The Greek Library Catalogue

Anonymous

De non scandalizando proximo, et de recta vitae ratione, adhortatio

Edition reference
De non scandalizando proximo, et de recta vitae ratione, adhortatio, ed. Phrantzolas, op. cit., vol. 5, 154–161.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg086.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

154

{Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον,

καὶ περὶ ὀρθοῦ βίου

Παραίνεσις}

Τοὺς προσελθόντας ἐπὶ τὸ στάδιον τῆς εὐσεβείας καὶ τὴν χεῖρα ἐπὶ τὸ

ἄροτρον ἐπιβαλόντας, οὐ χρὴ εἰς τὰ ὀπίσω ἀποσπᾶν καὶ ἐμπόδιον αὐτοῖς καθε-

στάναι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἀλλὰ μᾶλλον πρὸς τελειότητα

χειραγωγεῖν. Εἴρηται γὰρ περὶ τῶν τοιούτων, ὅτι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ

ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Ὁ οὖν μὴ βουλόμενος καταλύειν

τὴν ἐντολὴν τοῦ Θεοῦ, ἀσφαλιζέσθω ἑαυτὸν πάντοθεν μὴ σκανδαλίσαι τὸν ἕτε-

ρον· μάλιστα δὲ τὸν προσελθόντα Κυρίῳ τῷ Θεῷ καὶ τοὺς τοῦ κόσμου βρόχους

155

ἀποφυγόντα, ἵνα μὴ συγκαταριθμηθῇ καὶ αὐτὸς οἷς ὁ Προφήτης καταμέμφεται

λέγων· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, καὶ οὐαὶ οἱ ἐπι-

χαίροντες ἐπὶ κακοῖς, καὶ οἱ εὐφραινόμενοι ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι

σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ

εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης· ἐν τούτοις γὰρ ἐνόχους ἑαυτοὺς κα-

θιστῶσι τῆς ὀργῆς τοῦ Θεοῦ, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἀπεφήνατο λέγων· λυσι-

τελεῖ ἀνθρώπῳ ἵνα μύλος ὀνικὸς περιτεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὸ

πέλαγος τῆς θαλάσσης, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν-

των εἰς ἐμέ. Ἀπόρρητος γὰρ ἡ ἐκ τούτου ἐγγινομένη βλάβη τε καὶ ζημία.

Διαγραψώμεθα τοιγαροῦν τὴν ὑπόθεσιν κατὰ τὸ δυνατόν, ἵνα ἐκ τοῦ μι-

κροῦ τούτου ὑποδείγματος ἀπεικάσωμεν τὸ ὅλον τῆς ἐμπορίας, καὶ κατανοήσαν-

τες τὴν τοσαύτην βλάβην, φόβῳ τηρήσωμεν ἑαυτούς, μὴ τιθέναι πρόσκομμα τῷ

πλησίον ἢ σκάνδαλον. Υἱός τις ὑπῆρχε μονογενὴς τοῖς γεννήσασιν αὐτόν, καὶ

ἠγάπων τοῦτον σφόδρα, καθότι πᾶσαν τὴν ἐλπίδα μετὰ Θεὸν εἰς τοῦτον εἶχον,

156

προσδοκῶντες δι' αὐτοῦ ἔχειν τὴν καλλίστην καὶ πρέπουσαν τοῦ βίου ἐσχάτην

ἐλπίδα, καὶ τὴν τοῦ γένους διαδοχὴν καὶ ἀνανέωσιν διὰ τῆς τούτου παιδοποιΐας

ἔσεσθαι. Ὁ δὲ νεανίας ἄφνω πάντα ῥίψας τὰ πρόσκαιρα, καταλαμβάνει τὴν

ἔρημον καὶ γίνεται μοναχός, λύπην ἀφόρητον καταλιπὼν τοῖς οἰκείοις. Κλαίει

ὁ πατήρ, θρηνεῖ ἡ μήτηρ, τῆς προσδοκωμένης ἐλπίδος αἰφνιδίως στερηθέντες,

ἀναλογιζόμενοι ἅμα ὅτι οὐ δυνατὸν αὐτὸν ἔσεσθαι, ὥσπερ ἦν πρὸ τῆς ἀναχω-

ρήσεως. Οὔτε γὰρ οἴκου πατρικοῦ ἔτι προστῆναι δυνατόν, οὔτε πρὸς παιδο-

ποιΐαν ἐπιτήδειον, καθότι ἠρνήσατο ἑαυτὸν ἄνθρωπον εἶναι, ἐν τούτῳ τῷ μέρει

ἁγιωσύνην ἀμφιασάμενος, καὶ ἐν σώματι ὑπάρχων τῶν ἤδη ἐν μνημείῳ ἐρριμ-

μένων νεκρῶν οὐδὲν ἀπεοικὼς τοῖς κατὰ τὸν βίον πράγμασι.

Τούτου χάριν κλαίει ὁ πατήρ, καταπενθεῖ ἡ μήτηρ, τὴν τοῦ ἰδίου υἱοῦ

ἐπικουρίαν ἐπιζητοῦντες. Ἡ νύμφη μετὰ τοὺς ἀρραβῶνας ἀνετράπη. Ἐὰν χει-

ροτέχνης ἦν, τὴν τέχνην πόρρω ἀπέρριψεν. Ἐὰν πραγματείαν μετήρχετο, ἡ

ἐμπορία παρημέληται. Ἐὰν ἐν στρατείᾳ κατηριθμεῖτο, ταύτης ξένος γεγένηται.

157

Ἐὰν ἐν ἀξιώματι κατετέτακτο, τούτου ὑπερεφρόνησε· καὶ σχεδὸν λύσις τοῦ οἴκου

ἐκ τῆς ὑποθέσεως γεγένηται. Πάντα γὰρ τὰ ὁρώμενα καὶ τὴν προσπάθειαν τῶν

αἰσθητῶν πραγμάτων δίκην τριχῶν ἀποτεμών, γυμνὸς εἰσῄει ἐν τῷ σκάμματι

τῆς εὐσεβείας, ἵνα Χριστὸν κερδήσῃ, τὸν Κύριον τῆς δόξης. Ἄρ' οὖν ἄξιος σκαν-

δάλου καὶ ἀνατροπῆς ὁ τοιοῦτος; Μὴ γένοιτο!

Τίς τοίνυν εἰς τοσαύτην κακίαν ἐξέλθοι, ὥστε προδότης καὶ καταποντιστὴς

ἕλοιτο εἶναι τῆς τοσαύτης χρηστῆς ἐμπορίας; Ἢ τίς εἰς τοσαύτην ἀφοβίαν τοῦ

κρείττονος ἤλασεν, ὥστε τὸν τρέχοντα καλῶς ἐκκόψαι τῆς προθυμίας καὶ ὀρθῆς

προαιρέσεως, ὅπως τῶν ἐπιγείων ἀποξενωθεὶς τῶν οὐρανίων μὴ ἐφίκοιτο; Ἐὰν

γὰρ μετὰ τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου ἄρξηταί τις χωλαίνειν πρὸς

τὴν ἀρετήν, καὶ μετ' ὀλίγον ἔξω βαίνειν τῆς εὐθείας ὁδοῦ καὶ τὸ ὄμμα εἰς τὰ

ὀπίσω περιστρέφειν, οὗτος καὶ ἐν τῷ παρόντι βίῳ εἰς παράδειγμα ἔσται, καὶ μετὰ

τὴν ἔξοδον τῆς τῶν οὐρανῶν βασιλείας στερηθείς, ἀνάξιον ἑαυτὸν καταστήσει

τοῦ χοροῦ τῶν Ἁγίων. Ἀλλὰ καὶ τοῖς γονεῦσιν ἡ τούτου ῥᾳθυμία εἰς ἐντροπὴν

γενήσεται. Οἱ φίλοι περίλυποι. Οἱ ἐχθροὶ ἐπιχαίρουσιν ἐπὶ τῇ τούτου ῥᾳθυμίᾳ

158

καὶ ἐκπτώσει. Οἱ οἰκεῖοι θάνατον αὐτῷ ἐπικαλοῦνται, ὅτι τῶν ἐπιγείων στερη-

θείς, τῶν οὐρανίων οὐκ ἐδράξατο· καὶ προφάσει εὐσεβείας τὸν τοῦ Διαβόλου

ὑπεισῆλθε ζυγόν· τὸν γὰρ ἔννομον ἀπωσάμενος γάμον, ἐν πορνείαις καὶ ἀσελ-

γείαις ἐγκυλινδεῖται, καὶ ἐν κραιπάλαις καὶ μέθαις διημερεύει.

Θρηνοῦσιν οἱ γονεῖς τὰς ζημίας, ἅμα τῇ τούτου ψυχῇ· ὁ δὲ πλανηθεὶς τῇ

καρδίᾳ καὶ τὰς ὁδοὺς ἑαυτοῦ παραφθείρας, οὐδὲν τούτων προσποιεῖται, ἀλλὰ

τὴν εὐλάβειαν ῥίψας χαμαί, τὴν ἀναίδειαν ὑποδύεται, καὶ ἀσχημονῶν οὐκ

ἐντρέπεται· οὐδὲ γὰρ ἀνθρώπους αἰσχύνεται, οὐδὲ τὴν τοῦ Θεοῦ ἀγανάκτησιν

ἐν νῷ λαμβάνει· διότι οὔτε τοῖς γονεῦσι τὴν ὀφειλομένην καὶ πρέπουσαν ἀπένει-

με τιμήν, οὔτε τῷ πνευματικῷ ἔργῳ ἄξιον ἑαυτὸν παρέστησεν. Ἐντεῦθεν λοιπὸν

ἀναφύονται λοιδορίαι πρὸς τὸ ἐπάγγελμα, καὶ πρὸς αὐτὴν τὴν εὐσέβειαν βλασ-

φημίαι, ὅπερ φοβερόν ἐστι καὶ λέγειν. Καὶ ὥσπερ ἀσεβὴς ὅταν ἔλθῃ εἰς βάθος

κακῶν καταφρονεῖ, οὕτω καὶ οὗτος εἰς τοσαύτην ἀφοβίαν ἐξοκείλας οὐ κατα-

πτήσσει, ἀλλ' ὥσπερ ὁ ἀπεμπολήσας πάντα αὐτοῦ τὰ ὑπάρχοντα καὶ ὠνησάμενος

159

ἑαυτῷ στολὴν πολύτιμον, ὕστερον δὲ ἀπομανεὶς ἐνέπλησε ταύτην ἐπιβλήματα

ῥακώδη ῥερυπωμένα· ᾗ ὁ χρησάμενος οὐκέτι εἰς ἔπαινον καὶ δόξαν, ἀλλ' εἰς

χλεύην καὶ ὄνειδος αὐτῷ ἔσται. Τίς γὰρ οὐ καταγελάσειε τὸν χθὲς ἐν ὄρει

ἑαυτὸν περιζώσαντα πρὸς ὑπηρεσίαν τῶν ὁμοψύχων ἀδελφῶν κατὰ μίμησιν τοῦ

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σήμερον 〈δὲ〉 ὑπὸ οἰκετῶν δορυφορούμενον, καὶ

ὑπὸ θεραπαινίδων νιπτόμενον τοὺς πόδας, καὶ ἐν μαλακῇ στρωμνῇ ἀνακλινόμε-

νον [τοὺς πόδα], καὶ πρὸς τὸν ὑγρὸν καὶ ἐμπαθῆ βίον πάλιν ῥέψαντα; Ἢ τίς

οὐ χλευάσει τὸν χθὲς ἐν κελλίῳ ἐγκεκλεισμένον, καὶ συντυχίας πολλῶν ἀπο-

τρεπόμενον, σήμερον 〈δὲ〉 μετὰ γυναικαρίων ἀσέμνων συνδιαιτώμενον, καὶ ἐν

καπηλείοις οἰνοφλυγοῦντα; Ἢ τίς οὐ μέμψηται τὸν χθὲς πάντα τὰ βιωτικὰ

αὐθαιρέτως ῥίψαντα καὶ ἀκτημοσύνην ἀσπασάμενον, σήμερον 〈δὲ〉 ἐν δικαστη-

ρίοις προσεδρεύοντα, καὶ τὰ ἤδη καταγνωσθέντα φιλοτίμως πάλιν πρὸς ἑαυτὸν

ἀνακαλούμενον· καὶ τὸν ἑαυτοῦ νοῦν ἐκ τῶν οὐρανίων πρὸς τὰ χαμαίζηλα με-

τοικήσαντα, καὶ τοῖς δικασταῖς δίκην ἀνδραπόδων γλιχόμενον ἀκολουθοῦντα,

καὶ ἀντὶ προσευχῆς καὶ μελέτης λογίων Θεοῦ δικολόγοις προσδιαλεγόμενον, καὶ

160

ἀντὶ ἁπλότητος καὶ ἀκακίας δεινότητα ἠθῶν τε καὶ λόγων μεταλαμβάνοντα;

Εἴθε δὲ κἂν ἐκ τῶν ὁρωμένων δικαστηρίων εἰς νοῦν ἐλαμβάνομεν τὸ κρι-

τήριον τὸ μέλλον, καὶ ἐφύγομεν τὰς περιστάσεις τοῦ βίου, καὶ μετεβάλλομεν

τὸν τρόπον πρὸς εὐσέβειαν. Τότε γάρ, τότε χαρὰ ἔσται ἐν Ἀγγέλοις, καὶ εὐφρο-

σύνη τοῖς σπουδαίοις, καὶ ἀνάκτησις τοῖς οἰκείοις· τὸ γὰρ πένθος τῶν δυσφορη-

σάντων ἐπὶ τῇ ἀναχωρήσει μεταβάλλεται εἰς εὐφροσύνην διὰ τὴν ἀρίστην τοῦ

υἱοῦ πολιτείαν. Μακαρίζονται γὰρ ὑπὸ φίλων καὶ μάλιστα ὁρώντων τὰς περι-

στάσεις τῶν ἀναστρεφομένων ἐν τῷ βίῳ· καὶ ὡς δῶρον Κυρίῳ τῶν Θεῷ προσ-

ενέγκαντες μακαρίζονται. Καυχᾶται τὸ γένος ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ γενναίου

ἀθλητοῦ, καὶ γεγηθότες ἐπερωτῶσι τοὺς παρατυγχάνοντας· ἡ δὲ ἀρετὴ κρυβῆναι

οὐ δύναται. Ἀκούουσι τὴν ἐπικρατοῦσαν περὶ αὐτοῦ ἀγαθὴν φήμην, καὶ δοξά-

ζουσιν ἐπὶ τούτοις τὸν Κύριον, καὶ ἑαυτοὺς οἰκείους καὶ συγγενεῖς τοῦ ἀγωνι-

στοῦ διαβεβαιοῦνται ὑπάρχειν. Οἱ ἐν ἀξιώματι τὸν ἀπὸ ἀξιωμάτων ἐγκωμιά-

ζουσιν· οἱ στρατιῶται τὸν ἀπὸ στρατιωτῶν ὑπερθαυμάζουσιν· οἱ συντεχνῖται τὸν

161

ἀπὸ ὁμοιοτέχνων ἐπαινοῦσιν. Οὕτω τοῖς πᾶσι ποθεινοὺς καὶ ἐπιδόξους ἡ ἀρετὴ

τοὺς κατωρθωκότας καθίστησιν ἐν Κυρίῳ. Διὸ ἐν δόξῃ στεφανωθήσονται καὶ ἐν

τῇ βασιλείᾳ τῶν οὐρανῶν.

{Λόγος περὶ ἀληθοῦς ἀποταγῆς, καὶ ὃν τρόπονεὑρήσει ψυχὴ τὸν Θεόν· διὸ καὶ ἦλθεν ὁ Κύριος} Ὁ τὴν ἡσυχίαν ἐπανῃρημένος καὶ τὴν μόνωσιν μεταδιώκων, καλὴν ἀρχὴνἠσπάσατο. Ἀλλ' ὥσπερ τῶν ταραχῶν τοῦ φαινομένου ὄχλου ἀπέστη, ἐγκύψῃεἰς τὴν ἑαυτοῦ ψυχήν, εἰ καὶ τῶν ἔνδοθεν θορύβων ἀπήλλακται, καὶ τῆς τῶνδαιμόνων πολυοχλίας ἠλευθέρωται. Εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ ταραχαὶ καὶ θό-ρυβοι λογισμῶν πονηρῶν καὶ κακίας πολλῆς ἀντικειμένων δυνάμεων, περὶ ὧνφησὶν ὁ Ἀπόστολος· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸςτὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦαἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Καὶ πάλιν· τὰ ὅπλα ἡμῶνοὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Κυρίῳ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺςκαθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὥστεὅλος ἡμῶν ὁ ἀγὼν γενέσθαι πρὸς τὸ ἡσυχάσαι ἀπὸ τῶν ἔνδοθεν, καὶ ταῖς ἀλη-θιναῖς ταραχαῖς ἀποτάξασθαι καὶ ὄχλῳ λογισμῶν ἀντικειμένων δυνάμεων.Ἐπεὶ μάτην ἐγένετο ἡ ἀποταγὴ καὶ ἡ ἀναχώρησις τῶν φαινομένων τόπων. Ἡγὰρ ἀληθινὴ αὕτη ἐστί· τὸ ἔσωθεν εἰρηνεύειν καὶ γαληνιᾶν. Ὅταν οὖν ἑστήκῃς εἰς δέησιν πρὸς τὸν Θεόν, πρόσεχε μὴ τὰ σκεύη σουτὰ καλά, ἐν οἷς ψάλλεις τῷ Θεῷ, τουτέστι τοὺς λογισμούς σου, ἁρπάζωσιν οἱἐχθροί σου. Καὶ πῶς ἢ ἐν τίνι διακονήσεις τῷ Θεῷ τῶν ὅπλων ληφθέντων,τουτέστι τῶν λογισμῶν αἰχμαλωτισθέντων; Οὐ γὰρ χρείαν ἔχει ὁ Θεὸς ἵνα τὸστόμα ἢ ἡ γλῶσσα εὔχεται. Ἡ γὰρ διακονία τοῦ Θεοῦ αὕτη ἐστίν· ἵνα οἱ λογι-σμοί, καὶ ἡ ὅλη ἰσχὺς καὶ ἡ δύναμις τῆς ψυχῆς, καὶ ὅλος ὁ νοῦς τέταται πρὸςτὸν Θεὸν ἀμετεωρίστως. Μὴ μίξῃς τῷ χρυσῷ σου χαλκὸν ἢ μόλυβδον, τουτέ-στι τῇ ψυχῇ σου πολλοὺς λογισμοὺς καὶ ἀκαθάρτους· ὥσπερ γὰρ κόρη ἀνδρὶἡρμοσμένη, εἰ ὑπονοθευθῇ ὑπὸ ἑτέρων, βδελυκτὴ τῷ ἀνδρὶ γίνεται, οὕτω καὶ ἡψυχὴ ὑποσυρομένη ὑπὸ ῥυπαρῶν λογισμῶν καὶ συντιθεμένη, βδελυκτή ἐστι τῷἐπουρανίῳ νυμφίῳ αὐτῆς Χριστῷ. Ἀλλὰ τὸ ἐν αὐτῇ δυνατόν, μὴ συνδυαζέτω,μηδὲ γλυκαινέσθω τῇ αὐτῶν συγκαταβάσει, ἵνα ἰδὼν ὁ Κύριος τὴν ἀγάπηναὐτῆς τὴν πρὸς αὐτόν, ἐλεήσει αὐτήν, καὶ ἐλθὼν ἐξολοθρεύσει τοὺς ἐχθροὺςαὐτῆς τοὺς νουθετοῦντας καὶ πείθοντας ἔχθραν ἔχειν πρὸς τὸν Νυμφίον αὐτῆς,καὶ τὰ νοήματα αὐτῆς βουλευομένους φθεῖραι ἀπὸ τοῦ Χριστοῦ. Καὶ ὅταν ἴδῃ ὁΚύριος ὅτι συνάγει ἑαυτὴν ἡ ψυχή, ὅσον τὸ ἐν αὐτῇ, ἀεὶ τὸν Κύριον ζητοῦσα καὶπροσδοκῶσα νυκτὸς καὶ ἡμέρας, 〈καὶ〉 βοῶσα πρὸς αὐτὸν (οὕτω γὰρ καὶ ἐνε-τείλατο, ἀδιαλείπτως προσεύχεσθαι), ἐν τάχει ποιήσει τὴν ἐκδίκησιν αὐτῆς, καὶκαθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, ἄσπιλον νύμφην ἑαυτῷ παραστήσει. Εἰ οὖν πιστεύεις αὐτῷ ταῦτα εἶναι ἀληθῆ, ὥσπερ καὶ ἐστί, πρόσεχε σε-αυτῷ, εἰ εὗρεν ἡ ψυχὴ τὸ φῶς τὸ ὁδηγοῦν αὐτήν, καὶ τὴν βρῶσιν καὶ τὴν πόσιντὴν ἀληθινήν, ὅπερ ἐστὶν αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶἡμέρας, ἵνα λάβῃς· τυφλὸς γὰρ εἶ. Οὕτως ἐπηγγείλατο, καὶ οὕτως εὑρίσκει ἡψυχὴ τὸν ἀληθινὸν Θεόν. Ὅταν οὖν θεωρεῖς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸνἥλιον, καὶ βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὕροις τὸ ἀληθινὸν φῶς· σκιὰ γάρ ἐστιπάντα τὰ φαινόμενα τῶν ἀοράτων καὶ ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστιγὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔσω, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁΣατανᾶς, καὶ ὦτα ἃ ἐκώφωσε, καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον σῶσαι, καὶ ἄνθρω-πον ὑγιῆ ποιῆσαι· ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπο-λωλός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.{Ἀσκητικὸν ὠφέλιμον} Οἱ βουλόμενοι κατὰ ἀλήθειαν ἑαυτοὺς τῷ Κυρίῳ ἀποδοῦναι πρὸς τὴνμέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν, διὰ τὸν Πονηρὸν ἀνταγωνιζόμενον παντὶτρόπῳ, ποικίλως ἑκάστην ψυχὴν πολεμεῖν. Πρὸ πάντων οὖν πίστιν ἑδραίαν καὶἐλπίδα βεβαίαν ἕκαστος ὀφείλει ἀναλαβεῖν, ἵνα δι' αὐτῶν δυνηθῇ τὰ πεπυρωμένατοῦ Πονηροῦ βέλη σβέσαι. Κἂν μυρία τοίνυν ὁ ἀντικείμενος ποιῇ, βουλόμενοςχαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης εἰς τὸν Κύ-ριον, πολεμῶν τῇ ψυχῇ διαφόρως· ἤτοι ἔνδοθεν θλίψεις διὰ τῶν τῆς πονηρίαςπνευμάτων ἐπάγων τῇ ψυχῇ, ἤτοι λογισμοὺς [καὶ] πονηροὺς καὶ ματαίους καὶἀθεμίτους καὶ ῥυπαροὺς ἐνσπείρων, καὶ τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμηνποιῶν, καὶ κατακρίνων τὴν ψυχὴν πρὸς τὴν προαίρεσιν εἰς χαύνωσιν εἰσελθεῖν,ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐγεῖραι τὴν ψυχήν, ὡςἐξ αὐτῆς τὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρ-δίᾳ, καὶ οὐχ ὡς ἀλλοτρίου πνεύματος ἁμαρτίαν λογιζομένου ἔνδον καὶ ὑπο-σπείροντος αὐτῇ. Τοῦτο τῆς κακίας ὑποτιθεμένης, καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἐστὶμετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ Θεοῦ ἐγκόσμου πνεῦμα πλάνης, πρὸς τὸ εἰςἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν, ἤτοι πόνους σώματος ἐπενέγκαι ἀσθενείαις,ἤτοι δι' ἀνθρώπων ὀνειδισμοὺς καὶ θλίψεις ἐπιφέρειν. Καὶ ἐὰν διὰ τούτων πάν-των ὁ Πονηρὸς ἐπιχειρῇ πολεμεῖν τὴν ψυχήν, ὁ ἄνθρωπος τῆς πρὸς Κύριονἐλπίδος μὴ ἐκστῇ, ἀλλὰ πλέον προσκολληθείη ἑκάστοτε, ὡς μόνῳ χρηστῷ καὶεὐσπλάγχνῳ καὶ δυναμένῳ τῆς ψυχῆς τὰ ἀσθενήματα ἰάσασθαι· αὐτὸν ἀεὶἀγαπῶν καὶ αὐτὸν μελετῶν· τοῦτο λογιζόμενος, ὅτι ἀπὸ Θεοῦ ἐὰν ἀποστῶ,ἀποστραφεὶς τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, [καὶ] πρὸς τίνα δυνατὸν ἀπελθεῖν,εἰ μὴ τάχα εἰς ἀπώλειαν, καίγε, ἐὰν ἐμαυτὸν [καὶ] παραδῶ ταῖς τοῦ Πονηροῦσυμβουλίαις καὶ μυρίαις τοίνυν μαχαίραις τῶν πεπυρωμένων βελῶν, παθῶντῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν ἑκάστης ἡμέρας; Ἑκάστῳ τῶν ἀδελφῶν ἐὰν ἐμβάλῃ ὁ Πονηρὸς καὶ τὸ χαυνῶσαι καὶ ἀπο-στρέψαι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ ἀπελπισμὸν ἄγειν, τοσούτῳ μᾶλλον ὀφεί-λει καταφυγεῖν καὶ ἐλπίσαι ἐπὶ τῷ Θεῷ, ὅτι οὕτω βούλεται δοκιμασθῆναι τὰςεἰς αὐτὸν προσφευγούσας ψυχάς, ὅπως γνωρισθῇ ἐξ ἀληθείας ὅτι πάντα μισή-σαντες, Θεὸν μόνον ἠγάπησαν· καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες, τῷμόνῳ Θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθονπρὸς αὐτὸν ἐκτήσαντο· καὶ μυρίους θανάτους ὑπεριδόντες, Θεὸν μόνον ἠγάπη-σαν· καὶ αὐτὸν μόνον κληρονομῆσαι ἐπιθυμήσαντες, Θεὸν μόνον ἠγάπησαν· καὶπᾶσαν τὴν σπουδὴν καὶ τὸν πόνον αὐτῶν καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας, ὡςμικρὸν ἡγησάμενοι· καὶ οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν ποιεῖν δυνάμενοι·χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτονἔχει τὴν σύγκρισιν, ὡς ἐάν τις ἔχῃ μίαν ψάμμον ἀφ' ὅλης τῆς ψάμμου τῆς θα-λάσσης· οὕτως ἀπέραντος καὶ ἄπειρος καὶ ἀκήρατός ἐστιν ὁ τῶν δικαίων αἰὼνκαὶ ἡ τῶν οὐρανῶν βασιλεία.