The Greek Library Catalogue

Anonymous

De abstinendo ab omni consuetudine perniciosa, et de continentia

Edition reference
De abstinendo ab omni consuetudine perniciosa, et de continentia, ed. Phrantzolas, op. cit., vol. 5, 231–238.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg094.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

231

κατὰ φθόνον ἢ φιλονεικίαν ἢ ἀνθρωπαρέσκειαν τοῦτο ποιεῖς. Ἀλλ' ἴσως ἐρεῖς,

ὅτι τὴν διαφορὰν ἑκάστης μεθόδου μαθεῖν θέλω.

Ἄκουε, τῆς χάριτος συνεργούσης. Ὁ κατὰ ζῆλον καὶ φθόνον τοῦτο ποιῶν,

232

τοιοῦτός ἐστιν, ὡς ὅταν θεάσηταί τις τινὰ εὐημεροῦντα, ἑαυτὸν δὲ στενούμενον

καὶ θλιβόμενον, ὡς ἐν προσχήματι εὐσεβείας τοῦτον διαβάλλη, ὡς κακῶς κε-

χρημένον τῇ ἀδιαφορίᾳ. Ὁ δὲ κατὰ φιληδονίαν πράττων τοιοῦτός ἐστιν, ὡς ἄν

τις ἐπιθυμῇ προσομιλῆσαί τινι—ἵνα εὐσχημόνως τοῦτο εἴπω—καὶ μὴ ἐπινεύσῃ

τὸν ποθούμενον πρὸς τὸν ἐκείνου σκοπόν, θεάσηται δὲ αὐτὸν ἀναισχυνόμενον

πρὸς ἑτέρους, καὶ πικραίνεται, καὶ τοῦτον ὡς ἐν προσχήματι εὐσεβείας κακολο-

γεῖ, ὡς μὴ φυλάσσοντα τὴν ἑαυτοῦ σωφροσύνην· ὡς ἔστιν ἰδεῖν ἐπί τινα τῶν

ἀφρόνων νεανιῶν πρὸς τὴν ἐκείνου ἐρωμένην. Ὁ δὲ κατὰ ἄνθρωπον πράττων,

τοιοῦτός ἐστιν· ὅταν κρυπτῶς τὰ φαῦλα διαπράξηται, παρουσίᾳ τῶν ἀγνοούν-

των τὰ κατ' αὐτόν, προσποιεῖται ζῆλον ἔχειν περὶ ἀρετῆς. Ὁ δὲ κατὰ Θεὸν

διαπονούμενος, οὐ περὶ τῆς ἑαυτοῦ σωτηρίας διαπονηθήσεται, ἑτέρῳ δὲ θήσει

πρόσκομμα ἢ σκάνδαλον, ἀλλὰ πάντα ἐπινοεῖ καὶ διαπράττεται πρὸς τὸ ἀρέσαι

Κυρίῳ τῷ Θεῷ τῷ εἰπόντι· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ

σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.

233

Μνημονεύοντες οὖν τοῦ εἰπόντος, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός,

καί, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πάντα κατὰ Θεὸν διαπραξώμεθα·

Θεὸς γὰρ οὐ μυκτηρίζεται. Ἐὰν θεάσῃ σεαυτὸν ἑλκόμενον ὑπὸ λογισμοῦ τινος

ἐπὶ συντυχίᾳ προσώπου εὐανθοῦς, ἢ παιδίου ἢ γυναικός, γίνωσκε σεαυτὸν πρὸς

τοὺς βρόχους τοῦ Ἐχθροῦ ἐγγίζοντα· εἰ δὲ καὶ νουθετούμενος, μὴ ἀποστῇς, γί-

νωσκε σεαυτὸν ἐντὸς τῶν βρόχων γενόμενον· ὅθεν οὐδὲ τῆς ἡδονῆς ῥᾳδίως

κρατήσεις· εἰ γὰρ ἐκ τῆς ἐπιβλαβοῦς συντυχίας ὑφεξαιρεῖν σεαυτὸν οὐκ ἐξίσχυ-

σας, μᾶλλον δὲ οὐκ ἠθέλησας, πῶς οὐ χρήσεταί σε ὁ Ἐχθρὸς καὶ τῇδε ἐνεργείᾳ

σφαγῇ; Εἰ δὲ λέγεις· συντυγχάνω μέν, οὐ βλάπτομαι δέ· καὶ τοῦτο σημεῖον

ἐμπαθοῦς ψυχῆς. Πῶς γὰρ οἷόν τε ἐπ' ἀνθράκων περιπατεῖν καὶ τοὺς πόδας μὴ

κατακαίεσθαι;

Ἐὰν ἴδῃς τινὰ διαφθείροντα τὴν αὑτοῦ σωφροσύνην, τρόπους δὲ χρηστοὺς

προσποιούμενον ἑαυτῷ, φυλάττου ἀπ' αὐτοῦ· δόλος γὰρ ἐν ἑαυτῷ. Τί γὰρ ὠφε-

λήσει δένδρον ἐν ᾧ δράκων ἐγκέκρυπται; Καρποὺς γὰρ εὐθέτους δοκεῖ ἔχειν ἐν

234

ἑαυτῷ, πρὸς δέλεαρ τῷ προσιόντι. Ἐσθίειν σεμνῶς, καὶ πίνειν εὐλαβῶς, καὶ

φρονεῖν ἀκενοδόξως, καὶ καθεύδειν ἐν καιρῷ συγκεχώρηται ἡμῖν ὑπὸ τῆς προ-

νοίας· πορνεύειν δὲ ἢ μοιχεύειν ἢ ἀσελγαίνειν ἢ ἑτέραν ῥυπαρὰν ἐπιθυμίαν δια-

πράττεσθαι, οὐ συγκεχώρηται ἡμῖν παντελῶς.

Ἐὰν βούλῃ σωφρονεῖν, ἄγε ἐγκράτειαν καὶ ἀπότεμνε ἀπὸ σοῦ τὰς βλα-

βερὰς συντυχίας. Ἐν ὅσῳ γὰρ προσεγγίζει τις τοῖς αἰτίοις τοῦ σκανδάλου, ἀμή-

χανον τὸ διαλιπεῖν τὴν αὑτοῦ καρδίαν ταραχὴν λογισμῶν καὶ ἔκκαυσιν ἐπιθυ-

μιῶν πονηρῶν· ἡ γὰρ φαινομένη ὄψις καὶ οἱ λόγοι ἐρεθίζουσιν αὐτὴν πρὸς τὸ

πάθος. Ὥσπερ γὰρ σπόγγος προσεγγίζων τοῖς ὑγροῖς ἀνιμᾶται καὶ μεταλαμβά-

νει τῆς ὑποκειμένης ὑγρασίας, οὕτω καὶ ὁ ἀσθενὴς τῷ λογισμῷ, προσεγγίζων

τοῖς τὰ σαρκικὰ φρονοῦσιν, ἢ προσομιλῶν ἐπὶ πολύ, μεταλαμβάνει τῆς βλάβης.

Ὅθεν καὶ διὰ τοῦτο μεθυσκόμενος ἄνευ οἴνου ὑποβρύχιος γίνεται· ἐν τῷ γὰρ

αὐτὸν μεστωθῆναι τῆς προσούσης βλάβης, οὐκέτι εἰσδέχεται τὸν πνευματικὸν

λόγον· ἡ γὰρ προκαταλαβοῦσα καὶ προκατασχοῦσα ἀκόλαστος ἐπιθυμία κώλυ-

235

μα καθίσταται τῷ πνευματικῷ λόγῳ, τὴν εἴσοδον αὐτῷ ἀποκλείουσα. Ἐὰν γάρ

τις καταμάθῃ ἀκριβῶς, εὑρήσει τὸν αὐτὸν τρόπον ἔχειν οὐ μόνον ἐπὶ φιληδονίας

πάθους, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος ἀπηγορευμένου· ὅταν γὰρ ἡ ἐπιθυμία

οἱουδήποτε πράγματος εἰσδύνῃ διὰ τῶν αἰσθήσεων, περικυκλοῖ καὶ πολιορκεῖ

τὴν ψυχὴν διὰ τῆς ἐννοίας, καὶ τῷ θείῳ λόγῳ ἀποκλείει τὴν εἴσοδον, καὶ ὥσ-

περ ἐάν τις ἐμβάψῃ ἐν ὄξει σπόγγον καί, πρὶν τοῦτον ἐκπιάσῃ, βουληθείη ἐπιρ-

ρᾶναι αὐτῷ οἶνον, οὐκ εἰσδέχεται· ἡ γὰρ προκαταλαβοῦσα τοῦ ὄξους ῥοή, τῇ

ἐπιβαλλομένῃ τοῦ οἴνου ῥανίδι ἐμπόδιον γίνεται. Οὕτω καὶ οἱ μεστωθέντες τῇ

ἐπιθυμίᾳ, νουθετούμενοι ἀνήκοοί εἰσι· καὶ περὶ σωφροσύνης διαλεγόμενοι, καὶ

περὶ ταύτης εἰκότως τὴν ἀνάγνωσιν ποιούμενοι, τοῦ αἰσχροῦ πάθους οὐκ ἀφί-

στανται.

Διόπερ ἀναγκαῖον τοῖς νεοφύτοις σπάνιον περὶ κρυπτῶν λογισμῶν τὴν

διάλεκτον ποιεῖσθαι· αὐτὴ γὰρ μνήμη κίνησιν οὐ τὴν τυχοῦσαν ἐμποιεῖ, ῥύπον

προξενοῦσα τῇ ψυχῇ, καὶ κατ' ὀλίγον πρὸς πάθος ἐξάπτουσα. Χρὴ δὲ ἁγίοις καὶ

δοκίμοις γέρουσι τοὺς λογισμοὺς ἀναθέσθαι· οἱ γὰρ ἡττημένοι τῷ ἀκολάστῳ πά-

θει, πολλάκις ἐκ τῶν περὶ σωφροσύνης ἀρχόμενοι λόγων, ὁρμῶσιν ἐπὶ καταλύ-

236

σει καὶ ἀφανισμῷ τῆς αὐτῆς ἀρετῆς. Διὰ τοῦτο χρὴ τὸν μετανοεῖν βουλόμενον

ἐπιλαμβάνεσθαι ἰσχυρῶς τοῦ σώφρονος λογισμοῦ, καὶ τὴν σάρκα ὑπωπιάζειν

τοῖς ἀγαθοῖς πόνοις, καὶ τὴν διάνοιαν τῶν φαύλων καὶ αἰσχρῶν ἐκτινάσσειν διὰ

τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ· ἐν τούτῳ γὰρ πληροῦται ὁ νοῦς ἡμῶν τῆς χά-

ριτος τοῦ Θεοῦ, καὶ τοῖς ἐπεισελθεῖν βουλομένοις ἐπιβούλοις ἐμπόδιον γίνεται ἡ

ἐνοικοῦσα καὶ περικρατοῦσα θεία χάρις, τὴν εἴσοδον αὐτοῖς ἀποκλείουσα.

Χρὴ τοίνυν πρὸ ὀφθαλμῶν ἔχοντας τὴν ἑαυτῶν ἀσθένειαν καὶ τὸ εὐόλι-

σθον τῆς διανοίας ἐπιμελῶς φυλάσσεσθαι ἀπὸ πάσης βλαβερᾶς συντυχίας, καὶ

μὴ ἐν προφάσει εὐσεβοῦς λογισμοῦ βρόχον ἐπιβάλλειν τῇ ἑαυτῶν ψυχῇ· οἶδε

γὰρ ὁ Ἐχθρὸς τὰ τοιαῦτα ἐπιφέρειν· φησὶ γάρ· ἵνα μὴ ἀπόληται τὸ παιδίον τὸ

ὀρφανὸν ἢ ἡ ὀρφανή, παραβοήθει· σύνελθε δὲ τῇ χήρᾳ καταπονουμένῃ· ἵνα διὰ

τούτων ζηλωτὰς ἡμᾶς ἀπεργάσηται πραγμάτων, ὧν τὴν ἐργασίαν ἐκτελεῖν

ἀμέμπτως οὐκ ἐξισχύομεν. Διὰ τοῦτο χρὴ ἐν διακρίσει καὶ φόβῳ Θεοῦ πολιτεύ-

εσθαι, καὶ τὴν ἐν Κυρίῳ ἡσυχίαν παντὶ σθένει μεταδιώκειν, ἐπιστάμενοι σαφῶς

ὅτι ἐν τῇ ζημίᾳ τῆς ψυχῆς κέρδος οὐχ εὑρίσκεται. Ἀκούσωμεν γὰρ οὖν τοῦ

237

Ἀποστόλου λέγοντος· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργά-

ζεσθε. Καὶ μήτε νέον ὄντα τινὰ καταφρονεῖν, μήτε ἐν γήρει παραμελεῖν· ἀμφο-

τέρων γὰρ τὸ τέλος ἄδηλον ὑπάρχει. Κατανοήσωμεν δὲ γηπόνους· οὗτοι γὰρ

τὴν γῆν ὁμαλίσαντες, τὸν σπόρον καταβάλλουσιν· καὶ ἐν τῷ χλοηφορεῖν τὰς

γαίας ἐπιμελῶς φυλάσσουσι, καὶ τὰ πετεινὰ καὶ τὰ τετράποδα ἀποσοβοῦσιν, ἵνα

μὴ ἐν τῷ τὸν σπόρον ἔτι τρυφερὸν ὄντα καὶ ἁπαλὸν ἐκτιλῇ καὶ ἀχρειωθῇ ὑπὸ

τῶν τοιούτων· καὶ ὅταν αὐξηθῇ πρὸς θερισμόν, οὐδὲ τότε ἀμεριμνοῦσιν, ἀλλ'

ἐναγώνιοι γίνονται, μήποτε χάλαζα ἐκτινάξῃ τὸν ἀμητόν, καὶ ἀκρίδες καταφά-

γωσι τὸν θερισμόν, ἢ ἀνεμοκαύσων διαφθείρῃ τὸν καρπόν. Ὅθεν καὶ συνεχῶς

λιτανεύουσι καὶ ἱκετηρίους φωνὰς εἰς οὐρανὸν ἀναπέμπουσιν, ὅπως Κύριος σῴ-

ους καὶ ἀβλαβεῖς ἀποδώσῃ αὐτοῖς τοὺς καρπούς. Τότε ἀποθέμενοι τὸν καρπὸν

εἰς τὰς ἑαυτῶν ἀποθήκας, ἑορτάζουσι μετ' εὐφροσύνης πολλῆς.

Οὕτω χρὴ καὶ τοῖς τὸν πνευματικὸν μετιοῦσι βίον ἐγρηγορέναι καὶ νήφειν

καὶ φυλάσσειν τὸν θεῖον σπόρον καὶ μὴ ὑπερδοῦναι τῷ σκοπῷ τῆς πρὸς τὸν

Θεὸν ἀγάπης, ἄχρις οὗ τὸν καρπὸν τέλειον ἀποδώσωσι τῷ Κυρίῳ, καὶ τὸ

σῶμα εἰσαχθῇ ἐν τῷ τάφῳ. Τότε γὰρ ὁ καρπὸς ἔσται βέβαιος καὶ ἐν ἀσφαλείᾳ

238

πολλῇ, συληθῆναι ἔτι μὴ δυνάμενος. Δῴη δὲ ἡμῖν ὁ Κύριος καρποὺς εὐπροσδέ-

κτους ποιεῖν αὐτῷ, ὅπως εὕρωμεν ἔλεος ἐνώπιον αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ

φοβερᾷ καὶ φρικτῇ, ὅταν ἀποκαλύψῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσῃ τὰς

βουλὰς τῶν καρδιῶν. Ὧ| ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ ἡ αἴνεσις, εἰς τοὺς αἰῶ-

νας τῶν αἰώνων. Ἀμήν.

{Ὅτι οὐ δεῖ παίζειν Χριστιανούς} Ὅτι μὲν οὐ δεῖ παίζειν Χριστιανοὺς πάντες γινώσκομεν, ἐκ τῶν θείωνΓραφῶν ἀκούοντες καὶ μάλιστα τοῦ Κυρίου λέγοντος ἐν τῷ Εὐαγγελίῳ μετὰἀπειλῆς· οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Καὶ πά-λιν λέγει· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ποιοῦσιν. Ἠσαΐας δὲ ὁπροφήτης, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· οὐαὶ οἱ μετὰ τυμπάνωνκαὶ αὐλῶν καὶ κιθαρῶν τὸν οἶνον πίνοντες. Ὁ δὲ μακάριος Δαυΐδ, ὡς βδελυσ-σόμενος τὸν μετεωρισμὸν καὶ καυχώμενος ἐν Κυρίῳ, ἔλεγε· Κύριε, οὐχ ὑψώθηἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἰάκωβος δὲ ὁ τοῦ Κυ-ρίου ἀδελφὸς λέγει· πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετα-στραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολοςεἰδωλολάτρας καλεῖ τοὺς παίζοντας, λέγων· μὴ γίνεσθε εἰδωλολάτραι, καθὼςγέγραπται. Καὶ πάλιν λέγει· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴἐκπορευέσθω, ἀλλὰ μᾶλλον λόγος ἀγαθός. Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τιποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πάλιν ὁ αὐτὸς λέγει· ἀδελφοί, γίνε-σθε μιμηταὶ τοῦ Θεοῦ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ. Πορνεία δὲ καὶ ἀκαθαρσίαπᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν· ἢ αἰσχρότης ἢ μωρολογία ἢεὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Καὶ πολλὰ ἕτερα ἐν ταῖςθείαις Γραφαῖς περὶ τούτου εἴρηται· καὶ οὐκ ἔστιν ὁ συνιών, ἀλλ' εἰς ἡμᾶςἐπληρώθη ὁ λόγος τοῦ Δεσπότου, ὅτι πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Πε-πλήρωται δὲ εἰς ἡμᾶς καὶ ἡ προφητεία Παύλου ἡ λέγουσα· ἔρχεται καιρός, ὅτετῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίαςἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆςἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Ταῦτα εἰς ἡμᾶς ἔφθασεν, ὦ ἀγαπητοί, καὶ ἰδοὺ θεωροῦμεν ὅτι οἱ λόγοιἔργον γεγόνασι. Τίς γὰρ ἀνέχεται σήμερον τῶν θείων Γραφῶν; Τίς προσέχεισπουδαίως πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ; Τίς σοφός, καὶ φυλάξει ταῦτα; Τίςἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ δυνατοί, πολλοὶ σοφοὶ κατὰσάρκα, φησί, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες, γραμματεῖς καὶ νομικοὶ καὶδιδάσκαλοι, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, μονάζοντες καὶ παρθένοικαὶ μιγάδες καὶ πρεσβῦται καὶ νέοι. Τίς ἐκ πάντων τούτων δύναται ἀποδεῖξαιὅτι ἁρμόζει Χριστιανοῖς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ βαλλίζειν, ἢ χοραυλεῖν, ἢἐπιφωνεῖν, ἢ μαντεύεσθαι, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἢ φορᾶν αὐτά, ἢἐπερωτᾶν δαίμοσιν, ἢ μεθύσκεσθαι, ἢ ἀνέχεσθαι τῶν τὰ τοιαῦτα παράνομα ποι-ούντων ἔργα; Τίς ἀποδείξει, ὡς προεῖπον, ὅτι ταῦτα Χριστιανῶν εἰσι; ΠοῖοςΠροφήτης, ποῖον Εὐαγγέλιον, ποία τῶν Ἀποστόλων βίβλος; Εἰ ὅλως ταῦταΧριστιανοῖς ἁρμόζει ποιεῖν, πάντα μάταια καὶ πλάνη, καὶ νόμος, καὶ οἱ Προ-φῆται, καὶ οἱ Ἀπόστολοι, καὶ τὰ Εὐαγγέλια. Εἰ δὲ ταῦτα θεόλεκτα καὶ ἀλη-θινὰ καὶ θεόπνευστα εἰσίν, ὥσπερ καὶ εἰσίν, οὐχ ἁρμόζει Χριστιανοῖς οὐδὲν τῶνπροειρημένων ποιεῖν. Ἰδοὺ γὰρ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν, καὶ ἀπὸ πε-ράτων τῆς οἰκουμένης ἡ θεία Γραφὴ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ ἀνα-γινώσκεται, ὁ νόμος καὶ οἱ Προφῆται καὶ οἱ Ἀπόστολοι, ὁ Δεσπότης τῶνὅλων, καὶ πάντες οἱ θεοφόροι Πατέρες, καὶ οὐδαμοῦ εὑρίσκεται ὅτι ἁρμόζειΧριστιανοῖς ταῦτα ποιεῖν. Ἀλλὰ καθὼς γέγραπται· ἕκαστος ἡμῶν τῇ ἰδίᾳ ὁδῷἐπλανήθη, καὶ παρέβη, καὶ ἐστὶ παραβάτης καὶ ψεύστης καὶ ἄθεος, καὶ διὰ τῆςπαραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζει. Καὶ μὴ σκληρὸν ὑμῖν φανῇ, ὅτιεἶπον ἄθεος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Θεολόγου Ἰωάννου, οὕτω λέγοντος·πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδασκαλίᾳ τοῦ Θεοῦ, Θεὸν οὐκ ἔχει. Τίς τούτου ἀθλιώτερος καὶ βδελυκτότερος, τοῦ ἀτιμάζοντος τὸν Θεόν,τὸν διαταξάμενον καὶ λαλήσαντα διὰ νόμου καὶ Προφητῶν καὶ Ἀποστόλων,καὶ τὸ οὐαὶ κομιζομένου, τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου· οὐαὶδι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Μή, ἀδελφοί μου, παρα-καλῶ, μὴ οὕτως ἀναλώσωμεν τὰς ἡμέρας τῆς μετανοίας ἡμῶν, ἀλλὰ ἀκούσω-μεν τοῦ προφήτου Δαυῒδ βοῶντος καὶ προτρεπομένου ἡμᾶς καὶ λέγοντος· δεῦτεἀγαλλιασώμεθα τῷ Κυρίῳ. Καὶ ἐπισπεύδων ἔλεγε· προφθάσωμεν τὸ πρόσωποναὐτοῦ ἐν ἐξομολογήσει. Προφθάσωμεν πρὸ τοῦ λυθῆναι τὴν πανήγυριν· προ-φθάσωμεν πρὶν αὐτὸς ἐμφανῶς ἥξει καὶ εὑρήσει ἡμᾶς ἀργοῦντας ἐν ἀμελείᾳ·πρὶν γενέσθαι τὴν κραυγὴν ἐκείνην· ἰδοὺ ὁ Νυμφίος ἔρχεται. Τότε ἕτοιμοι χαί-ρουσι, τότε ἀγαλλιῶνται οἱ εὔσπλαγχνοι, καὶ οἱ ταπεινοὶ σκυθρωπάζουσι, καὶοἱ ἄξιοι χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ. Ἀλλὰ προφθάσωμεν, ἀδελφοί, καὶ δράμωμεν ὡς καιρὸν ἔχομεν, πρὶντεθῶσιν οἱ θρόνοι, πρὶν ἀφορίσῃ ἡμᾶς ἀπ' ἀλλήλων. Προφθάσωμεν τὸ πρόσω-πον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Εἶπεν ἐν ψαλ-μοῖς, οὐχὶ ἐν γελοίοις· ἐν ψαλμοῖς, οὐχὶ ἐν ᾄσμασι δαιμονικοῖς. Εἶπε· δεῦτε,προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν, οὐχὶ δὲ βαλλίσωμεν ἢκιθαρίσωμεν, ἀλλὰ κλαύσωμεν ἐν ψαλμοῖς καὶ ὕμνοις. Ψαλμὸς δαιμόνων φυγαδευτήριον. Ψαλμὸς ὅπλον ἐν φόβοις νυκτερινοῖς.Ψαλμὸς ἀνάπαυσις κόπων ἡμερινῶν. Ψαλμὸς νηπίοις ἀσφάλεια. Ψαλμὸς πρε-σβυτέρων παρηγορία, γυναικῶν κόσμος ἁρμοδιώτατος. Οὗτος τὰς ἑορτὰς φαι-δρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ· ψαλμὸς γὰρ καὶ ἐκ λιθίνηςκαρδίας δάκρυον ἐκκαλεῖται. Ψαλμὸς τὸ τῶν Ἀγγέλων ἔργον, τὸ οὐράνιον πο-λίτευμα, τὸ πνευματικὸν θυμίαμα. Οὗτος τὸν νοῦν φωτίζει, οὗτος εἰς οὐρανοὺςἀνάγει, οὗτος ποιεῖ τοὺς ἀνθρώπους προσομιλεῖν τῷ Θεῷ. Τὴν ψυχὴν χαρο-ποιεῖ, τὴν ἀργολογίαν παύει, τὸν γέλωτα ἐξορίζει, τὴν κρίσιν ὑπομιμνῄσκει,ἐχθραίνοντας εἰρηνεύει. Ὅπου ψαλμὸς μετὰ κατανύξεως, ἐκεῖ καὶ ὁ Θεὸς μετὰτῶν Ἀγγέλων· ὅπου δὲ τὰ τοῦ ἐναντίου ᾄσματα, ἐκεῖ ὀργὴ τοῦ Θεοῦ, καὶοὐαί, ἡ ἀντιμισθία τοῦ γέλωτος. Ὅπου αἱ ἱεραὶ βίβλοι καὶ ἀναγνώσματα, ἐκεῖεὐφροσύνη δικαίων, καὶ σωτηρία ἀκροατῶν, καὶ τοῦ Διαβόλου ἐντροπή· ὅπουδὲ κιθάραι καὶ χοροὶ καὶ χειρῶν κρότοι, ἐκεῖ σκοτισμὸς ἀνδρῶν, καὶ γυναικῶνἀπώλεια, καὶ τῶν Ἀγγέλων λύπη, καὶ τοῦ Διαβόλου ἑορτή. Ὢ τῆς κακῆς ἐπινοίας τοῦ Διαβόλου! Πῶς ἕκαστον διὰ τέχνης ὑποσκελί-ζει, καὶ ἀπατᾷ, καὶ πείθει ποιεῖν τὰ κακὰ ὡς τὰ καλά! Σήμερον τῷ δοκεῖν ψάλ-λουσιν ὡς προσέταξεν ὁ Θεός, καὶ αὔριον μετὰ σπουδῆς χορεύουσιν ὡς ἐδίδαξενὁ Σατανᾶς. Σήμερον ἀποτάσσονται τῷ Σατανᾷ, καὶ αὔριον αὐτῷ ἀκολουθοῦσι.Σήμερον συντάσσονται τῷ Χριστῷ, καὶ αὔριον ἀποτάσσονται καὶ ἀρνοῦνται καὶἀτιμάζουσι. Σήμερον χριστιανοί, καὶ αὔριον ἐθνικοί. Σήμερον εὐσεβεῖς, καὶ αὔ-ριον ἀσεβεῖς. Σήμερον πιστοὶ καὶ δοῦλοι Χριστοῦ, καὶ αὔριον ἀποστάται καὶἐχθροὶ τοῦ Θεοῦ. Μὴ πλανᾶσθε, ἀδελφοί μου, μὴ πλανᾶσθε. Οὐδεὶς οἰκέτης δύναται δυσὶ