The Greek Library Catalogue

Anonymous

De caritate

Edition reference
De caritate, ed. Phrantzolas, op. cit., vol. 5, 118–128.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg079.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

122

πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων.

Φανερὸν οὖν ἐστιν ὅτι οἱ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται, ἐκ τῆς

123

ἀληθινῆς ἀγάπης· ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ, καὶ δοκεῖ ἀγαπᾶν τὸν

Χριστόν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης

ὅτι ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ

τὸν ἀδελφὸν αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος· ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ

τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ἐπήγαγε θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγά-

πης, λέγων· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ Προφῆται κρέ-

μανται.

Ὢ θαύματος ἐξαισίου, ὅτι ὁ ἔχων τὴν ἀνυπόκριτον ἀγάπην, ὅλον τὸν νό-

μον πληροῖ· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη, ὥς φησιν ὁ Ἀπόστολος. Ὢ δύναμις

ἀγάπης ἀνείκαστος, ὢ δύναμις ἀγάπης ἀμέτρητος. Οὐδὲν τῆς ἀγάπης τιμιώτε-

ρον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Παῦλος ὁ ἀπόστολος, μαθὼν

ὅτι οὐδέν ἐστι τῆς ἀγάπης ἀντάξιον, ἔγραψε καὶ ἀπέστειλεν εἰς τὰ πέρατα τῆς

οἰκουμένης, λέγων· ἀδελφοί, μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν,

καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων θεῖναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τὸ κεφάλαιον

124

πασῶν τῶν ἀρετῶν. Ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου. Ἡ ἀγάπη ἡ ἀπλανὴς

σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνοίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ· αὕτη τοῦ Νῶε κυ-

βερνήτης γέγονεν· αὕτη τοῖς Πατριάρχαις συνήργησεν· αὕτη τὸν Μωυσῆν διέ-

σωσεν· αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἐποίησεν· αὕτη ἐν

τοῖς Προφήταις κατεσκήνωσεν· αὕτη τὸν Ἰὼβ ἐνίσχυσε. Καὶ τί οὐ λέγω τὰ μεί-

ζονα; Αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε. Διὰ τῆς

ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄχρονος ἐν χρόνῳ δι' ἡμᾶς, ὁ Υἱὸς τοῦ Θεοῦ

υἱὸς ἀνθρώπου γίνεται. Διὰ τῆς ἀγάπης πάντα πρὸς σωτηρίαν οἰκονομεῖται· ὁ

θάνατος κατήργηται, ὁ ᾅδης κατεβλήθη, ὁ Ἀδὰμ ἀνακέκληται καὶ ἡ Εὔα ἠλευ-

θέρωται. Διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Διὰ

τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ

βασιλεία τῶν οὐρανῶν ἐπήγγελται. Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα,

ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν· αὕτη τοῖς Μάρτυσι συνήθλησε καὶ ἐνίσχυσεν·

αὕτη τὰς ἐρήμους πολιτείας ἀνέδειξεν· αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας

125

ἐπλήρωσεν· αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἀπειργάσατο· αὕτη ἐδίδαξεν ἄν-

δρας καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι ποῦ

στήσωμαι διώκων ἀκατάληπτα; Τίς ἱκανὸς πάντα διηγήσασθαι τὰ τῆς ἀγάπης

κατορθώματα; Οἶμαι δὲ ὅτι οὐδὲ οἱ Ἄγγελοι κατ' ἀξίαν διηγήσονται.

Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων τῶν ἀγαθῶν! Ὦ μακαρία ἀγάπη, ἡ

μακαρίους ἀποδεικνύουσα τοὺς ποθοῦντάς σε! Μακάριος ἄνθρωπος καὶ τρισμα-

κάριος ὄντως ὁ κτησάμενος τὴν ἀγάπην ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως.

Περὶ ἀγάπης δὲ ἀκούων μὴ τὴν κοσμικὴν καὶ σαρκικὴν ὑπολάβῃς ἀγά-

πην, καὶ περὶ καπηλείων καὶ συμποσίων, ὧν ἡ κοιλία καὶ ἡ δόξα θεός, ὧν ἡ

ἀγάπη τῆς τραπέζης περιώρισται, ὧν ἡ ἀγάπη ἔχθρα εἰς Θεόν· ἔνθα φίλους κα-

λοῦσι καὶ οὐκ ἐχθρούς, ἔνθα πτωχοὶ οὐ πάρεισιν, ἔνθα γελοῖα καὶ κρότοι

χειρῶν καὶ θόρυβοι, ἔνθα μέθαι καὶ ἀτιμίαι· περὶ ἧς ὁ Ἀπόστολος ἔλεγεν· ὃς

ἐὰν φίλος εἶναι δοκῇ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περὶ ταύτης

τῆς ἀγάπης, μᾶλλον δὲ τῆς ἀπάτης, καὶ ἵνα μὴ μεῖζον εἴπω, ὅπου ὁ Θεὸς οὐκ

126

ἐπισκοπεῖ, ἔλεγε [γὰρ] ὁ Θεὸς ὅτι οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἐὰν γὰρ ἀγαπᾶτε

τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί, ἢ τίνα μισθὸν ἔχετε;

Ἡμεῖς δὲ οὐ περὶ τοιαύτης ἀγάπης λέγομεν, οὐ ταύτην καταγγέλλομεν ἢ

διώκομεν, ἀλλ' ἐκείνην τὴν ἀνυπόκριτον, τὴν ἄμωμον, τὴν ἀμίαντον, τὴν ἀσύγ-

κριτον, τὴν κατέχουσαν τὰ πάντα, καὶ εἰς πᾶν ἀγαθὸν ὀνομαζομένην, ἣν ὁ Κύ-

ριος ἡμῶν ἔδειξε, λέγων· ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.

Καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐδίδαξε, καὶ ἐποίησε, καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν

ἔθηκεν, οὐ μόνον ὑπὲρ φίλων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐχθρῶν· οὕτω γὰρ ἠγάπησεν

ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν ἀγαπητὸν αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Διὰ

τῆς ἀγάπης ταύτης τὴν θείαν ἀγάπην ἔχων Παῦλος ὁ ἀπόστολος ἔλεγεν· ἡ

ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, οὐκ ἀποδίδει κακὸν ἀντὶ κακοῦ, οὐδὲ

λοιδορίαν ἀντὶ λοιδορίας, ἀλλὰ πάντοτε μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ

παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ

127

ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ τοι-

αύτη ἀγάπη οὐδέποτε ἐκπίπτει.

Ταύτην ὁ ἔχων μακάριος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ταύ-

την τὴν μακαρίαν ἀγάπην ὁ ἔχων οὐχ ὑπερηφανεῖ, οὐ φθονεῖ, οὐ μισεῖ τινά

ποτε, οὐ παρορᾷ πένητα, οὐκ ἀποστρέφεται πτωχόν, οὐ παραβλέπει ὀρφανόν,

οὐ χήραν, οὐ ξένον. Ταύτην ὁ ἔχων οὐ μόνον τοὺς ἀγαπῶντας αὐτὸν ἀγαπᾷ·

τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ ποιοῦσιν· ἀλλὰ καὶ τοὺς θλίβοντας. Ταύτην τὴν θείαν

ἔχων ὁ Στέφανος ὁ πρωτομάρτυς ἀγάπην, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν παρεκά-

λει, λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.

Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μακάριος ἄνθρωπος ὁ πάντα περι-

φρονήσας τὰ γήϊνα καὶ φθειρόμενα, καὶ τὴν ἀγάπην κτησάμενος. Τοιούτου ὁ

μισθὸς καθ' ἑκάστην ἡμέραν αὐξάνει. Τοιούτου ὁ μισθὸς καὶ ὁ στέφανος ἡτοίμα-

σται, ἡ βασιλεία τῶν οὐρανῶν κεχάρισται. Τοῦτον πάντες Ἄγγελοι μακαρίζουσι·

τοῦτον ἐπαινοῦσι πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις· τοῦτον μετὰ χαρᾶς ὑποδέξον-

128

ται οἱ χοροὶ τῶν Ἀρχαγγέλων. Τούτῳ ἀνοιχθήσονται προθύμως αἱ πύλαι τῶν

οὐρανῶν, καὶ μετὰ παρρησίας εἰσελεύσεται, καὶ ἐν τῷ θρόνῳ τοῦ Θεοῦ παρα-

στήσεται, καὶ τῇ δεξιᾷ τοῦ Θεοῦ στεφανωθήσεται, καὶ αὐτῷ συμβασιλεύσει εἰς

τοὺς ἀπεράντους αἰῶνας.

Τίς τούτου μακαριώτερος; Τίς τούτου ὑψηλότερος; Τίς τούτου τιμιώτε-

ρος; Ἴδετε εἰς οἷον ὕψος ἀναφέρει ἡ ἀγάπη τοὺς ἔχοντας αὐτήν. Καλῶς εἶπεν ὁ

Ἀπόστολος, μηδενὶ μηδὲν ὀφείλειν ἡμᾶς, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. Ὁ Θεὸς

γὰρ ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν

αὐτῷ μένει, εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Περὶ ψαλμοῦ} Καὶ περὶ τῆς ἀγάπης ταῦτα καὶ πλείονα τούτων. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸπροκείμενον ἐπανέλθωμεν, περὶ μετανοίας λαλοῦντες καὶ περὶ τῆς μελλούσηςκρίσεως· ταῦτα γὰρ ἀεὶ μελετᾶν ἀναγκαῖον, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐννυκτί, οὕτως ἔρχεται. Διὰ τοῦτο οὖν νυκτὸς καὶ ἡμέρας πρὸς τὴν ἐσχάτην ὥρανἀπόβλεπε, καὶ ἐν τῷ νόμῳ Κυρίου μελέτα ἡμέρας καὶ νυκτός. Λάλει Θεῷ πολλά,καὶ τοῖς ἀνθρώποις ὀλίγα. Κἂν εἰς ἔργα τὴν χεῖρα ἐκτείνῃς, τὸ στόμα ψαλλέ-τω, καὶ ὁ νοῦς προσευχέσθω. Ὁ ψαλμὸς ἐπὶ τοῦ στόματος ἔστω ἀδιαλείπτως·Θεὸς γὰρ ὀνομαζόμενος φυγαδεύει τοὺς δαίμονας 〈καὶ〉 ἁγιάζει τὸν ψαλμῳδόν. Ψαλμὸς γαλήνη ψυχῆς, βραβευτὴς εἰρήνης· ψαλμὸς φιλίας συναγωγός,ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον· ψαλμὸς τῆς τῶν Ἀγγέλωνβοηθείας ἐπαγωγή, ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν,νηπίοις ἀσφάλεια, γέρουσιν ἐγκαλλώπισμα, πρεσβυτέρων παρηγορία, γυναιξὶ