De monachis
- Edition reference
- De monachis, ed. Phrantzolas, op. cit., vol. 5, 251–254.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg096.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τὰ κατὰ σὲ καὶ κλαῦσον αὐτόν, ὅτι ἐν νυκτὶ καὶ ἐν σκότει πορεύεται ὁ τοιοῦτος·οὐδὲ γὰρ βούλεται ὁ Θεὸς μοναχὸν τὸν οἱονοῦν ἀφεῖναι τὰ πνευματικὰ καὶ φρον-τίζειν τὰ κοσμικά, κἂν δοκεῖ εὔλογόν τινα ἀφορμὴν ἔχειν· χλεύη γάρ ἐστιναὕτη τοῦ Διαβόλου, καὶ πειρᾶται αὐτὸν ἀπολέσαι. Οἱ γὰρ διὰ τὰ σωματικὰ καὶβιωτικὰ πράγματα καταμελοῦντες καὶ παρεκκλίνοντες τῶν πνευματικῶν, μεγά-λην καὶ διηνεκῆ ζημίαν ὑφίστανται, μὴ νοοῦντες, μηδὲ εἰς νοῦν λαβεῖν δυνάμε-νοι τὴν θείαν φωνήν, τό, οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶστραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τί δὲ ἄρα, ὦ μοναχέ, ἐπισπᾶσαι τὸν ψυχοφθόρον πλοῦτον, τὸν ἀλαζόνα,τὸν ὑπερήφανον, τὸν ἄσπλαγχνον, τὸν ἀσυμπαθῆ, τὸν ἄπληστον; Ὅσον γὰρπλουτεῖ τις, τοσοῦτο μᾶλλον ἀνελεὴς καὶ ἀπάνθρωπος γίνεται, καὶ πλεῖον τὰςχεῖρας συστέλλει τοῦ μὴ δοῦναι ἐλεημοσύνην. Σὺ δέ, ὦ μοναχέ, τοῦτον τὸνπλοῦτον μὴ ἐπιθυμήσῃς· μὴ κτήσῃ, μηδὲ ἐπισπάσῃ· τοῦ μοναχοῦ γὰρ ἡ πρώτηκαὶ μεγάλη ἐντολὴ ἡ κατὰ Θεὸν πτωχεία ἐστί. Κολλήθητι δὲ μᾶλλον τῷ Χρι-στῷ, ἀπερισπάστως καθεζόμενος ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ ἀπετάξω τῷ Θεῷ, τῷζῶντι εἰς τοὺς αἰῶνας.{Νουθεσία τοῖς ἀδελφοῖς} Ἀδελφοί, εὐλογίαις ἐθισθῶμεν, ἵνα εὐλογίας κληρονομήσωμεν. Οἱ Ἰου-δαῖοι ἀπὸ ἔθους πονηροῦ προσκόψαντες, θεοκτόνοι γεγόνασι· καὶ ἡμεῖς ἐὰνὦμεν λοίδοροι, ἐσόμεθα δύσφημοι. Οὐκ εὐθέως τὰ νοσήματα ἀνίατα γίνονται·ἀρχὴν κακὴν λαβόντα δι' ἀμελείας, εἰς τὴν ἄπειρον κακίαν προέρχεται. Καὶ ἐντῇ ψυχῇ τὰ πάθη διὰ μικρᾶς αἰτίας ἐπιγίνονται, ἀλλὰ μὴ ὀλοθρευθέντα, ἄπει-ρον ποιεῖ τὴν καταφρόνησιν. Ἴδες ἐν χαλκῷ οὐλὴν χλωράν, πῶς εἰς βάθος διαδέχεται; Σύνες τί ποιεῖ ἐντῇ ψυχῇ πάθος ἀμελούμενον. Ἐὰν μὴ ξέσῃς τὸν ἰόν, οὐ περιαίρεις τὸν σπῖλον,καὶ ἐὰν μὴ ἐκτρίψῃς τῆς σαρκὸς τὴν φύσιν, οὐ περιγίνῃ φυγαδεῦσαι τὸ πάθος.Ὥσπερ συμφυὴς τῷ χαλκῷ ὁ ἰός, οὕτω καὶ πάθος ἐγκύρον κατὰ τῆς φύσεως.Ἐάν τις γανώσῃ τὸν χαλκὸν πρὸ τοῦ ἰῶσαι, γίνεται ἀμέριμνος, καὶ ἐάν τις ἐνἀρετῇ περιβάλῃ τὴν ψυχήν, οὐ πονήσει, οὐδὲ λαθραίαν ἀδικίαν ὑποστήσεται.Δύναται καὶ μετὰ τὸν ἰὸν χαλκοῦ σκεύους ἐπιμελήσασθαι, ἀλλὰ πόνον καὶ ζη-μίαν ὑφίσταται. Ἐν ᾧ καιρῷ ἔργον ποιεῖν ἠδύνατο πρὸς εὐπορίαν, ἀπασχο-λεῖται εἰς θεραπείαν τοῦ ἀδικήματος· καὶ ἡ ψυχὴ ἄγεται βραδύνουσα, ἵνα τὸπάθος ἀφελῆται, δυναμένη κερδᾶναι τὰ μέγιστα. Ἐὰν ἀμεληθῇ ὁ χαλκός, βρα-δεῖον καθαιρεῖται, καὶ κατάβρωσιν ὑπομένει, γινόμενος 〈καὶ〉 μετὰ τὴν γάνω-σιν αἰχμάλωτος· καὶ ἡ ψυχὴ ἐὰν καταφρονήσῃ ἑαυτῆς ἐν τῇ πράξει τῆς ἀρετῆς,εὐσύλατος καθίσταται. Ὁ χαλκὸς ὡς περιβολὴν αἴρει τὴν γάνωσιν. Ἐὰν ἐπὶζῶντος χαλκοῦ ἐπιβληθῇ, ἰσχύει πρὸς τὴν χρῆσιν ἐπὶ πολύ· εἰ δὲ μή, ἐπίθεσιςγίνεται, ὅτι ἀσθενὲς γίνεται τὸ σκεῦος, θᾶττον ὑπὸ τοῦ ἤδη φθαρέντος καθαι-ρούμενον. Καὶ ἡ ψυχὴ ἐὰν ἐπὶ ἐφθαρμένης ἀρετῆς ἐπιλάβηται, σύγχυσιν ὑπομέ-νει, καὶ φθορὰν ἀπὸ τῆς συγχύσεως. Ὡς χαλκός ἐστιν ἡ φύσις ἡ ἀνθρωπεία, καὶ πολλῆς ἐπιμελείας δέεται.Ἐὰν μὴ θέλῃς γανῶσαι αὐτήν, φρόντιζε μὴ περιορᾶν τῆς μίξεως. Ἐὰν ὑγρὸνἐάσῃ τὸν χαλκόν, ζημίαν ὑποστήσεται· καὶ τὴν φύσιν ἐὰν κάθυγρον ποιήσῃς, δί-δως τόπον τῇ φθορᾷ. Καὶ ὁ Σωτὴρ εἴρηκεν ὅτι τὰ πνεύματα τὰ ἀκάθαρτα ποθεῖτὴν ὑγρότητα. Εἶπε καὶ ὁ Ἀπόστολος· μὴ ποιεῖσθαι τῆς σαρκὸς πρόνοιαν εἰςἐπιθυμίας. Δῆλον ὅτι ἡ ὑγρότης αἰτία τῇ ψυχῇ καθίσταται τῇ ἐπιθυμίᾳ τῆς σαρ-κός. Τὸ Εὐαγγέλιον ἑρμηνεύει τὸ ἀποστολικὸν λόγιον· ἐλθόν, λέγει, τὸ πνεῦματὸ ἀκάθαρτον εὑρίσκει τὸν ἄνθρωπον κεκοσμημένον, σεσαρωμένον. Οὐκοῦν ὁκόσμος τοῦ σώματος πρόξενος ἐπιθυμιῶν τῇ ψυχῇ γίνεται. Διεπορεύθη δι' ἀνύ-δρων τόπων τὸ πνεῦμα τὸ ἀκάθαρτον· ἐπειδὴ ἔγνω ὅτι ὁ σπόρος αὐτοῦ ἀπολεί-πεται μὴ χεόμενος εἰς τὸν ὑγρὸν τόπον· ἐλθὸν ἔσπειρε, καὶ ἔσχατον ἐλθὸν εἰςαὐτὸν ἔμεινεν, ἐπειδὴ μετὰ τὴν ἀποδημίαν ἐλθὸν εὗρε τὸν σπόρον καρπογονή-σαντα. Εἰ μὴ ἐποίησε καρπὸν ὁ κάθυγρος ἄνθρωπος, ὡς μὴ ἔχων τι φαγεῖν ὁἘχθρός, ἐν αὐτῷ οὐ κατέμενε. Πῶς δὲ ἐσθίει καὶ τρέφεται τὸ ἀκάθαρτον πνεῦμα, μαθεῖν ὀφείλομεν. Λέ-γει ὁ Κύριος οἰκεῖον βρῶμα ποιῆσαι τὸ θέλημα τοῦ Πατρὸς αὐτοῦ. Οὕτω καὶ ὁἘχθρὸς ἐκ τοῦ ποιοῦντος αὐτοῦ τὸ θέλημα τρέφεται. Τὸ θέλημα τοῦ Θεοῦἐστιν ἡ εἰς τὸ ἀγαθὸν πίστις, οὐκοῦν τοῦ Ἐχθροῦ ἐστιν ἡ ἀπιστία. Τοῦ Θεοῦ τὸθέλημά ἐστιν ἀρετὴ πράξεων ἀγαθῶν, τοῦ δὲ Διαβόλου πάντα τὰ ἐναντία. Εἴτις ποιεῖ αὐτοῦ θέλημα, τρέφει αὐτόν. Ἔτι δὲ ὑμῖν τὸν λόγον ἐμφανῆ ποιήσομαιπερὶ ἑκατέρου θελήματος. Πῶς τροφὴ γίνεται ὁ Χριστὸς διὰ τὴν σωτηρίαν τῆςΣαμαρείτιδος; Εἶπε τοῖς μαθηταῖς, ὅτι ἔφαγε, καὶ τοῦ Πατρὸς ἐτελείωσε τὸ θέ-λημα. Ἐὰν οὖν τις σώσῃ ψυχήν, τρέφει Θεόν· οὕτως, ἐάν τις ἀπολέσῃ ψυχήν,τρέφει τὸν Διάβολον. Τίς οὖν ἡ σπορὰ τοῦ Ἐχθροῦ, καὶ τίς ἡ ἀποδημία καὶ ἡ ἐπιδημία, κατί-δωμεν· καὶ διὰ τί τὸ πρῶτον ὠσθείς, ἔσχατον κατέμεινε. Πάλιν ἐκ τῶν θείωνΓραφῶν ὑμῖν τὸ παροίμιον δειχθήσεται εἰς πίστωσιν. Εἴ τις τέλειος ᾖ ἐν ἁγιό-τητι, ναὸς Θεοῦ ἐστι, καθὼς εἶπεν ὁ Ἀπόστολος. Οὕτω καὶ ἐν ἀσεβείᾳ, εἴ τιςτέλειος γίνεται, οἶκος γίνεται τοῦ Διαβόλου, καὶ ἐπ' αὐτὸν ἀναπαύεται. Οὐκοῦνσπείρει πρῶτον ἐν τοῖς ἀτελέσι, καὶ ἀποδημεῖ, καὶ μετὰ χρόνον ὁρᾷ, ἐὰν γέγονετέλειος. Οὕτω καταμένει ἐν αὐτῷ. Ἡ δὲ διαφορὰ τῆς τελειότητος πάλιν ἐκ τῆςεὐσεβοῦς διδασκαλίας παρατεθήσεται. Ὥσπερ οἱ ψυχὰς σῴζοντες τέλειοί εἰσιπαρὰ τῷ Θεῷ, οὕτω καὶ οἱ ἀπολλύντες παρὰ Διαβόλῳ. Λέγει τὸ Εὐαγγέλιονπρὸς ποίαν ὁμοιότητα οἱ τέλειοί εἰσι. Τοῖς γοῦν μαθηταῖς φησι· γίνεσθε τέλειοιὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐπειδὴ σῴζει ψυχὰς καὶ σώματα· σώματα μὲνἀνατέλλων τὸν ἥλιον καὶ διδοὺς ὑετόν· ψυχὰς δὲ διδοὺς νόμον καὶ γνῶσιν· ἀνε-χόμενος εἰς ἐπανόρθωσιν. Ἆρα εὑρίσκομεν ἐπὶ τοῦ Ἐχθροῦ εἰρημένον τὸ παροίμιον ἐν τῇ Γραφῇ;Ναί, αὐτὸ τὸ Εὐαγγέλιον λέγει περὶ αὐτοῦ· ἀπαρχῆς ὁ Διάβολος ἀνθρωποκτό-νος ἐστίν. Εἴ τις οὖν ἀναιρεῖ ψυχάς, τέλειός ἐστι κατὰ τὸν Διάβολον γινόμενος.Ἀκόλουθόν ἐστιν εἰπεῖν, τίνες ἐν αὐτῷ τέλειοι γεγόνασιν. Οἱ Φαρισαῖοι δηλα-δή· αὐτὸς γὰρ εἶπεν ὁ Χριστὸς ὅτι πατέρα ἔχουσι τὸν Διάβολον. Αὐτοὶ ἀνεῖλονπολλὰς ψυχάς, ἀπιστίαν εἰς Θεὸν καὶ Χριστὸν διδάσκοντες. Ἐγὼ δὲ ἀποδείκνυ-μι ὅτι καὶ ὑπερέβαλον, ὅτι οὐ μόνον ἐδίδαξαν, ἀλλὰ καὶ ἠνάγκασαν ποιῆσαικακόν· εἴ τις γὰρ ἐπίστευσεν εἰς Χριστόν, ἀποσυνάγωγος ἐγίνετο· ἵνα τὴν πρὸςτὸν Ἐχθρὸν ἄρωνται τελειότητα. Ἐκεῖνος διὰ δέους ἀναγκάζει ἀποστῆναι Θεοῦ·ἀπειλῶν γὰρ θάνατον, πολλοὺς τῆς εὐσεβείας ἐφυγάδευσε. Σπείρει καὶ ὁ Θεός, ἀλλὰ ἐν ξηροῖς καὶ ἐρήμοις σώμασιν, ἐπειδὴ τὰ ἐπου-ράνια διὰ τῆς ἀφθαρσίας αὔξουσιν. Οὐ πρῶτον φθείρει καὶ φθείρεται ὁ σπόροςτοῦ Θεοῦ, ἀλλ' ἐν τῇ ξηρότητι λεπτυνόμενος αὔξεται. Οὐκοῦν, τίς ἐστιν ὁ ξηρὸς τόπος, οἴδαμεν. Τίς οὖν ἐστιν, ἀλλ' ἢ ἀφθαρ-σία; Ἐν ἁγνοῖς καὶ ἐγκρατέσι σώμασιν αὔξει ὁ σπόρος αὐτοῦ, ἐπειδὴ τὴν συμ-πλοκὴν οὐκ ἐν σαρκὶ ποιεῖται ἀεί, ἀλλ' ἐν ψυχῇ. Πῶς οὖν τοῦτο γίνεται; Πάλιν