De diuina gratia
- Edition reference
- De diuina gratia, ed. Phrantzolas, op. cit., vol. 5, 176–186.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg089.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
182
ἰατρὸς ἀσθενοῦσιν οὐ δίδωσιν ἄρτου ἢ οἴνου ἀπόλαυσιν. Συνίετε ὃ λέγω, ἵνα
〈μὴ〉 περὶ τῶν εὐδήλων διατρίβωμεν.
Τίς ἡ χάρις, τίς ἡ φύσις, τίς ἡ γνῶσις, τίς ἡ προαίρεσις, τίς ἡ πλῆξις, τίς
ἡ μετουσία; Καὶ ὁ Παῦλος εἴρηκεν ὅτι διαιρέσεις εἰσὶ χαρισμάτων, καὶ ὅτι πρὸς
τὸ συμφέρον δίδονται. Μήτε οὖν ἀπιστήσωμεν μὴ λαμβάνοντες, μήτε ὅμοια
ζητῶμεν λαμβάνοντες. Μὴ πρὸς τὸ διάφορον διστάζωμεν, ὅτι οὐχ ἡ αὐτὴ χάρις
ἐστὶ νομίζοντες, ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τοὺς ἀνθρώπους καὶ τοὺς τρόπους
ἀποβλέψωμεν. Οὔτε Αἰγύπτιος νῦν κρατεῖ, οὔτε λιμώττει Χαναάν. Οὐκ ἔστιν
183
Ἰακὼβ ὁ δίκαιος, οὔτε γένος Ἰσραὴλ ὀφεῖλον ἐξ Αἰγύπτου ἐξελθεῖν, κληρο-
νομῆσαι τὴν γῆν Χαναάν. Οὐ ποιμένες ἀδελφοί, οὐ Μαδιηναῖοι ἔμποροι, οὐκ
Ἰωσὴφ ἐνθουσιώμενος ἐνυπνίοις.
Ἀπὸ τῶν λοιπῶν τῶν ἀπὸ τῆς Γραφῆς, καὶ αὐτὴν εἶναι τὴν χάριν πιστεύ-
ομεν, καὶ τὴν πίστιν τὴν αὐτήν. Εἰ ἦν τὰ πάντα τοιουτότροπα, οὐ πρόνοιαν,
ἀλλὰ φύσιν διοικεῖν ᾠόμεθα· ἀλλ' ὡς ὁ Ἄβελ ἔτυχε τῆς χάριτος, ὅτι καὶ ἀπο-
θανὼν διὰ τοῦ αἵματος αὐτοῦ τῷ Θεῷ προσωμίλησεν, Ἐνὼχ μετετέθη μὴ ἰδεῖν
θάνατον, καὶ ὁ Νῶε ἐν τῇ χάριτι διεσώθη ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἐπὶ τῆς
παρούσης καταστάσεως πολλή ἐστιν ἡ διάκρισις, ὅτι καὶ διάφορός ἐστιν ἡ προ-
αίρεσις.
Ἀπὸ τῆς χάριτος καὶ περὶ τῆς δοκιμῆς συνήσωμεν. Οὐ πάντες τοῖς αὐτοῖς
περιπίπτουσι πειρασμοῖς, ἐπειδὴ οὐ πάντες τῆς αὐτῆς διανοίας ἐπιλαμβάνονται·
ὅτι περὶ ἑνὸς στεφάνου φιλονεικοῦντες, διαφόρως καὶ ἀθλοῦσι καὶ ἀγωνίζονται.
Ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ πλεόντων, πιστεύσατε μίαν μὲν εἶναι τὴν θάλασσαν,
διαφορὰν δὲ τῆς πορείας. Πᾶσαι αἱ νῆες ἶσοι· αἱ μὲν οὐρίᾳ πλέουσαι ἐκινδύνευ-
184
σαν, αἱ δὲ ἐξ ἐσχάτων κινδύνων διεσώθησαν· καὶ πολλαὶ πλέουσαι ὑφ' ἑνὸς ἀνέ-
μου διαφόρως συνέχονται. Καὶ οἱ τόποι καὶ τὰ ἀκρωτήρια ἀνέμους κινοῦσι καὶ
κύματα, καὶ κυβερνητῶν τέχνας ἢ ἐμποδίζουσιν ἢ κατευθύνουσι. Καὶ πλάσεις
νηῶν αἴτιοι γίνονται, καὶ ὀθόνη πηδαλίων ἡ βραχυτάτη, ἵνα φανερὸν ᾖ ἐν ὑμῖν
περὶ τῆς ὑμετέρας καταστάσεως.
Εἴ τι οὖν λείπει τοῖς εἰρημένοις, ὑμεῖς ἀναπληρώσατε· ἐγὼ γὰρ ὡς ἰδιώ-
της τῆς τέχνης, ἃ οἶδα ἔγραψα πόθῳ ὑπακοῆς. Διὸ καὶ ἐπεχείρησα προπετεύ-
σασθαι, ἀλλ' οἶμαι μηδένα μέμψασθαι, ὑμῶν μεσιτευόντων. Διὰ γὰρ τὸ μὴ δύ-
νασθαι παραιτεῖσθαι, προῆλθον ἐπὶ τὸ μέρος τῆς ἐκζητήσεως, καὶ θέλων εἰπεῖν
ἀκριβέστερον, εἰκὸς ὅτι προσέκρουσα.
Οὐκ ἀρνοῦμαι τὴν φύσιν, οὐ καυχῶμαι τὴν πρᾶξιν, οὐκ ἀπαιτῶ τὴν ἐξο-
μοίωσιν. Ὁ λόγος ὑμῶν ὑπηρέτης. Εἰ βίος οὐ μαρτυρεῖ, τῷ λόγῳ ὑπομιμνῄ-
σκοντι χρήσασθε. Ἔστω ὁ λόγος κάτοπτρον τῆς φυσικῆς ὑμῶν πράξεως, καὶ
ἴδετε ἐν αὐτῷ ὡς ἐν διαυγεῖ ὕλῃ τὴν ἀρετὴν ὑμῶν τὴν ἄϋλον. Θαυμάσατε ἑαυ-
τοὺς ἀναγινώσκοντες, μωμοσκοπήσατε δὲ τὰ σφάλματα τοῦ γράψαντος. Τὰ
185
ἐνδέοντα τῷ λόγῳ διὰ τῆς πράξεως διορθώσασθε. Ἐλέγξατε τὴν ἰδιωτείαν τοῦ
τυπώσαντος τῆς ἀρετῆς τὸν χαρακτῆρα. Διαπτύσατε τὸν ἐξεικονίσαντα τελείαν
πρᾶξιν ἀτελεῖ ῥήματι. Σύνετε τὴν σπουδὴν καὶ μὴ μέμψησθε τὴν ἄγνοιαν. Νοή-
σατε τὴν ἀπειρίαν καὶ τὸ ἐπιτήδευμα μὴ ἀποβάλησθε. Ὑμεῖς μοι τὰ παρ' ὑμῶν
ἀναμφίβολα πορίσατε. Εὐχὰς ἐκτενεῖς καὶ στοργὴν πατρικήν, ἐφ' οἷς πλουτεῖτε,
ἀφθόνως παράσχετε· ὅτι κἀγὼ τὴν πενίαν τῆς διηγήσεως οὐκ ἀπεκώλυσα.
Ἐδάνεισα πτωχὸς ὢν πλουσίοις. Οὐ θέλω τὸ κεφάλαιον, τὴν ἀμοιβὴν ἀπαιτῶ.
Οὐκ ἐπαίνους αἰτῶ, ἀλλὰ προσευχάς. Οὐ μισθὸν αἱροῦμαι λαβεῖν, ἀλλὰ χάριν
δέξασθαι. Οὐκ οἶδα τὸ ἔργον ἄξιον εἶναι τῆς ἐπιταγῆς· ἐννοῶ δὲ ὅτι παρασχεῖν
θέλοντες ἐκελεύσατέ μοι εἰπεῖν, μὴ χρῄζοντες ὑπομνήσεως. Οἱ ἔχοντες τὴν πη-
γήν, σταγόνος οὐ προσδέονται. Οἱ τὴν ποίμνην νέμοντες, οὐκ ἐνδεεῖς εἰσι γά-
λακτος. Οἱ τὸν ἄρτον κλῶντες, ψιχίων οὐ χρῄζοντες. Οἱ τὸ μέλι γεωργοῦντες,
οὐκ ἐπιδεεῖς εἰσιν μαθεῖν τίς ἡ γεῦσις αὐτοῦ. Οἱ τὸν μαργαρίτην κεκτημένοι, δι'
ὀβολὸν οἰκτρὸν οὐ καταπονηθήσονται. Δότε ἡμῖν τῆς γεωργίας ὑμῶν, ὅτι τὸν
παράδεισον ἐξελάβετε. Παράσχεσθε ψυχῆς τροφήν, οἱ τῷ ξύλῳ τῆς ζωῆς τρεφό-
186
μενοι. Ὥσπερ γὰρ τὰ φαινόμενα πρόσκαιρα, οὕτω καὶ ὁ λόγος ὁ πρὸς ὑμᾶς.
Ἀλλ' αὐτοὶ αὐτὸν ποιεῖτε αἰώνιον, ὅτι τῇ πράξει ὑπόστασιν αὐτῷ παρέχετε
αἰωνίαν.
{Λόγος περὶ παρθενίας} Περὶ παρθενίας καὶ ἁγιασμοῦ ψυχῆς Παῦλος ἀπόστολος, ὁ ἄριστος σύμ-βουλος, πάντας ἡμᾶς διδάσκει, καὶ κρείττονα ἡγεῖται τὸν βαθμὸν τῆς παρθενίας〈καὶ〉 ἀνώτερον τοῦ κόσμου· ὁ γὰρ ἔχων γυναῖκα, φησὶν ὁ Ἀπόστολος, ταύτηνἔχει μέριμναν, πῶς γυναικὶ ἀρέσει, ὁ πολιτευόμενος δὲ ἐν παρθενίᾳ, ἀεὶ ταύτηνἔχει μέριμναν, πῶς τῷ Κυρίῳ ἀρέσει. Ἐκείνη ἡ μέριμνα ἀπάγει εἰς κόλασιν·αὕτη δὲ ἡ μέριμνα εἰς ζωὴν αἰώνιον. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναντῷ Κυρίῳ ἀρέσαι, καὶ φυλάσσων καθαρὸν τὸ σῶμα τὸ ἴδιον, ἵνα γένηται ναὸςἅγιος καὶ ἄχραντος Χριστοῦ τοῦ βασιλέως. Ἐγένου ναὸς ἑκουσίως, ἄνθρωπε; Πρόσεχε οὖν σεαυτῷ ἐν ἡμέρᾳ καὶ νυ-κτί, ἵνα μὴ διαφθαρῇ ὁ ναός, ὃν ἐκτήσω ἐν τῇ σῇ ἐξουσίᾳ. Αὐτὸς τῇ σῇ βουλῇκαὶ τῇ σῇ ἐξουσίᾳ ἐγένου ναὸς Θεοῦ, οὐχὶ δὲ κατὰ βίαν, ἀλλὰ τῇ προθυμίᾳ.Οἶδας καὶ αὐτὸς σαφῶς, ὁ γενόμενος ἄνθρωπος τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅτιΠνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ ναῷ, ἐάν ἐστι καθαρὸς καὶ ἁγιάζει ἑαυτόν, ἵνα ἐστὶνεὔχρηστος τῷ ἰδίῳ Δεσπότῃ. Ἄκουσον, ἀδελφέ μου γνήσιε, καὶ γράψον τὰ ῥήματα τῆς ἐμῆς εὐτελείαςἐπὶ τῇ καρδίᾳ σου. Περίζωσον σεαυτὸν πίστει τῇ εἰλικρινεῖ, ἐλπίδι καὶ ἀγάπῃ,καὶ στῆθι ὡς δυνατός, φυλάττων ναὸν Θεοῦ ἀπὸ πάντων ῥυπαρῶν λογισμῶν.Γενοῦ δὲ ὅλος αὐτὸς ὀφθαλμὸς διηνεκῶς κατασκοπῶν, θεωρῶν τοῦ Πονηροῦπειρατάς. Ἐπιρρίπτουσιν ἀεὶ πειραταὶ τοῦ Πονηροῦ, ὅπως εὕρωσί τινα χαῦνονκαὶ μετέωρον, ἵνα διαφθείρωσιν ἐκείνου ἀθλίου τὸν ναὸν τοῦ σώματος, καὶ μη-κέτι ὑπάρχει εὔχρηστος τῷ Δεσπότῃ. Πρόσεχε οὖν σεαυτῷ, ἵνα μήποτε εὑρεθῇς εἰσδεχόμενος αὐτὸς τοῦ Πονη-ροῦ πειρατάς. Συνιεῖς, ὧ ἀδελφέ, τίνες εἰσὶ πειραταὶ Πονηροῦ καὶ φονευταί;Λογισμοὶ ῥυπαροί, ἐπιθυμίαι κακαί, θυμοί τε καὶ ταραχαί, ὀργαὶ καὶ ἐρίθειαικαὶ δουλεῖαι τῶν παθῶν. Οὗτοί εἰσι πειραταὶ ἀναίσχυντοι καὶ κακοί, μὴ παυό-μενοί ποτε, μηδὲ κορεννύμενοι ἀπὸ τῆς πονηρίας, καὶ νικώμενοι ἀεὶ αὑτοὺςἐπιρρίπτουσιν. Ἀναίσχυντος τυγχάνει ῥίζα ἐπιθυμίας. Ἐὰν ἐκκοπῇ καθ' ἡμέ-ραν, βλαστάνει καθ' ὥραν. Ἐκρίζωσον, ἀδελφέ, ῥίζαν ἐπιθυμίας ἀπὸ τῆς σῆςκαρδίας, ἵνα μὴ καθ' ὥραν προβαίνῃ καὶ βλαστάνῃ. Κἂν μυριάκις ἐκτέμνῃς, δὶςτοσοῦτον ἐκφύει, ἐὰν μὴ ῥίζα αὐτῆς ἐκριζωθείη παντελῶς. Ἀγώνισαι συνεχῶς,ἵνα ᾖς ναὸς Θεοῦ ἄσπιλος καὶ ἄμωμος. Ἐὰν σὺ εὐτρεπίσῃς τὸν ναόν σου τῷΘεῷ, αὐτὸς Θεὸς ἅγιος δίδωσιν ἀντάλλαγμα τὸν τερπνὸν παράδεισον εἰς τὴνσὴν ἀνάπαυσιν, διὰ νίκης τῶν παθῶν καὶ ῥυπαρῶν λογισμῶν. Περιγενοῦ φυ-λάττων τὸν ναόν σου ἅγιον, ἵνα ἐστὶν εὐπρεπής, εὐπρόσδεκτος τῷ Θεῷ. Πρόσεχε οὖν σεαυτῷ, μὴ ἀντὶ τοῦ ἁγίου καὶ ἀχράντου Δεσπότου τὸν Ἐ-χθρὸν τὸν μιαρὸν εἰσάξῃς εἰς τὸν ναόν, καὶ φθαρῇ σου ναὸς δι' ἀναισχυντίας τοῦμισοκάλου Ἐχθροῦ. Ἀναίσχυντος τυγχάνει, ἀναιδὴς τῇ προθέσει. Πλειστάκιςἐπιτιμῶν ἔξω αὐτὸν ἐκβάλλεις, αὐτὸς δὲ ἀναισχύντως τοῦ εἰσελθεῖν πυκτεύει.