De paenitentia et compunctione
- Edition reference
- De paenitentia et compunctione, ed. Phrantzolas, op. cit., vol. 5, 114–117.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg078.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
22
ρίστει τῷ Κυρίῳ μετὰ τοῦ Δαυΐδ, ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ
23
Κύριος.
24
Μὴ ἀγάπα τὸ τρυφᾶν, ἀλλὰ τὸ κακοπαθεῖν. Μὴ τοὺς μεθύοντας, ἀλλὰ
25
τοὺς πεινῶντας καὶ διψῶντας. Μὴ τοὺς μαχομένους, ἀλλὰ τοὺς εἰρηνεύοντας.
26
Μὴ τοὺς ἀπηνεῖς, ἀλλὰ τοὺς εἰρηνεύοντας καὶ τοὺς ἐλεήμονας. Μὴ τοὺς θρασεῖς,
27
ἀλλὰ τοὺς πραεῖς. Μὴ συναυλίζου μετὰ λοιδόρων, ὅτι λοίδοροι βασιλείαν Θεοῦ
28
οὐ κληρονομήσουσι.
29
Μηδέποτε συμφιλιάσῃς μετὰ αἱρετικῶν. Μὴ συμφάγῃς, μὴ συμπίῃς, μὴ
30
συνοδοιπορήσῃς. Μὴ εἰσέλθῃς εἰς οἶκον αὐτῶν, μηδὲ εἰς ἐκκλησίαν· πάντα γὰρ
31
ὅσα εἰσίν, ἀκάθαρτα εἰσίν, καθὼς λέγει ὁ Παῦλος, ὅτι τοῖς μεμιασμένοις καὶ
32
ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. Ἀσφα-
33
λίζου οὖν τὴν ψυχήν σου, ἀγαπητέ. Μὴ συμφιλιάζῃς αἱρετικοῖς, ἵνα μὴ συγκοι-
34
νωνήσῃς τῇ κοινωνίᾳ αὐτῶν· ὅτι γάρ, καθὼς εἶπεν ὁ Κύριος, οὐκ ἔχουσιν ἄφε-
35
σιν ἁμαρτιῶν, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι· δηλονότι οὐδὲ οἱ
36
συμμιαινόμενοι αὐτοῖς· ἕκαστος γὰρ θερίσει ὃ ἔσπειρε.
37
Βλέπε, ὦ ἀδελφέ. Μὴ ἔχε ἔχθραν κατά τινος, εἰ δυνατόν, μήτε ὥραν
38
μίαν. Μηδέποτε κοιμηθῇς, ἔχθραν κατά τινος ἔχων, μήπως ἀποχωρήσει ἡ νὺξ
39
ἀπ' ἀλλήλων, καὶ εὕρῃς ἀπαραίτητον κρῖμα. Μηδέποτε παύσῃς προσευχόμενος·
40
ὅτε δύνασαι ἐπὶ πρόσωπον, ὅτε οὐδὲν δύνασαι, εὔξου κατὰ διάνοιαν. Μὴ ἀναμεί-
41
νῃς Κυριακήν, μηδὲ τόπου διαφοράν, μηδὲ ἐκκλησίαν· ἀλλ' ὅπου δ' ἂν εὑρεθῇς,
42
εἴτε ἐν ἀγρῷ ἀροτριῶν, εἴτε ἐν ὁδῷ περιπατῶν, εἴτε πρόβατα ποιμαίνων, εἴτε
43
ἐν τῷ οἴκῳ σου καθεύδεις, τῆς προσευχῆς σου μὴ ἀποστῇς.
44
Ὅρα οὖν, ἀγαπητέ. Μὴ ἔχε ἔχθραν. Καὶ οὐ προσδέχεται ὁ Θεὸς προσευ-
45
χὴν μνησικακοῦντος τὸν πλησίον αὐτοῦ. Φύλαττε τοῦ μὴ ποιεῖν φάρμακα, μηδὲ
46
γοήτεια, μὴ μαντείαν, μηδὲ φυλακτήρια· μηδὲ ἄλλου ποιοῦντος φορέσῃς. Οὐ
47
γὰρ εἰσὶ φυλακτήρια, ἀλλὰ δεσμωτήρια. Περὶ τούτου λέγει Ἠσαΐας ὁ προφήτης·
48
οὐαὶ τοῖς γράφουσι πονηρίαν· 〈γράφοντες γὰρ πονηρίαν〉 γράφουσι. Σὺ δὲ ὡς
49
πιστός, ταῦτα φεῦγε, ἔχων τὴν ἀλήθειαν καὶ 〈τὸν〉 σωτήριον καὶ ζωοποιὸν
50
σταυρόν, καὶ τὸν ἐν αὐτῷ προσηλωθέντα Κύριον· ὅστις φυλάττει πάντας τοὺς
51
ἀγαπῶντας τὸν ἄχραντον καὶ ζωοποιοῦντα σταυρόν. Ὧ| ἡ δόξα εἰς τοὺς αἰῶνας
52
τῶν αἰώνων. Ἀμήν.
{Περὶ ἀγάπης} Καλῶς εἶπεν ὁ Κύριος ὅτι τὸ φορτίον μού ἐστιν ἐλαφρόν. Ποῖον γὰρβάρος ἢ ποῖος κόπος ἐστὶ τὸ ἀφεῖναι τῷ ἀδελφῷ τὰ παραπτώματα, ἐλαφρὰ καὶμηδαμινά, καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως; Οὐκ εἶπενὅτι, προσαγάγετέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυ-πνίαν, ἵνα εἴπῃς, οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶσύντομον, τοῦτο προσέταξε λέγων· σὺ συγχώρησον τῷ ἀδελφῷ σου τὰ παρα-πτώματα, κἀγὼ συγχωρῶ τὰ σά. Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβο-λοὺς ὀλίγους, ἢ καὶ τρία δηνάρια, ἐγὼ δὲ τὰ μύρια τάλαντά σοι χαρίζομαι.Καὶ σὺ μὲν μόνον συγχωρεῖς, τίποτε μὴ χαριζόμενος, ἐγὼ δὲ καὶ τὴν ἄφεσίνσοι παρέχω, καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι· καὶ τὸ δῶρόν σου τότεπροσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθραίνοντί σοι, ὅταν μὴ ἔχῃς ἔχθραν κατάτινος, ὅταν ὁ ἥλιος μὴ δύσῃ ἐπὶ τῷ παροργισμῷ σου. Ὅταν πρὸς πάντας εἰρή-νην καὶ ἀγάπην ἔχῃς, τότε ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ἡ προσφορά σουεὐάρεστος, καὶ ὁ οἶκος εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷσου οὐ διαλλάσσῃ, πῶς παρ' ἐμοῦ συγχώρησιν ζητεῖς; Τοὺς λόγους μου κατα-πατεῖς, καὶ συγχώρησιν προστάσσεις; Ἐγὼ ὁ Δεσπότης σου προστάσσω, καὶ οὐπροσέχεις, καὶ σὺ ὁ δοῦλος πῶς τολμᾶς προσφέρειν μοι προσευχήν, ἢ θυσίαν, ἢἀπαρχάς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ στρέφεις ἀπὸ τοῦ ἀδελφοῦσου τὸ πρόσωπον, οὕτω κἀγὼ ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀπο-στρέψω τοὺς ὀφθαλμούς μου. Πάλιν δὲ παρακαλῶ, ἀδελφοί, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστί, καὶ τὰ χωρὶςἀγάπης γινόμενα οὐκ εὐδοκεῖ ἐν αὐτοῖς. Πῶς ἄρα προσδέξηται ὁ Θεὸς φονέωςπροσευχήν, ἢ δῶρα, ἢ ἀπαρχάς, ἢ καρποφορίαν, ἐὰν μὴ πρότερον μετανοήσῃκατὰ τὸν λόγον; Ἀλλὰ καὶ πάντως ἐρεῖς μοι· ἐγὼ φονεὺς οὐκ εἰμί. Ἐγὼ δέ σοιοὐκ ἀποδείξω ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ Θεολόγος ἐλέγξῃ σε λέγων·πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί. Λοιπὸν οὖν, ἀγαπητοί μοι ἀδελφοί, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμενκτήσασθαι πλέον τῆς ἀγάπης. Μηδεὶς ἐχέτω κατά τινος, μηδεὶς κακὸν ἀντὶ κα-κοῦ τινι ἀποδῷ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἀλλ' ἀφῶμεντοῖς ὀφειλέταις πάντα, καὶ τὴν ἀγάπην ἐπισπασώμεθα· αὕτη γὰρ καλύπτειπλῆθος ἁμαρτιῶν. Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σῴζουσαν ἀγάπηνμὴ ἔχῃ; Ὥσπερ γάρ τις ἄριστον ποιήσῃ μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχον-τας, καὶ πάντα ἑτοιμάσῃ πλουσίως, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει,μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο; Οὐ πάντως. Ἀλλὰ καὶ τὴν ἔξοδον ἐζη-μιώθη, καὶ τοὺς κόπους ἀπώλεσε, καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κε-κλημένων ὑπ' αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα. Τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾶνχωρὶς ἀγάπης; Χωρὶς γὰρ αὐτῆς πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος· κἂνπαρθενίαν κέκτηταί τις, κἂν νηστεύει, κἂν ἀγρυπνεῖ· εἴτε προσεύχεται, εἴτεδοχὴν ποιεῖ πτωχοῖς· κἂν δῶρα προσφέρειν δοκεῖ, ἢ ἀπαρχάς, ἢ καρποφορίας·κἂν ἐκκλησίας κτίζει, εἴτε ἄλλο τι πράττει χωρὶς ἀγάπης, πάντα ἐκεῖνα εἰςοὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ· οὐδὲ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Καὶἄκουε τοῦ Ἀποστόλου λέγοντος· ἐὰν ταῖς γλώσσαις τῶν Ἀγγέλων λαλῶ καὶτῶν ἀνθρώπων, ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἔχωπᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφε-λοῦμαι. Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ καὶ δοκῶν προσφέρειν τι τῷΘεῷ, ὡς ὁ θύων κύνα, καὶ ὡς μίσθωμα πόρνης λογισθήσεται. Μὴ οὖν βουληθῇς χωρὶς ἀγάπης ποιεῖν τίποτε, ὅτι ἡ ἀγάπη καλύπτειπλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! Ὢ πόσων ἀγαθῶν στερού-μεθα καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην ὁ Ἰούδας μὴ θελήσαςκτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν Ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸἀληθινόν, τὸν ἑαυτοῦ διδάσκαλον, καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότειἐπορεύθη. Διὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· παρέβη Ἰούδας πορευθεὶς εἰς τὸνἴδιον τόπον. Καὶ πάλιν Ἰωάννης ὁ Θεολόγος· ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇσκοτίᾳ ἐστί, καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτίαἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἐὰν δὲ εἴπῃς ὅτι κἂν τὸν ἀδελφόν μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ,ἐλέγχει σε ὁ αὐτὸς λέγων· ἐάν τις εἴπῃ, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸναὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε,τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Ὁ οὖν ἔχων μετὰ τῶν ἀδελ-φῶν ἀγάπην, καὶ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀπο-στόλου, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, οὗτος ἀληθῶς ἀγαπᾷτὸν Θεόν, οὗτος μαθητής ἐστι τοῦ Χριστοῦ εἰπόντος, ὅτι ἐν τούτῳ γνώσονται