De psalmo
- Edition reference
- De psalmo, ed. Phrantzolas, op. cit., vol. 5, 129–132.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg080.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
13
κόσμος ἁρμοδιώτατος. Ἐρήμους οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει. Εἰσαγομένοις
14
στοιχείωσις, προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα, Ἐκκλησίας φω-
15
νή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει· οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ· ψαλ-
16
μὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται. Ψαλμὸς τὸ τῶν Ἀγγέλων
17
ἔργον, τὸ οὐράνιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ψαλμὸς φωτισμὸς
18
ψυχῶν, σωμάτων ἁγιασμός.
19
Τοῦτον, ἀδελφοί, πάντοτε μὴ παυσώμεθα μελετῶντες, καὶ κατ' οἴκους,
20
καὶ κατὰ τὰς ὁδούς, καὶ κοιμώμενοι, καὶ ἀνιστάμενοι· λαλοῦντες ἑαυτοῖς ψαλ-
21
μοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ψαλμὸς ἡ χαρὰ τῶν φιλοθέων. Οὗτος
22
τὴν ἀργολογίαν ἐξορίζει, τὸ γέλως καταπαύει, τὴν κρίσιν ὑπομιμνῄσκει, τὴν
23
ψυχὴν διεγείρει πρὸς Θεόν, τοῖς Ἀγγέλοις συγχορεύει. Ὅπου ψαλμὸς μετὰ
24
κατανύξεως, ἐκεῖ καὶ ὁ Θεὸς μετὰ τῶν Ἀγγέλων· ὅπου δὲ τοῦ ἀλλοτρίου
25
ᾄσματα, ἐκεῖ ὀργὴ τοῦ Θεοῦ, καὶ οὐαὶ ἀντιμισθία τοῦ γέλωτος. Ὅπου ἱεραὶ βί-
26
βλοι καὶ ἀναγνώσματα, ἐκεῖ εὐφροσύνη δικαίων καὶ σωτηρία τῶν ἀκροατῶν·
27
ὅπου δὲ κιθάραι καὶ χοροί, ἐκεῖ σκοτισμὸς ἀνδρῶν καὶ γυναικῶν, καὶ τοῦ Δια-
28
βόλου ἑορτή.
29
Ὢ τῆς κακῆς πανουργίας καὶ ἐπινοίας τοῦ Διαβόλου! Πῶς διὰ τέχνης
30
ἕκαστον ὑποσκελίζει, καὶ ἀπατᾷ, καὶ πείθει ποιεῖν κακὰ ὡς καλά! Σήμερον τῷ
31
δοκεῖν ψάλλουσι, καὶ αὔριον μετὰ σπουδῆς χορεύουσι. Σήμερον χριστιανοί, καὶ
32
αὔριον ἐθνικοί. Σήμερον εὐκλεεῖς, καὶ αὔριον Ἕλληνες. Σήμερον δοῦλοι Χρι-
33
στοῦ, καὶ αὔριον ἀποστάται Θεοῦ. Μὴ πλανᾶσθε· οὐδεὶς οἰκέτης δύναται δυσὶ
34
κυρίοις δουλεύειν, καθὼς γέγραπται. Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ τῷ Δια-
35
βόλῳ συγχορεύειν.
36
Ὡς γνήσιοι δοῦλοι Χριστοῦ, αὐτῷ δουλεύσωμεν, αὐτῷ προσκυνήσωμεν,
37
αὐτῷ προσκαρτερήσωμεν, αὐτῷ παραμείνωμεν ἕως ἐσχάτης ἀναπνοῆς, καὶ μὴ
38
πεισθῶμεν τῷ Δράκοντι· ὡς λέων γὰρ ὠρυόμενος περιπατεῖ ζητῶν τίνα κατα-
39
πίῃ, τίνα ἀπατήσῃ. Ὧ| ἀντίστητε στερεοὶ ὡς Χριστοῦ στρατιῶται· δουλεύοντες
40
αὐτῷ, καὶ παραμένοντες. Μὴ σήμερον ψάλλῃς, καὶ αὔριον χορεύῃς. Μὴ σήμε-
41
ρον μετανοήσῃς ἐπὶ ταῖς ἁμαρτίαις σου, καὶ αὔριον ὀρχήσῃ ἐπ' ἀπωλείᾳ σου.
42
Μὴ σήμερον ἀναγνώσῃς, καὶ αὔριον κιθαρίσῃς. Μὴ σήμερον ἐγκρατεύσῃς, καὶ
43
αὔριον προσέλθῃς περιφερόμενος καὶ καταγελώμενος ὑπὸ πάντων.
44
Μή, ἀδελφοί, οὕτως ἀπολέσωμεν τὸν καιρὸν τῆς σωτηρίας ἡμῶν, παίζον-
45
τες καὶ παιζόμενοι. Γενοῦ ὡς καλὸς γεωργὸς ἐργαζόμενος καὶ φυλάττων. Μὴ
46
περικακήσῃς, ἀδελφέ, τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς. Μὴ ἀπώσῃ τὴν ξηροφα-
47
γίαν, μὴ ἀποστῇς τῆς ἀγρυπνίας, μὴ ἀκηδιάσῃς τὴν χαμαικοιτίαν, μὴ ἐγκατα-
48
λίπῃς τὴν ψαλμῳδίαν. Ταῦτα γὰρ καὶ τὰ ὅμοια τούτων εἰς ζωὴν καὶ χαρὰν καὶ
49
εὐφροσύνην καὶ ἀνάπαυσιν παραπέμπουσί σε αἰώνιον. Ἀγάπησον σιωπὴν ἀπὸ
50
κακῆς ὁμιλίας. Αἱ τῶν βιωτικῶν ὁμιλίαι τὸν νοῦν ἀπὸ Θεοῦ χωρίζουσι.
{Περὶ προσευχῆς} Μακάριον ὄντως μὴ ἁμαρτάνειν· ἁμαρτάνουσι δὲ μὴ ἀπογινώσκειν, ἀλλὰπενθεῖν ἐφ' οἷς ἥμαρτον, ἵνα διὰ τοῦ πένθους πάλιν ἐπιτύχωσι τῆς μακαριότη-τος. Καλὸν οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, ὡς φησὶν ὁ Κύριος.Καὶ πάλιν ὁ Ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε, τουτέστιν ἐν νυκτὶ καὶ ἐνἡμέρᾳ καὶ κατὰ πᾶσαν ὥραν, καὶ μὴ μόνον εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν,καὶ τὰς λοιπὰς ὥρας ἀμεριμνήσεις· ἀλλ' εἴτε ἐργάζῃ, εἴτε καθεύδεις, εἴτε ὁδοι-πορεῖς, εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε κατάκεισαι, μὴ ἐκκόψῃ τὴν προσευχήνσου· οὐ γὰρ οἶδας πότε ἔρχεται ὁ ἀπαιτῶν σου τὴν ψυχήν. Μὴ ἀναμείνῃς Κυ-ριακὴν ἢ ἑορτήν, ἢ τόπου διαφοράς, ἀλλά, καθὼς εἶπεν ὁ προφήτης Δαυΐδ, ἐνπαντὶ τόπῳ τῆς δεσποτείας. Εἴτε οὖν ἐν τῇ ἐκκλησίᾳ τυγχάνεις, εἴτε ἐν τῷ οἴκῳ σου, εἴτε ἐν τῇ χώρᾳ·κἂν πρόβατα ποιμαίνῃς, κἂν οἰκοδομὰς ποιῇς, κἂν ἐν συμποσίοις εὑρεθῇς· τῆςπροσευχῆς μὴ ἀποστῇς· καὶ ὅτε μὲν δύνασαι κλῖναι τὰ γόνατα, ὅτε δὲ οὐ δύνα-σαι, παρακάλει κατὰ διάνοιαν, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας. Ἐὰν ἡπροσευχὴ προηγῆται τοῦ ἔργου καὶ ἀνιστάμενος ἐκ τῆς κοίτης τὰ πρῶτά σουκινήματα διὰ προσευχῆς γένωνται, ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς τὴν εἴσοδον οὐχεὑρίσκει. Προσευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγωγία, τύφου κατα-στολή, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀσεβείας διόρθωσις. Προσευ-χὴ σωμάτων ἰσχύς, οἰκίας εὐθηνία, πόλεως εὐνομία, βασιλείας κράτος, πολέμουτρόπαιον, εἰρήνης ἀσφάλεια. Προσευχὴ παρθενίας ἐστὶ σφραγίς, γάμου πίστις,ὁδοιπόρων ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφο-ρία, πλεόντων σωτηρία. Προσευχὴ κρινομένων συνήγορος, δεδεμένων ἄνεσις,λυπουμένων παραμυθία, χαιρομένων θυμηδία, πενθούντων παράκλησις, γενε-θλίων ἑορτή, ὁμοζύγων στέφανος, ἀποθνῃσκόντων ἐντάφιον. Προσευχὴ Θεῷὁμιλία, τῶν Ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπή, τῶν κακῶν ἀποτροπή,τῶν ἁμαρτανομένων διόρθωσις. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίη-σε, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε· τοῖς δὲπαισὶν ἐν Βαβυλῶνι εἰς πνεῦμα δρόσου τὴν φλόγα ἔστρεψε. Διὰ προσευχῆςἨλίας ἔδησε τὸν οὐρανὸν τοῦ μὴ βρέξαι ἐπὶ ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. Ἴδετε, ἀδελφοί, πόσα ἰσχύει ἡ προσευχή. Οὐκ ἔστιν ἄλλο τιμιώτερονκτῆμα, ὡς τῆς προσευχῆς, ἐν ὅλῃ ζωῇ τῶν ἀνθρώπων. Ταύτης μηδέποτε χω-ρισθῆτε· ταύτης μηδέποτε ἀποστῆτε. Ἀλλά, καθὼς εἶπεν ὁ Κύριος ἡμῶν, προσ-ευξώμεθα, ἵνα μὴ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν· ὅταν στήκητε προσευχόμε-νοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσῃ τὰπαραπτώματα ὑμῶν. Ὁρᾶτε, ἀγαπητοί, ὅτι εἰς κενὸν κοπιῶμεν προσευχόμενοι, ἐὰν ἔχωμεν ἔ-χθραν κατά τινος; Καὶ πάλιν ὁ Κύριος· ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυ-σιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεντοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότεἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Λοιπὸν οὖν φανερόν ἐστιν ὅτι, ἐὰν μὴ τοῦτοπρῶτον ποιήσῃς, ἀπρόσδεκτα τυγχάνει πάντα ὅσα προσφέρεις· ἐὰν δὲ ποιήσῃςτὸ πρόσταγμα τοῦ Δεσπότου, τότε μετὰ παρρησίας δεήθητι τοῦ Κυρίου, λέγων·ἄφες μοι, Δέσποτα, τὰ ὀφειλήματά μου, ὡς κἀγὼ ἀφῆκα τῷ ἀδελφῷ μου, τὴνἐντολήν σου πληρώσας. Ἐγὼ ἀσθενὴς ὢν ἀφῆκα. Ἀποκριθήσεται γὰρ ὁ Φιλάν-θρωπος· ἐὰν ἀφῆκας, ἀφίω κἀγώ· ἐὰν συνεχώρησας, συγχωρῶ κἀγὼ τὰ σά·ἐξουσίαν γὰρ ἔχω ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν. Ἴδετε φιλανθρωπίαν Θεοῦ ἀνείκαστον. Ἴδετε ἀγαθότητα Θεοῦ ἄμετρον.Ἀκούσατε σύντομον σωτηρίαν τῶν ὑμετέρων ψυχῶν.{Περὶ φιλοπτωχίας} Δεῦτε λοιπόν, ἀδελφοί, περιφρονήσωμεν τὰ πρόσκαιρα καὶ φροντίσωμενπερὶ τῶν ἐπηγγελμένων ἡμῖν αἰωνίων ἀγαθῶν. Σπουδάσωμεν πρὶν συσκοτάσει,πρὶν λυθῆναι τὴν πανήγυριν. Ποιήσωμεν ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆςἀδικίας. Κτησώμεθα μάρτυρας πολλοὺς πένητας. Ἐξ αὐτῶν ἀγοράσωμεν ἔλαιον,καὶ προπέμψωμεν· αὐτοὶ γάρ εἰσιν οἱ τὸ ἔλαιον τῶν λαμπάδων πωλοῦντες·χῆραι, ὀρφανοί, ἀδύνατοι, ἀνάπηροι, χωλοί, τυφλοί, λεπροί, καὶ πάντες οἱ ταῖςθύραις τῶν ἐκκλησιῶν παρακαθεζόμενοι πένητες. Τούτους περιποιησώμεθα·αὐτοὶ γὰρ ἡμῖν τὸν Κριτὴν καταλλάττουσι. Τοὺς μὲν ἐρχομένους πρὸς ἡμᾶς μὴἀποστρέψωμεν, ἀλλ' ἱλαρῶς ἀπαντήσωμεν, τοῖς δὲ μὴ ἰσχύουσιν ἐκπέμψωμεν.