The Greek Library Catalogue

Anonymous

De non suscipiendis rebus hisce momentaneis, et ne patiamur nos decipi huius

Edition reference
De non suscipiendis rebus hisce momentaneis, et ne patiamur nos decipi huius vitae oblectamentis; et in psalmum lxxii, ed. Phrantzolas, op. cit., vol. 5, 143–148.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg084.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

145

γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,

καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός, καὶ

εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς

τὸν αἰῶνα κατέσχον πλούτου. Καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν

μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου· καὶ ἐγενόμην μεμαστιγωμένος

ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. Εἰ ἔλεγον· διηγήσομαι

οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. Καὶ ὑπέλαβον τοῦ γνῶναι

146

τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ

καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.

Ἄκουε τοίνυν τί ἐστι τὰ ἔσχατα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Φησὶ

γάρ· διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κατέβαλες αὐτοὺς ἐν τῷ

ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν

ἀνομίαν αὐτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου. Καὶ πάλιν λέγει· Κύριε, ἐν τῇ

πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Καὶ ποία αὕτη ἡ πόλις; Ἡ ἄνω Ἱε-

ρουσαλήμ. Καὶ πάλιν· ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθη-

σαν, κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενήθην παρὰ σοί. Κἀγὼ

διαπαντὸς μετὰ σοῦ· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου

ὡδήγησάς με.

Τί δέ ἐστι· καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με; Ὃ λέγει, νομίζω, τοιοῦτόν

ἐστι· ἀπεκδυσάμενος, φησί, τὸ τῆς σαρκὸς θέλημα, καὶ πρὸς ὑποδοχὴν καὶ τή-

ρησιν τῶν ἐντολῶν σου ἐμαυτὸν παραστησάμενος, ἐν τῇ βουλῇ σου ὡδήγησάς

147

με, οὐ γὰρ ἵστουν τὸ ἐμαυτοῦ θέλημα. Ὅθεν ὡς πατὴρ ἀγαθός, υἱὸν ἔχων

ἀγαπητόν, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς

με, διὸ καὶ μετὰ δόξης προσελάβου με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ

παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ

Θεὸς τῆς καρδίας μου. Τί ἐπιζητῶν; Τὰς ἄνω διατριβάς. Ὃν τρόπον γὰρ ἐπι-

ποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς

σέ, ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα·

πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς

τὸν αἰῶνα.

Βάθυνόν σου τὸν νοῦν σφόδρα πρὸς ὑποδοχὴν τῶν λεγομένων. Οἵαν

φοβερὰν λέξιν ἐπιφέρει λέγων, ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπο-

λοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολ-

λᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγ-

γεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

Ἔχοντες τοιγαροῦν, ἀγαπητοί, βοηθήματα ἐκ τῶν θείων Γραφῶν, καὶ

148

ὁδὸν τετριμμένην καὶ εὐθεῖαν ἀπάγουσαν πρὸς τὰς οὐρανίους πύλας, μὴ ἀμελή-

σωμεν τῆς ἀποκειμένης ἡμῖν ἐλπίδος ἐν τοῖς οὐρανοῖς. Ἔρχεται γὰρ ὁ Κύριος,

καθὼς γέγραπται· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα

αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει

πυρὶ ἀσβέστῳ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Ὠ|δὴ εὔρυθμος,εἰς τοὺς ὁσημέραι ἁμαρτάνονταςκαὶ ὁσημέραι μετανοοῦντας} Μέχρι τίνος, ὦ φίλε, ἀνισχόμενος τοῦ Ἐχθροῦ, ὁσημέραι ἐκτελεῖς τὰἐράσμια αὐτοῦ; Μέχρι τίνος, ὦ φίλε, σωματικοῖς δουλεύεις θανατηφόροιςοὖσιν; Ἀνάσχου μοι συμβουλίας τῆς σὲ ζωοποιούσης καὶ καθαιρούσης σὴνψυχὴν ὁμοίως καὶ τὸ σῶμα. Πρόσελθε τῷ Σωτῆρι τῷ ἰωμένῳ πάντας τοὺςπροσπίπτοντας αὐτῷ ἐν μετανοίᾳ καὶ πίστει τελείᾳ. Ἐν πᾶσι σεμνοῖς, ἡ μετά-νοια μεγάλη καὶ σωτήριος. Ἅπαξ ἀνανήψας, μὴ βαπτίζου τῇ μέθῃ, καθ' ἡμέρας πλημμελῶν, οἰκο-δομῶν, καθαιρῶν, ὑφαίνων, ἀναλύων, τοῖς παιδίοις ἐοικώς, ἃ πολλάκις οἰκίαςἐν σπουδῇ ἀνήγειραν καὶ πάλιν στραφέντα συνέχεαν. Ἐκτρέπου τὸν σκορπίον,οὗ τὸ κέντρον ἐπέγνως· φεῦγε σπουδῇ τὸν ὄφιν, οὗ τῆς λύμης ἐπίσθου· ὁ γὰρλίθῳ τῷ αὐτῷ δεύτερον ἐπιπεσών, τυφλός ἐστιν ἢ σκαιός, οὐχ ὁρῶν τὸ φευκτέ-ον. Ταύτην ἔχων τὴν σπουδήν, μετανοίᾳ πρόσιθι. Τοῦτον ἔχων τὸν τρόπον,ἱλάσκου τὸν πλάσαντα ταπεινὸς καὶ κατηφής· κεκυφὼς καὶ στενάζων· ἐπαλγῶντοῖς φθάσασι· προσέχων τοῖς ὑστέροις. Οὕτω ποτὲ Ζακχαῖος ὁ τελώνης ἐσώθη.Οὕτω πάλιν Ματθαῖος Χριστοῦ δοῦλος ἐφάνη. Οὕτω καὶ πόρνη γυνή, ἑταιρὶςτρυφῶσα καὶ λυσσῶσα ἀκολάστως, πρόσκομμα τῶν ὁρώντων, τοῦ Σωτῆροςτοὺς πόδας ταῖς θριξὶν ἐκμάξασα, ἐκ λάκκων ἀνεσπάσθη βαθέων καὶ ἀνόμων.Οὕτω καὶ σὺ τὰς ἀνειμένας ὀφρύας συστείλας, καὶ φανεὶς ἐλεεινός, σεαυτὸνἀνασώσεις· ἀνορθοῖ γὰρ ὁ Θεὸς τοὺς βραχεῖς, καὶ ταπεινοὺς ἀνυψοῖ, κατασπᾷδὲ καὶ καθαιρεῖ τοὺς ὑψοῦντας ἑαυτούς. Ἴδε πόλιν Σοδόμων καὶ Γομόρρων, ὠμὸν γένος καὶ ἀπηνὲς καὶ μυσαρόν,θρασὺ καὶ ἀκάθαρτον, ἐν πάσαις ταῖς ὕβρεσι τερπόμενον, βίαιον, ἀκόλαστον,θεῖον βρέξας καὶ [τὸ] πῦρ, παγγενῆ κατέπνιξεν. Ἴδε πόλιν Νινευΐ, τὴν λαμ-πράν τε καὶ ὡραίαν, ἀνθοῦσαν ἁμαρτίαις καὶ κακίαις βρύουσαν, 〈καὶ〉 ἠπείλησεσυντρίψαι, ἀθρόως ἁλωῆσαι καταστροφῇ τελείᾳ καὶ πτώσει τῆς πόλεως. Ἰδὼνπάλιν ἐν σάκκῳ καὶ σποδῷ τοὺς τρυφῶντας, ἐν λιμῷ καὶ νηστείᾳ, ἐν θρήνῳκαὶ δάκρυσιν, αὐχμῶντας, ὠχριῶντας, δεδιότας, τρέμοντας, ἀναλλήλους, καὶξένους, ἑτέρους ἀνθ' ἑτέρων, ἐν ὁμοίοις ἅπαντας, ἐν ἴσοις τοὺς ἀνίσους, ἐλευθέ-ρους καὶ δούλους, εὐπόρους καὶ πένητας, ἄρχοντας, ἀρχομένους, κρατοῦντας,ὑπηκόους, ἄρρεν γένος καὶ θῆλυ, πρεσβύτας, θηλάζοντας, πάντας ἰδὼν ταπει-νούς, πάντας εὑρὼν σώφρονας, ᾤκτειρεν, ἠλέησεν, ἔσωσεν, ἐφείσατο, τὴν δί-κην ἀναλύσας, ἣν λαβεῖν ἠπείλησε, καὶ ψεύστης ὑπομείνας ἢ ἀπηνὴς φανῆναι.Οὕτω τῶν ἁμαρτωλῶν τοὺς ἀκαμπεῖς κολάζει, οὐκ ἐὼν τοὺς εὐπειθεῖς ἀφειδῶςἀπολέσθαι. Σπεύσατε, δεήθητε, σώθητε, φυλάχθητε. Ἕτοιμος Κύριος εἰς χάριν, εἰςἴασιν. Ταχὺς εἰς βοήθειαν, πρόθυμος εἰς λύτρωσιν. Δίδωσι τοῖς αἰτοῦσι, ἀνοίγειτοῖς κρούουσι, δεομένοις παρέχει, προτείνει τοῖς χρῄζουσιν, οὐ φθονεῖ τοῖς ζη-τοῦσιν, οὐ κοτεῖ τοὺς πεσόντας, χεῖρα σῴζειν ὀρέγει. Χαίρει λύσιν ζητοῦσιν,ἀπειλεῖ ἀπειθοῦσιν. Ἐσφάλης, ἀνάνηφε· ἔπεσας, ἐπίστρεφε. Εὔχου, δέου, πρόσπιπτε, αἴτει,ζήτει λαμβάνειν, πεῖθε δοῦναι. Προσκύνει, δέου, σῴζου· δυσώπει τὸν δοῦναιβουλόμενον, τὸν σῶσαι δυνάμενον. Σωθεὶς μὴ ἐκπίπτῃς· πεσὼν ἐξανάστηθι,ἀνορθοῦ. Κατενεχθείς, ὡς πταίσας ἀνάλυε· ἰαθεὶς ἐπίμεινον. Ὑγιαίνων δι' ὅλουκαὶ σωθείς, ἀποστρέφου τὴν νόσον, ἣν ἀπόθου. Μὴ ἀνάψῃς οὖν πάλιν ἣν ἅπαξκατέσβεσας· μὴ προσπέσῃς βορβόρῳ, ὃν καλῶς ἀπέπλυνας· μὴ μιμήσῃ τοὺςχοίρους τοὺς βορβόρῳ χαίροντας· μὴ ζηλώσῃς τοὺς κύνας τοὺς ἐμέτους λάπτον-τας. Οὐδεὶς ἅπαξ ἐμβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω,βασιλείαν εὕρατο. Οὐδεὶς ἅπαξ ἐκπλυνθείς, τῷ ῥύπῳ προσέδραμεν. Εἷς Χριστός, μία πίστις, εἷς σταυρός, εἷς θάνατος, μία χάρις, ἓν πάθος,μία καὶ ἀνάστασις. Οὐ δεῖ πάλιν σφάγιον τὸν τυθέντα γενέσθαι, οὐδὲ λύτρονὑπὲρ σοῦ τὸν αὐτὸν ἐκδοθῆναι. Ἐλυτρώθης, μὴ γένῃ δοῦλος δυσαυθαίρετος·μολυσμῶν ἁμαρτίας ἐλούσω, μὴ ῥυπωθῇς· οὐ γὰρ ἔχεις ἕτερον λουτρὸν πάλινεἰς πλύσιν τῇ τομῇ τοῦ θανάτου ἑτοίμως προκείμενον.