. Περὶ
εἰδωλολατρίας μετανοεῖς; Φεῦγε κληδόνας, οἰωνισμούς, παρατηρήματα· μέρη
ταῦτα εἰδωλολατρίας εἰσίν· ὅτι καὶ ἐν τούτοις συμβολικοῖς μαντεύονται, ἀστρο-
λογοῦσι, προσέχουσι μαθηματικοῖς τερατοσκόποις. Περὶ πορνείας μετανοεῖς;
Πάσης αὐτῆς κατάγνωθι· ὅτι πᾶσαν ἀσέλγειαν αὕτη ἐγέννησε. Φείδου γέλωτος,
εὐτραπελίας, αἰσχρολογίας, γαστριμαργίας· ταῦτα γὰρ ὁδὸς ἐπὶ πορνείαν. Περὶ
ἀδικίας μετανοεῖς; Πᾶσαν αὐτὴν ἄπωσε· πάντα γὰρ πλεονασμὸν φιλαργυρίας
αὕτη ἐβλάστησε. Περὶ ἐπιορκίας μετανοεῖς; Παντελῶς ἑαυτὸν ψεύδους ἀπόστη-
σον καὶ κλοπῆς· βάραθρον γάρ ἐστι καὶ πρόθυρον ἐπιορκίας τὸ ψεῦδος. Περὶ
πονηρίας μετανοεῖς; Φεῦγε τὸν θυμόν, τὸ μῖσος, τὸν φθόνον. Ἀνθίστασο τῇ δει-
38
λίᾳ καὶ πάσῃ φαυλότητι. Περὶ ἀφροσύνης μετανοεῖς; Μὴ μόνον παραιτοῦ τὰ
θεωρεῖα, ἀλλὰ καὶ τὸν ἐν οἴκῳ καὶ τὸν πανταχῇ γέλωτα, καὶ πᾶσαν τέρψιν κο-
σμικὴν ἄπωσε· παλιννοστῆσαι γὰρ τὰ τοιαῦτα ἀναγκάζουσι. Περὶ κακοδοξίας
μετανοεῖς; Αἱρετικοῖς μὴ πλησίαζε. Περὶ δυσπιστίας μετανοεῖς; Πᾶν συμπόσιον
δημοτικὸν ἀποστρέφου. Περὶ μάχης μετανοεῖς; Ἔθισόν σου τὴν γλῶτταν πραέως
ἀποκρίνεσθαι.
Σὺ σαυτὸν χωνεύεις ὁ ἁμαρτήσας· σὺ σαυτὸν ἐκ νεκρῶν ἀνιστᾷς. Ἐὰν οὖν
ἐξ ἡμισείας ποιῇς τι, ἑαυτὸν ἀδικεῖς. Εἰ γὰρ τὸ παρὰ βραχὺ καὶ παρ' ὀλίγον
ἐστὶν ἐλλιπὲς καὶ ἀτελές, πόσῳ μᾶλλον τὸ παρὰ τὸ ἥμισυ; Τὶς ἐζήτησε καὶ ἐνε-
πόδισε τὸ ὀλίγον τῷ ὅλῳ, καὶ ἐνίκησε τὸ μικρὸν τὴν πλείονα μοῖραν· καὶ πάλιν
νικήσει τὸ ἥμισυ τὸ ἕτερον ἥμισυ. Εἰ μὴ γὰρ ἐξ ὁλοκλήρου μετανοεῖς, καὶ γί-
γνῃ ἐξ ἡμισείας δίκαιος· ὅτι οὐδὲν ὀνήσει τὸν χοῖρον ἐξ ἡμισείας εἶναι καθαρὸν
τὸ διχηλεῖν ὁπλήν· ἀποβέβληται γὰρ τὸ καθαρὸν ὅλον. Καὶ σύ, ἐὰν μὴ τελείως
ἐπιστρέψῃς, ἔσῃ ὡς 〈ὁ〉 ὗς καὶ ὁ δασύπους· καὶ αὐτὸς γὰρ ἐξ ἡμισείας ὢν κα-
θαρός, ὅλος ἐστὶν ἀκάθαρτος. Ὁ μὲν γὰρ μηρυκισμὸν ἀνάγει, ἀλλὰ καὶ κυνοπο-
39
δεῖ· ὁ δὲ ὗς διχηλεῖ μέν, ἀλλ' οὐκ ἀνάγει· καὶ εἰσὶν ἀκάθαρτα ἀμφότερα. Λέγει
ὁ Σωτήρ, μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις, καὶ
δείκνυσι τοὺς ἐξ ἡμισείας προσελθόντας ὡς χοίρους, καὶ τοὺς ἐπιστρέφοντας ἐπὶ
τὴν ἁμαρτίαν ὡς κύνας· ἔθος γὰρ αὐτοῖς τοῖς ἰδίοις ἐμέτοις κεχρῆσθαι πάλιν.
Ὁλόκληρον οὖν ἀποβαλοῦ τὴν πονηρίαν. Μωυσῆς ὁ προφήτης, ὅτε ἥμαρ-
τεν ὁ λαός, ἐκέλευσεν αὐτοῖς τὸν ὄφιν σταυρῶσαι, τουτέστι τὴν ἁμαρτίαν καταρ-
γῆσαι, καὶ οὐκ ἐποίησεν αὐτὸν διάκενον, ἀλλὰ χυτὸν καὶ ὁλοσφύρατον. Διὰ τί;
Ἵνα δείξῃ σοι ὅτι τελείως ὀφείλεις ἀποστρέφεσθαι τὴν πονηρίαν· καὶ ὁλοκλήρως
χαλκοῦν αὐτὸν ἐποίησεν, ἐπειδὴ ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία.
Χυτὸν οὖν αὐτὸν ἐκ τῆς χώνης προέλαβεν, ἵνα σου τὴν πύρωσιν προχεομένην
εἰς φθορὰν τῆς διανοίας ἀνακόψῃ. Ἐσταύρωσε δὲ τὰ τρία ταῦτα, ἐπειδὴ διὰ
τούτων ὁ τῆς ψυχῆς θάνατος ἔχει τὴν πρόφασιν. Ὄφις ἧν τὸ βλεπόμενον.
40
Διὰ τί δὲ ἐν ὄφεσιν ἐπαιδεύθησαν; Ἐπειδὴ τὴν τῶν προπατόρων ἔννοιαν
ἐπανειλήφασιν. Ἐκεῖνοι ἐπὶ βρώματι διπλοῦ καρποῦ παρέβησαν, καὶ οὗτοι ἐπὶ
βρώμασιν ἐγόγγυσαν. Τὸ ἀπόντος λαλεῖν περί τινος κακὰ γογγυσμὸς καταλα-
λιᾶς ἐστι. Διὰ τοῦτο καὶ ψαλμὸς εἶπε· καὶ κατελάλησαν τοῦ Θεοῦ ἐν τῇ ἐρήμῳ.
Οὐκοῦν καὶ ἐν τῷ παραδείσῳ, ὃ γέγονε διὰ τοῦ ὄφεως, γογγυσμός. Εἶπε καὶ
Μαλαχίας ὁ προφήτης τῷ Ἰσραήλ, ὅτι κατελάλησαν τοῦ Κυρίου. Οἱ δὲ εἶπαν·
ἐν τίνι κατελαλήσαμεν αὐτοῦ; Ἄρ' οὖν διὰ τὴν ὁμοίαν πρᾶξιν τοῖς ὄφεσιν ὑπε-
βλήθησαν, ἵνα μάθωσιν ὅτι ὁ τῷ Ἀδὰμ θανάτου πρόξενος Δράκων, καὶ αὐτοὺς
ἐθανάτωσε. Διὰ τοῦτο ἐπὶ ξύλου τὸν ὄφιν ἤρτησεν, ἵνα καὶ τὸ δένδρον δεικνὺς
πείσῃ τὴν ὁμοιότητα, καὶ οἱ προσέχοντες σῴζωνται· οὐ διὰ τὸν ὄφιν, ἀλλὰ διὰ
τὴν μετάνοιαν. Ἔβλεπον γὰρ αὐτόν, καὶ τῆς ἁμαρτίας ὑπεμιμνῄσκοντο. Πρὸς
ἐπιστροφὴν ἐνύττοντο, καὶ ἐσῴζοντο πάλιν· ἡ μετάνοια γὰρ καὶ τὴν ἔρημον
41
οἶκον Θεοῦ ἐποίει. Ὁ γὰρ λαὸς ἁμαρτήσας διὰ μετανοίας ἐγίνετο ἐκκλησίας
ἄθροισμα, καὶ ἄκοντες γὰρ προσεκύνουν τὸν σταυρὸν Ἰουδαῖοι· προεφήτευσε
γὰρ ὁ Θεὸς τὴν σκληροκαρδίαν αὐτῶν.
Ὢ τῆς ἀσεβείας τῶν Ἰουδαίων! Ὅτι τὸν ὄφιν προσκυνοῦσι, καὶ τὸν Χρι-
στὸν ἀποστρέφονται. Ὢ τῆς παρανοίας αὐτῶν! Ὅτι διὰ τὸν ὄφιν σταυρὸν σέβουσι,
καὶ τὸν σταυρωθέντα Χριστὸν οὐ προσκυνοῦσιν. Ὢ τῆς μανικῆς καταστάσεως!
Ὅτι τὴν μὲν κακίαν αἰδοῦνται, τὴν δὲ εὐσέβειαν πολεμοῦσι.
Ταῦτα δὲ ὁ Θεὸς ἐν τῷ ὄφει προεδείκνυε, κατηγορῶν τῆς ἀσεβείας τῶν
Ἰουδαίων. Ταῦτα προέλεγεν, ὅτι μᾶλλον τὸν Δράκοντα ἢ τὸν Χριστὸν προσκυ-
νήσουσιν. Ἔδειξεν ὅτι τὰ εἴδωλα σέβουσιν, ἢ γὰρ τοῦ Θεοῦ ὑπακούουσι. Προη-
γόρευσε τὸ μέλλον, καὶ τὸ τέλος ἐμήνυσεν· ὅτι νεκρὸς ὁ ὄφις τοῖς δικαίοις ἐν
Χριστῷ γενήσεται, ἀλλὰ τοῖς Ἰουδαίοις ζῶν καὶ ἐνεργῶν πιστευθήσεται. Χαλ-
κοῦς ὁ δράκων. Διὰ τί; Ὅτι ᾔδει ὁ Θεὸς ὅτι τὴν κακίαν ὁ Ἰσραὴλ εἰδωλοποιή-
σας προσκυνήσει. Ὁ Θεὸς τὸν ὄφιν ἐσταύρωσεν, ἵνα δείξῃ ὅτι ἡ κακία νεκρά
ἐστι τοῖς ὑπηκόοις τοῦ Θεοῦ. Ἐνέκρωσε τὴν ἁμαρτίαν, καὶ οἱ Ἰουδαῖοι ἐν τοῖς
42
ἔργοις αὐτῶν ἐκ νεκρῶν αὐτὴν ἤγειραν. Ἰδοὺ ἀσεβῶν δύναμις· ὅτι καὶ αὐτοὶ ἐκ
νεκρῶν ἐγείρουσι. Ἐπικατάρατος ἡ τοιαύτη ἐκ νεκρῶν ἀνάστασις· μικρὸν γὰρ
ὕστερον ὡς φάσμα διαλυθήσεται. Ὅτι τῆς ματαιότητος σημειοφόροι οἱ Ἰουδαῖοί
εἰσι, διὰ τοῦτο καὶ αὐτοὶ ματαιωθήσονται, καὶ ἡ πρᾶξις αὐτῶν.
Εἶπεν οὖν ὁ Θεὸς τοῖς Ἰουδαίοις· προσκυνήσατε τῷ σταυρῷ, ὅτι ἐν αὐτῷ
σωθήσεσθε. Οἱ δὲ ἀφέντες αὐτὸν τῷ Διαβόλῳ ὑπήχθησαν. Ὁ Θεὸς τὸν Δράκοντα
ἔδησε, καὶ οἱ Ἰουδαῖοι αὐτὸν λύουσιν. Ὁ Χριστὸς τὴν ἁμαρτίαν ἐσταύρωσεν ἐπὶ
τοῦ οἰκείου σταυροῦ, καὶ ὁ Ἰσραὴλ οὐκ ἐπίστευσεν. Ἀνέβη ἐπὶ τὸν σταυρὸν οὐχ
ὡς κατάκριτος, ἀλλ' ἵνα σταυρώσῃ τὸν Δράκοντα, καὶ ὁ Ἰσραὴλ σταυρωθέντα
αὐτὸν οὐκ ἐπελάβετο.
Θέλετε δεῖξαι ὑμῖν ὅτι δύο σταυροὶ ἦσαν ἐπὶ Χριστοῦ; Ἀπὸ τῶν λῃστῶν
μάθετε. Θέλετε μαθεῖν ὅτι τὸν Δράκοντα λύουσιν οἱ Ἰουδαῖοι, ἵνα τὸν Χριστὸν
μὴ παραδέξωνται; Ἀφέντες γὰρ τὸν ἀθῶον σταυροῦσθαι Χριστόν, τὸν Βαραβ-
βᾶν ᾐτήσαντο χαρισθῆναι αὐτοῖς. Ὃν ὁ Θεὸς κατέκρινεν, ἔλυσαν, καὶ τὸν ἀθῶον
Χριστὸν κατέκριναν. Ὁρᾷς ὅτι τὸν Δράκοντα ὁ Θεὸς ἐνέκρωσεν, οἱ δὲ Ἰουδαῖοι
43
αὐτὸν ἤγειραν; Λέγει ὁ Χριστός, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων,
ἵνα δείξῃ ὅτι ἐν τῷ σταυρῷ αὐτοῦ τὴν κακίαν ἐσταύρωσεν· ὡς καὶ ὁ Πατὴρ
αὐτοῦ ἐν τῇ ἐρήμῳ πεποίηκε.
Διπλοῦν ἐστιν ἐν τῷ σταυρῷ τὸ μυστήριον· τὸ δὲ ὅλον λυσιτελές· ἄφεσιν
περιέχει ἁμαρτιῶν 〈καὶ〉 κακίας ἀναίρεσιν· καταλλαγὴν Θεοῦ καὶ ἀνθρώπου
δηλοῖ, καὶ θανάτου καθαίρεσιν· σωτηρίαν εἰς περιποίησιν βασιλείας σημαίνει,
καὶ τοῦ Δράκοντος τὸν θάνατον. Διὰ τοῦτο λέγει ὁ Χριστός· ὡς τὸν ὄφιν ὁ Μω-
υσῆς ἐν τῇ ἐρήμῳ ὕψωσεν, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὑπὸ τῶν
Ἰουδαίων. Ὕψωσιν καλεῖ τὸν σταυρόν, σημαίνων τὴν μετὰ τοῦτο εἰς οὐρανοὺς
αὐτοῦ ἀνάστασιν. Πρόσχες δὲ ὅτι οὐκ εἶπεν ὁ Θεὸς καθαιρεθῆναι τὸν ὄφιν ἀπὸ
τοῦ ξύλου τοῖς ὑπηκόοις· πάντα γὰρ ἡ ματαιότης ἀπὸ φθορᾶς εἰς φθορὰν παρα-
δίδωσιν. Ἡ ἀπώλεια τῆς ματαιότητός ἐστιν ἀδελφή· ἰδοὺ γὰρ τῷ Ἐχθρῷ πα-
ρέπονται. Ἐκ τῶν γεννηθέντων αὐτῶν ἐπιγνῶμεν, οἵας φύσεώς ἐστιν ὁ Ἐχθρός,
καὶ φύγωμεν τῆς κακίας αὐτῶν τὴν κατάστασιν.
Θέλω ἔτι ἐπιτεῖναι τὸν λόγον; ὁλοσφύρατον ὁ Θεὸς ἐσταύρωσε τὸν ὄφιν,
44
ἵνα δείξῃ ὅτι οὐκέτι ὑποστήσεται ἐξοριζομένης αὐτοῦ πάσης τῆς ἐνεργείας. Ὁ
ἰὸς τὸν χαλκὸν ἐγέννησε, τρέψας τὴν φύσιν αὐτοῦ εἰς ἀπωλείας φύσιν, καὶ ὁ
χαλκὸς ἰὸν ἔτεκεν, ὅτι ἐκ τῆς τροπῆς αὐτοῦ προελήλυθεν, ἵνα νοήσωμεν πῶς
εἴρηται ὅτι ψεύστης ἐστὶν αὐτός, καὶ ὁ πατὴρ αὐτοῦ. Ὅλον οὖν ἀπολέσει ὁ
Θεὸς καὶ νεκρώσει· τοῦτο γὰρ καὶ ἐν τῷ Μωυσῇ ᾐνίξατο.
Πρόσεχε οὖν, μή σε ἀπατήσῃ ὁ Δράκων τῇ τροπῇ τῆς Αἰγύπτου, ἵνα μὴ
ἀποθάνῃς, ὡς οἱ Ἰουδαῖοι ἐν τῇ ἐρήμῳ. Ἰδού, δίχα καὶ τῆς πράξεως ἡ ἁμαρ-
τία γίνεται, ὅπως ἀσφαλίσῃ τῆς κακίας τὴν δεινότητα. Οὐκ εἶχε τὴν Αἴγυπτον
εἰς τὴν ἔρημον, καὶ διὰ τῆς μνήμης αὐτὴν τῇ ψυχῇ παρέστησεν. Ὠ|κοδόμησε
τὴν χώραν, καὶ εἰς ἐπιθυμίαν ἐκίνησε τὴν διάνοιαν· ὑπέμνησε τοὺς λέβητας, καὶ
ἐξέκαυσε τὴν προαίρεσιν· προήγαγε φαντασίᾳ τὰ κρέα, καὶ τὴν ἐπιθυμίαν τῆς
γαστρὸς ἀνεκαίνισε· σκορόδων καὶ σικύων διήγειρε τὸν ἔρωτα, ἵνα τὴν ψυχὴν
ποιήσῃ καταγνῶναι τοῦ ἄρτου, ὃν Θεὸς ἔδωκε.
Νόει ὃ λέγω, καὶ σαφῶς ἄκουε, ὅτι ἐὰν ἔχῃς τόπον διάκενον, ἔχει ποῦ
45
παρεισδύει ἡ ἀσέβεια. Οὕτω καὶ τῇ Εὔᾳ ἐποίησε, δι' ἐπιθυμίας τρέψας αὐτὴν εἰς
παρακοὴν Θεοῦ καὶ παράβασιν ἐντολῆς. Ἐὰν τοίνυν…
γία…
The complete text is available when the reading interface loads.