The Greek Library Catalogue

Anonymous

De amore pauperum

Edition reference
De amore pauperum, ed. Phrantzolas, op. cit., vol. 5, 137–140.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg082.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

10

Τοῦτο τοῦ προτέρου μεῖζον.

11

Ἕκαστος ἐν ταῖς ἐκκλησίαις ἐξεταζέσθω, μήποτε πτωχὸς ἢ ξένος, καὶ

12

εὑρὼν σπουδάσῃ λαβεῖν ἐν τῷ οἴκῳ, καὶ ἀναπαύσῃ. Σπουδὴν ἐχέτω ἕκαστος

13

πρὸς τὸ ἁρπάζειν τὸν πτωχὸν πρὸ πάντων τῶν βουλομένων ποιῆσαι· καὶ γὰρ

14

σὺν τῷ πτωχῷ συνέρχεται ὁ Χριστὸς ἐν τῷ οἴκῳ, ὁ δι' ἡμᾶς πτωχεύσας· τοι-

15

αύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Καὶ εἰ ὁ δεχόμενος προφήτην μισθὸν

16

προφήτου λαμβάνει, ἄρα ὁ τὸν Χριστὸν αὐτὸν ὑποδεχόμενος, ποταπὸν μισθὸν

17

λαμβάνει; Δῆλον ὅτι τὰ γεγραμμένα· ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκου-

18

σε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ὁ εἰσάγων τὸν πένητα εἰς τὸν ἴδιον

19

οἶκον, συνάγει τὸν Χριστὸν τὸν εἰπόντα· μακάριοι οἱ ἐλεήμονες. Ὁ ἐλεῶν

20

πτωχὸν δανείζει Θεῷ τῷ εἰπόντι· ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχί-

21

στων, ἐμοὶ ἐποιήσατε. Ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεχόμενος, ὑποδέχεται τὸν

22

Χριστὸν τὸν εἰπόντα· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.

23

Ταῦτα καὶ τὰ ὅμοια τούτων καρποὶ τῆς μετανοίας, καὶ στέφανος καὶ καύ-

24

χημα καὶ δόξα τῶν Χριστιανῶν. Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἢ ὁ

25

δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ· πᾶς δὲ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Καύ-

26

χημα δὲ χριστιανῶν ἡ ἐντολὴ αὐτοῦ. Καύχημα Χριστιανῶν αἱ τῶν Ἀποστό-

27

λων καὶ Προφητῶν διδασκαλίαι. Καύχημα Χριστιανῶν ταπεινοφροσύνη, πνευ-

28

ματικὴ πτωχεία καὶ ὑπακοή. Καύχημα Χριστιανῶν ψαλμῳδία μετὰ κατανύξεως.

29

Καύχημα Χριστιανῶν μετάνοια μετὰ δακρύων. Καύχημα Χριστιανῶν πρᾳότης

30

μετὰ ἡσυχίας, καὶ τὸ πάντας ὑποκλίνειν καὶ προσκυνεῖν. Καύχημα Χριστιανῶν

31

νίπτειν πόδας ἀδελφῶν. Καύχημα Χριστιανῶν τὸ λέγειν πρὸς τὸν ἕτερον αὐτοῦ,

32

συγχώρησόν μοι, ἔπταισά σοι. Καύχημα Χριστιανῶν ξενοδοχία καὶ συμπάθεια.

33

Καύχημα Χριστιανῶν καὶ σωτηρία τὸ πάντοτε ἐν τῇ τραπέζῃ αὐτοῦ πτωχοὺς

34

καὶ ὀρφανοὺς καὶ ξένους συνεσθίειν· τούτου γὰρ τοῦ οἴκου οὐδέποτε ὁ Χριστὸς

35

ἀπολειφθήσεται. Καύχημα Χριστιανῶν τὸ μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παρορ-

36

γισμῷ αὐτοῦ, μηδὲ κοιμηθῆναι ἔχοντα κατά τινος. Καύχημα Χριστιανῶν καὶ

37

στέφανος ὑπομένειν τὰς θλίψεις καὶ μὴ ἀγανακτεῖν· ὁ τοιοῦτος φίλος εὑρίσκεται

38

τοῦ εἰπόντος ὅτι ἡ θλῖψις ὑμῶν εἰς χαρὰν γενήσεται. Καύχημα Χριστιανῶν τοὺς

39

ἐν φυλακῇ ἐπισκέπτεσθαι, τουτέστι τοὺς ἐν σπηλαίοις καὶ ὄρεσι καὶ ὀπαῖς τῆς

40

γῆς, ὡς μαθητὴς ἀληθινὸς τοῦ εἰπόντος· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.

41

Καύχημα Χριστιανῶν μνημονεύειν ἀεὶ τοῦ Θεοῦ καὶ τῆς μεγάλης ἡμέρας τῆς

42

κρίσεως. Καὶ τί οὐ λέγω τὰ μείζονα; Καύχημα Χριστιανῶν καὶ ἔπαινος καὶ

43

σωτηρία ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία, καὶ τὸ μὴ συγκαταβαίνειν καὶ φιλιά-

44

ζειν τοῖς τὰ ἐναντία φρονοῦσιν, ἀλλὰ φυλάττειν τὴν ἐντολὴν καὶ τὴν παρακατα-

45

θήκην ἄσπιλον, ἀνεπίληπτον καὶ ἀνεπίμικτον πάσης αἱρέσεως μέχρι τῆς ἐπιφα-

46

νείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτον γὰρ ἰδὼν ὁ Κύριος λέγει· ἰδοὺ

47

ἀληθῶς Ἰσραηλίτης, ἤγουν Χριστιανός, ἐν ᾧ δόλος οὐκ ἔστιν.

48

Ἐν τούτοις ὀφείλομεν ἐγκαυχᾶσθαι, ἀδελφοί, καὶ μὴ ἐν ἅρμασι καὶ ἵπποις

49

καὶ δυναστείᾳ καὶ πλούτῳ.

{Περὶ νηστείας} Πόθησον τὴν πτωχείαν τοῦ Χριστοῦ, ἵνα πλουτήσῃς ἐκεῖ τὴν αὐτοῦ θεότη-τα. Πόθησον τὴν καλλίστην νηστείαν, τὸ τίμιον καὶ θεάρεστον πρᾶγμα. Νηστεία ὄχημα πρὸς οὐρανόν. Νηστεία προφήτας γεννᾷ, νομοθέτας σοφί-ζει. Νηστεία ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματος σύνοικος ἀσφαλής. Νηστείαὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον. Νηστεία πειρασμοὺς ἀποκρούεται,ἀλείφει πρὸς εὐσέβειαν· νήψεως σύνοικος, σωφροσύνης δημιουργός. Νηστεία ἐνπολέμοις ἀνδραγάθημα. Νηστεία ἔσβεσε δύναμιν πυρός· νηστεία ἔφραξε στόματαλεόντων· νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει. Νηστεία ὑγιείας μήτηρ.Νηστεία νεότητος παιδαγωγία, πρεσβύταις κόσμησις, ἀγαθὴ συνοδοιπόρος ὁδοι-πόροις. Τοῦ νηστεύοντος σεμνὸν τὸ σῶμα, καὶ ἡ ψυχὴ τιμία. Νηστεία τὸν Λά-ζαρον εἰς κόλπους Ἀβραὰμ ἀνέπαυσεν. Αὐτὴν οὖν ἡμεῖς ποθήσωμεν, ἵνα καὶἡμᾶς ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέξηται. Φύγωμεν τὴν τρυφὴν καὶ τὴν πολύγελων μέθην, τὴν μητέρα τῆς πορνεί-ας. Μέθη Κύριον οὐχ ὑποδέχεται. Μέθη Πνεῦμα Ἅγιον ἀποδιώκει. Νηστεία πόλεως εὐνομία, ἀγορᾶς εὐπείθεια. Νηστεία οἴκων εἰρήνη. Νη-στεία παρθενίας χορηγὸς καὶ φυλακτήριον. Νηστεία μετανοίας ὁδός. Νηστείαδακρύων δημιουργός. Νηστεία οὐκ ἀγαπᾷ τὸν κόσμον, οὐδὲ τὰ ἐν τῷ κόσμῳ.Μὴ οὖν περικακήσωμεν νηστεύοντες· Ἄγγελοι γάρ εἰσιν οἱ καθ' ἑκάστην ἐκκλη-σίαν τοὺς νηστεύοντας ἀπογραφόμενοι. Νηστεία μνησικακίαν οὐ παραδέχεται·οἱ γὰρ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, κἂν δοκῶσι προσεύχεσθαι ἢνηστεύειν, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι καὶ εἰς πίθον τετριμμένον βάλλουσιν.Οὐ προσδέχεται Κύριος προσευχὴν μνησικακοῦντος τῷ ἀδελφῷ αὐτοῦ. Ὧ| ἡ δό-ξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.{Εἰς τὸ μὴ θαυμάζειν τὰ πρόσκαιρα, μηδὲδελεάζεσθαι ἐν τοῖς τερπνοῖς τοῦ βίου· καὶ εἰς τὸνἑβδομηκοστὸν δεύτερον ψαλμόν} Ἐπειδὴ ὁ ἡμέτερος νοῦς εὐολισθέτερος ὑπάρχων, ῥᾳδίως καταφέρεταιπρὸς τὰ τερπνὰ τοῦ βίου, λήθην λαμβάνων τῶν μελλόντων ἀγαθῶν. Ὅθεν χρὴἡμᾶς μὴ παρέργως ἔχειν πρὸς τὴν τῶν αἰσθήσεων φυλακήν· ὁ γὰρ μισόκαλοςπειράζων συγχέει τὰ πράγματα, ὅπως μὴ εὕρῃ ὁ κυβερνήτης νοῦς διαστεῖλαιἀναμέσον καλοῦ τε καὶ κακοῦ. Ἐν τῷ οὖν ἐπισυναχθῆναι ἐφ' ἡμᾶς ματαίουςλογισμούς, πρὶν ἡμᾶς γενέσθαι ἐν τῷ σκοτισμῷ αὐτῶν, συντόμως πρὸς τὴνπνευματικὴν διδασκαλίαν ἀναδράμωμεν, ᾄδοντες σὺν τῷ Προφήτῃ τὸν γεγραμ-μένον ψαλμόν· πάνυ γὰρ ἡμῖν συμβάλλεται ἡ ἐν αὐτῷ ἐγκειμένη διδασκαλία.Ἐξηγεῖται γὰρ ὁ Προφήτης ἐν αὐτῷ τὸ ἀνώμαλον τοῦ βίου, τοὺς πειρασμούς,καὶ τοὺς ἁλισκομένους διὰ τῶν πειρασμῶν, καὶ τοὺς περιγινομένους τῶν πειρα-σμῶν διὰ τῆς ὑπομονῆς· καὶ τὰς ἑκάστου ἀμοιβὰς ἐνεχάραξεν ἐν αὐτῷ. Ὅθενκαὶ καθαιρέτης τυγχάνει ἀλαζονείας τε καὶ κενοδοξίας, καὶ πρὸς τὴν ἀληθινὴνδόξαν ὁδηγεῖ τοὺς σωθῆναι βουλομένους. Μὴ οὖν μόνον τὰς λέξεις διέλθωμεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ νοῦν ἐπιστή-σωμεν τοῖς ῥήμασι μετὰ ἀκριβείας, ὅπως καὶ τῆς δυνάμεως τῶν λεγομένωνκαταξιωθῶμεν ποιηταὶ γενέσθαι. Φησὶ γὰρ ὁ Προφήτης· ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρ-δίᾳ! Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ δια-βήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ἐνκόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτοἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειανἑαυτοῖς. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διήλθοσαν εἰς διάθεσινκαρδίας· διενοήθησαν καὶ ἐλάλησαν πονηρίαν, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Τί δέ ἐστιν, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμααὐτῶν; Ὃ λέγει τοιοῦτόν ἐστι· ποιούντων αὐτῶν τὰ κακά, καὶ τὴν μάστιγα τῆςκακίας αὐτῶν παραυτὰ μὴ ἀπειληφότες, δοκοῦσι μὴ εἶναι Θεόν, ἄφρονες γενό-μενοι. Φησὶ γάρ· εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ