Aduersus improbas mulieres
- Edition reference
- Aduersus improbas mulieres, ed. Phrantzolas, op. cit., vol. 5, 198–206.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg091.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Ποῖον θηρίον, εἰπέ μοι, κατὰ τοῦ ἰδίου ἄρρενος τοιαῦτα ἐμελέτησέ ποτε;Ποία δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπολέσθαι ἐθέλει; Ποία δὲ λέαινα τὸν αὐτῆςἄνδρα πρὸς σφαγὴν παραδίδωσιν; Οὕτως ἀληθῶς, οὐκ ἔστι κακία ὑπὲρ κακίανγυναικός. Οὐκοῦν ὁ ἔχων γυναῖκα πονηρὰν γινωσκέτω ἤδη τῶν ἀνομιῶν αὐτοῦκεκομιεῖσθαι μισθόν. Φησὶν ὁ Σοφός· γυνὴ πονηρὰ ἀνδρὶ ἁμαρτωλῷ δοθήσεται. Πᾶς ὁ βλέψας γυναῖκα, φησί, πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσενἐν τῇ καρδίᾳ αὐτοῦ. Ὄντως φοβερὸν τὸ παράγγελμα καὶ πολλῆς χρεία τῆς νή-ψεως. Τί γάρ ἐστι γυνή; Παγὶς κεκοσμημένη καὶ ἐξαπατῶσα τοὺς ἀνθρώπους ἐνἡδοναῖς. Φαιδρῷ μὲν τῷ προσώπῳ, καὶ ὑψηλῷ τῷ τραχήλῳ, καὶ τοῖς ὀφθαλ-μοῖς ἀνανεύουσα, καὶ ταῖς παρειαῖς μειδιῶσα, μελῳδοῦσα δὲ τῇ γλώσσῃ, καὶτῇ φωνῇ θέλγουσα, καὶ τοῖς λόγοις δελεάζουσα, καὶ τὸν χιτῶνα σύρουσα, καὶτοῖς ποσὶ παίζουσα, καὶ τῷ σχήματι ἀρέσκουσα, καὶ τῷ σώματι ἐκπορνεύουσα,καὶ τοῖς ἔργοις φονεύουσα. Πολλοὺς γάρ, φησί, τρώσασα, καταβέβληκε· καὶἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε. Διὸ καὶ λέγει· ἐν κάλλει γυναικὸς πολλοὶἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. Τί ἐστι γυνή; Ἐπὶ γῆς ναυάγιον, πηγὴ κακίας, θησαυρὸς ῥυπαρίας καὶπονηρίας, θανατηφόρος συντυχία, ὀφθαλμῶν ὄλισθος, ψυχῶν ὄλεθρος, καρδίαςλόγχη, νέων ἀπώλεια, σκῆπτρον ᾅδου, κρημνώδης πόθος. Τί ἐστι γυνή; Αἰτία Διαβόλου, ἀνάπαυσις Ὄφεως, Διαβόλου παραμυθία,ἀπαρηγόρητος ὀδύνη, ὑποκαιομένη κάμινος, σῳζομένων σκάνδαλον, ἀθεράπευ-τος κακία, καθημερινὴ λέσχη, ξενοδοχεῖον ἀσώτων, ἐργαστήριον δαιμόνων. Τί γυνή; Φίλτρον πονηρίας, ἀναίσχυντον θηρίον, ἀκράτητος ὁρμή, ἀχαλί-νωτον στόμα, μυστηρίων θρίαμβος, σκοτίας ὁδηγός, παραπτωμάτων διδάσκα-λος, ἀπολαύσεως πονηρία, ἀκόρεστος ἐπιθυμία, κολάσεως αἰωνίου πρόξενος. Τί γυνή; Γήϊνον φρόνημα, ἀνδρὸς ῥᾳθυμία, συγκοιμωμένη ἀκρασία, συν-εγειρομένη μέριμνα, ἱματισμένη ἔχιδνα, αὐθαίρετος μάχη, καθημερινὴ ζημία,οἰκίας χειμών, ἀνδρὸς ναυάγιον, ἀνήμερον θηρίον, μοιχῶν καταγώγιον, ὅπλονΔιαβόλου, ἐπιθυμητὴ λύσσα, παγκόσμιος θάνατος. Εἰκότως οὖν ἔλεγεν ὁ Σοφός· μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός.Σὺ δέ, εἰ βούλει τοῦ τοιούτου πάθους καὶ θηρίου ἀποδράσαι, ἄκουε τοῦ Παροι-μιαστοῦ λέγοντος· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέ-τω δίκαια· καὶ μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· γυνὴ γὰρ ἀνδρὸς τιμίαν ψυχὴνἀγρεύει. Νῦν οὖν, υἱέ μου, ἄκουέ μου. Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρ-δία σου, καὶ μὴ πλανηθῇς ἐν ἀτραποῖς ὁδοῦ αὐτῆς· πολλοὺς γὰρ τρώσασα κα-ταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε· καὶ μὴ ἐπιστήτω σὸν ὄμμαπρὸς αὐτήν, ἀλλ' ἀποπήδησον 〈καὶ〉 μὴ χρονίσῃς. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμπουσαν, ἔχουσαν ὀφθαλμὸν φαι-δρόν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, εὐμήχανόν τινα ὥραν φέρουσαν ἐπὶ τῆςὄψεως, φλέγουσά σου τὸν λογισμὸν καὶ τὰς ἐπιθυμίας αὔξουσαν, ἐννόησον ὅτιγῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐγκαῖον, καὶ παύσεται λυσσῶσα ἡ ψυχή.Ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως τῷ λογισμῷ, καὶ τότε πᾶσαν ὄψει τῆςεὐμορφίας τὴν εὐτέλειαν· οὐδὲν γὰρ ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστέα καὶ φλέβαςκαὶ δυσωδίαν. Ἐννόησον δὲ πάλιν ταύτην γηράσκουσαν, ἀλλοιουμένην, θνῄ-σκουσαν, ἅπαν καταρρέον τὸ ἄνθος ἐκεῖνο. Ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύν-θητι· καὶ αἰσχυνθείς, μετανόησον.{Περὶ τῶν δελεαζόντων ψυχὰς πρὸς ἀσέλγειαν,ἐν τῷ λέγειν, ὅτι οὐδέν ἐστι τὸ πρᾶγμα} Τῷ προφήτῃ Ἰεζεκιὴλ εἶπεν ὁ Θεός· καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέ-δωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἐὰν ἀκούσῃς ἐκ στόματός μου λόγον, καὶ δια-πειλήσῃς αὐτοῖς παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ,καὶ οὐ διεστείλω, οὐδὲ ἐλάλησας τοῦ διαστεῖλαι τῷ ἀνόμῳ τοῦ ἀποστρέψαι ἀπὸτῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθα-νεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Σὺ δὲ ἐὰν διαστείλῃ τῷἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνοςἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Ταῦτα δὲ ἀκούοντες, ἀγαπητοί, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτη-ρίαν κατεργασώμεθα, μὴ περικακοῦντες πρὸς νουθεσίαν ἀλλήλων, μὴ τὰ πρὸςχάριν ἡδονῆς διαλεγόμενοι ἀλλήλοις, ἀλλὰ τὸ συναρμόζον τῇ ἑκάστῳ ἡμῶνσωτηρίᾳ· ἐν τούτοις γὰρ εὐδοκεῖ ὁ Κύριος. Ὁ γὰρ Ἐχθρὸς οὐκ ἠρεμεῖ ἐφαπλῶν τὰς ἰδίας παγίδας. Ἀναγκαῖον οὖνκαὶ ἡμᾶς μὴ ἀμελεῖν τῆς ἐν ἀλλήλοις ἀγάπης. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς συν-τρίψαι αὐτοῦ τὰς παγίδας καὶ ῥύσασθαι ἡμᾶς τῆς ἐκείνου κακουργίας. Ἐμοῦ δὲἡ καρδία ἀλγεῖ καὶ τὰ ἐντός μου ἐστράφη ἐν ἐμοί, περὶ ὧν ἀκήκοε τὸ οὖς μου.Ὅθεν ἀδελφικὴν συμβουλίαν ἄρχομαι πάλιν ποιεῖσθαι πρὸς σέ. Μή σε ἀπατά-τωσαν ἄνδρες φιλήδονοι καὶ ἀπονενοηκότες τῆς ἑαυτῶν ψυχῆς πράττειν ἔργαδυσσεβείας· αὐτοὶ γάρ εἰσιν οἱ ἀπόγονοι Σοδόμων. Ὧν γάρ τις τὰ ἔργα ζηλοῖ,ἐξ ἀνάγκης τούτων υἱὸς κληθήσεται. Φεῦγε τοίνυν τὴν τούτων ἐργασίαν καὶ μίμησιν, ἵνα σὺν τῷ κρίματι καὶτὴν ἐπωνυμίαν διαδράσῃς. Δεινοὶ γάρ εἰσι τῇ προαιρέσει, καὶ πικροὶ τοῖς τρό-ποις, οἱ χαλεποὶ κόλακες. Οἱ μὲν προφανῶς ἀπατᾶν σπουδάζουσιν, οἱ δὲ καὶεὐλάβειαν ὑποδύονται καὶ ταπείνωσιν ὑποκρίνονται, κατὰ τὸ γεγραμμένον· ἔχον-τες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὅθεν καὶ διὰ τὸ μὴἐλεγχθῆναι ὑπὸ τῆς τεκνογονίας, κυβείᾳ κέχρηνται ταῖς ἡδοναῖς· ἀφῄρηται γὰρἀπ' αὐτῶν ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ ἐπίγνωσις αὐτοῦ, καὶ οὐ μόνον αὐτὰ ποι-οῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ τὸ μέγα καὶ βαρὺ τοῦτο ἀσέ-βημα σφόδρα κατευτελίζουσιν, ἵνα πάντα ἄνθρωπον ἀγρεύσωσι πρὸς παράβασινἐντολῶν Θεοῦ. Ὃν τρόπον γὰρ οἱ βουλόμενοι ἀνελεῖν λέοντα, μετὰ τὸ ὀξύναιτὸ δόρυ ἐπιχρίουσι μέλαν τὸν σίδηρον πρὸς τὸ ἀμαυρῶσαι τὸ στίλβον, καὶ οὕτωκαιρίαν τὴν πληγὴν αὐτῷ διδοῦσιν, οὕτω καὶ οὗτοι διὰ τοῦ κατευτελισμοῦ καὶκολακείας ἀνόμου προσκαλοῦνται τοὺς ὑπηκόους ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς.Καὶ ὥσπερ ἐκ φωλεοῦ τινος ἐκπορεύεται πλῆθος ἰοβόλων θηρίων, οὕτω καὶ ἐκκαρδίας τῶν τοιούτων ἀνθρώπων ἐκπορεύεται πλῆθος διαλογισμῶν πονηρῶν·καρδία γάρ, φησί, διεστραμμένη τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ. Χρὴ οὖν βραχέα παραθέσθαι ἐκ τῶν θείων Γραφῶν πρὸς ἔλεγχον καὶἀνατροπὴν ἀνθρώπων πονηρῶν, ἐπανόρθωσιν δὲ καὶ ἀσφάλειαν τῶν μετανοεῖνβουλομένων. Φησὶ γὰρ ὁ Παροιμιαστής· υἱέ, φύλασσε νόμους πατρός σου, καὶμὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ἄφαψαι δὲ αὐτοὺς ἐν σῇ ψυχῇ διαπαντὸς καὶἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ. Ἡνίκα ἐὰν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰσοῦ ἔστω· ὡς δ' ἂν καθεύδῃς φυλάσσωσί σε, ἵνα ἐγειρομένου σου συλλαλῶσίσοι. Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία,τοῦ φυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλο-τρίας. Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲσυναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά-