Adhortatio ad fratres
- Edition reference
- Adhortatio ad fratres, ed. Phrantzolas, op. cit., vol. 5, 255–275.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg097.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
260
ἐξετάσωμεν. Τὸ Εὐαγγέλιον εἶπεν ὅτι τὴν ψυχὴν ἀποκτεῖναι οὐδεὶς δύναται.
Οὐκοῦν οὐ χρῄζη τῶν τούτου 〈τοῦ〉 κόσμου ἀγαθῶν. Δύναται δὲ μὴ χρῄζουσα
διαμεῖναι ἄφθαρτος· τὰ γὰρ βρώματα πρὸς τὴν τοῦ σώματος δέχεται ὑπόστασιν.
Ὅτε τοίνυν μὴ ὑποπέσῃ σώματι, ἀλλ' ὑποτάξῃ αὐτὸ δεχομένη τὸν ἄφθαρτον
261
σπόρον τοῦ Θεοῦ, καὶ σῶμα ὡς ὑπὸ φωτὸς ποιεῖ μετασχεῖν τῆς ἀφθαρσίας, καὶ
γίνεται ξηρὸν εἰς αὔξησιν λεπτότητος. Ὥσπερ γὰρ αἱ προσθῆκαι τῶν σωματικῶν
αὔξησιν παρέχουσιν εἰς παχύτητα, οὕτω καὶ ἡ ἐκ παχύτητος μείωσις αὔξησις
γίνεται λεπτότητος. Αὕτη ἡ εἰς λεπτὸν αὔξησις πάνυ λεπτυνθεῖσα πνευματοποιεῖ
τὴν σάρκα, καὶ οὕτως ἑνοῦται τῷ θείῳ Πνεύματι, καρποφοροῦσα ἀφθαρσίαν καὶ
τελειουμένη πρὸς ὑποδοχὴν Θεοῦ. Λέγει καὶ τὸ Εὐαγγέλιον ἐν τοῖς τελείοις ὅτι
ἐγώ, φησὶν ὁ Χριστός, καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιη-
σόμεθα.
Ἀλλὰ τάχα ἔτι πεισθῆναι ποθεῖτε, εἰ δύναται ἡ φθαρτὴ σὰρξ ἀφθαρσίᾳ
συγκερασθῆναι· καὶ δεῖ πάλιν ἡμᾶς βραχέα διελθεῖν. Εἰ δέδεικται ἀθάνατος ἡ
ψυχή, δῆλον ὅτι αὐτή ἐστι καὶ ἄφθαρτος. Ἀλλ' ὥσπερ διὰ τῶν ὑγρῶν σωμά-
των συγκερασθεῖσα γίνεται σαρκική, οὕτω καὶ σῶμα διὰ τῆς ἀφθαρσίας τῆς
ψυχῆς ἑνούμενον τῷ σπόρῳ τοῦ Θεοῦ, γίνεται πνευματικόν. Διὰ τοῦτο καὶ ὁ
Παῦλος οἶδε πνευματικοὺς ἀνθρώπους καὶ σαρκικούς. Οἶδεν ὅτι καὶ οἱ σαρκικοὶ
ἔχουσι ψυχήν, καὶ οἱ πνευματικοὶ σώματα, ἀλλὰ διὰ τὴν σύγκρασιν καὶ ἐπι-
κράτειαν τοῦ πλείονος τὰ ὀνόματα τῶν κρατούντων ὅλῳ τῷ ἀνθρώπῳ ἐπιτίθη-
262
σιν. Ἐὰν κρατήσῃ ἡ σὰρξ τῆς ψυχῆς, σαρκικός ἐστιν ἐκεῖνος ὁ ἄνθρωπος· ἐὰν
κρατήσῃ ἡ ψυχή, πνευματικός. Καὶ ἐν ἑτέρῳ δεικνὺς ταῦτα λέγει· ἡ σὰρξ ἀντί-
κειται τῷ πνεύματι, καὶ τὸ πνεῦμα τῆς σαρκός, ἵνα μὴ ἃ ἂν θέλωσι ποιῶσι.
Τὸ δὲ Εὐαγγέλιον ἐπιλύει τὴν ζήτησιν· εἶπεν ὅτι βιαστῶν ἐστιν ἡ βασι-
λεία τῶν οὐρανῶν· βιάζεται γὰρ τὸ πνεῦμα τὴν φύσιν ἐπὶ τὰ θειότερα, ἐπειδὴ ἡ
φύσις ἀπὸ τῆς σαρκὸς ἐπὶ τὰ γαιώδη καθέλκεται. Ἡ βία αὐτῆς ἐστιν ὁ πόλεμος.
Δυσὶ γὰρ τρόποις ἐπιγίνεται· ἐν τοῖς ἀρχομένοις γίνεται, ἵνα μὴ συγκραθῶσι τῇ
σαρκί· ἐν τοῖς τελείοις, ἵνα καὶ αὐτὴν τὴν σάρκα πνευματικὴν ποιήσωσι. Διὰ
τοῦτο ἐν ἀρχῇ τὸν σπόρον δίδωσι, καὶ ἐπὶ τέλει μετὰ τὴν αὔξησιν οἶνον καὶ
τροφὴν ποιεῖ τοὺς τελειωθέντας, ὡς ἐπὶ τῶν ἐναντίων εἰρήκαμεν. Λέγει πῶς
τροφὴ Θεοῦ γινόμεθα καὶ πότος· ἐγώ, φησί, εἰμὶ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήμα-
τα. Ὁ δὲ Ἀπόστολος τοῖς πιστοῖς Κορινθίοις φησί· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ
οἰκοδομή. Τοῦτο εἶπε πρὸς τοὺς ἀρχομένους· πρὸς δὲ τοὺς τελείους τί φησιν·
263
οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν
κατάσχωμεν.
Οὐκοῦν ἐν τοῖς σώμασι τοῖς ξηροῖς ὁ σπόρος τῆς ἀφθαρσίας συνάπτεται·
οὐ γὰρ κατὰ φύσιν ἀνυπότακτον ἀντίκειται ἡ σὰρξ τῷ πνεύματι, ἀλλὰ κατὰ τὴν
ἐπιθυμίαν καὶ ὁρμὴν τῆς προαιρέσεως. Εἰ γὰρ τὸ κεφάλαιον ἐν ἀνθρώπῳ ἐστὶν ἡ
ψυχὴ ἡ ἀθάνατος, οὐκ ἠδίκησε τὸν ἄνθρωπον ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ τερπόμενος,
οὐκ ἐβιάσατο τὴν ἐπίμικτον φύσιν, ἀλλὰ προετρέψατο τὴν ἀφθαρσίαν βιάσασθαι,
ὡς ὑπηρέτην, τὴν δι' ἁμαρτίας φθειρομένην σάρκα. Ὥσπερ γὰρ ἐν χωνείᾳ πυρὸς
συσχηματίζεται τῷ πυρὶ ὁ χαλκός, οὕτω καὶ τὸ σῶμα τῷ πνεύματι, ἐὰν τῇ
ἀφθαρσίᾳ συγκραθῇ. Ὁ αὐτὸς χαλκὸς καὶ τῇ κόπρῳ παραπλήσιος γίνεται χων-
νύμενος, καὶ γῇ σποδούμενος, καὶ τῷ ἰῷ φθειρόμενος. Οὕτω καὶ ἡ σὰρξ ἐν τοῖς
πάθεσι βαπτιζομένη.
Θέλω δὲ ὑμῖν περὶ τῆς βίας τῶν Ἁγίων εἰπεῖν· πῶς ἐν αὐτῇ τὴν βασιλεί-
αν κληρονομοῦσιν. Ἡ φύσις τῆς σαρκὸς ἀπαιτεῖ ἀνάπαυσιν, αὐτοὶ δὲ μᾶλλον
συντριβῆς ἀντιλαμβάνονται. Κακούμενοι χαίρουσι, καὶ ἀσθενοῦντες ἑαυτοὺς οὐ
264
θεραπεύουσιν. Ἡ φύσις ἥδεται δόξῃ, αὐτοὶ δὲ λοιδορούμενοι τέρπονται, καὶ ἐλε-
οῦντες κρύπτουσι, καὶ εὐσεβοῦντες λανθάνειν σπουδάζουσιν. Ἡ φύσις τῆς σαρ-
κὸς ἐσθίειν βούλεται, αὐτοὶ δὲ νηστείας αὐτὴν κατατήκουσι, καὶ ἀσκήσεσιν
αὐτὴν μαραίνουσιν. Ἡ φύσις πρὸς γάμον ἔχει προσηνῶς, αὐτοὶ δὲ ἐγκρατείαις
αὐτὴν χαλινοῦσι καὶ τὰς αἰτίας τέμνουσι. Τὰς εὐπορίας διώκει ἡ φύσις, οἱ δὲ
Ἅγιοι καὶ ἀδικούμενοι ἀνέχονται, καὶ ἁρπαζόμενοι, μακροθυμοῦσι. Σχεδὸν οὖν
εἰπεῖν, τὴν ζωὴν πᾶσαν τῆς σαρκὸς παραιτοῦνται· τοῦτο γάρ ἐστιν, ἆρον τὸν
σταυρόν σου, καὶ ἀκολούθει μοι. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· νεκρώσα-
τε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἐπειδὴ διὰ τῆς βίας τῆς εὐσεβοῦς γίνεται. Οὐδεὶς
ἀναιρεῖ τινα μετὰ φειδοῦς, ἀλλὰ μετὰ βίας. Οὕτω καὶ ὁ 〈μὴ〉 θέλων ζωοποιῆσαι
τὰ σαρκικά, βιάζεται.
Εἶπε ποῖα εἰσὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· οὐ γὰρ τῆς δημιουργίας τοῦ Θεοῦ
κατηγορεῖ. Οὐκ εἶπε, νεκρώσατε τὰ μέλη τοῦ σώματος ἁπλῶς, ἀλλὰ τὰ ἐπὶ
τῆς γῆς. Καὶ τίνα ἐστὶ ταῦτα; Πορνεία, δόλος, φθόνος, κακία, πλεονεξία καὶ
265
τοιαῦτα. Πάντα τὰ εἰρημένα σάρξ, ἔχει τὴν συγγένειαν. Διὰ τὸν πλοῦτον αἱ
ἀδικίαι· διὰ τὴν εὐδοξίαν ὁ φθόνος· διὰ τὴν φιλανθρωπίαν ὁ δόλος· διὰ τὴν
σπατάλην ἡ πορνεία.
Οὐκοῦν ἐν τοῖς ὁμοίοις ἁλίσκεται ὁ σαρκικὸς ἄνθρωπος, ἐν τοῖς διὰ φύσε-
ως ὑπὸ τῆς ἁμαρτίας ἀδικούμενος. Ἔφη τὸ Εὐαγγέλιον, μᾶλλον τὴν φύσιν βιά-
ζεσθαι ὑπὸ τῆς ἁμαρτίας. Κλέπτεται ἡ φύσις ἐκ τῆς αὐταρκείας εἰς ἀπληστίαν,
〈καὶ〉 ἐκ τοῦ πίνειν εἰς μέθην, καὶ ἐκ τοῦ γαμεῖν εἰς πορνείαν, καὶ ἐκ τοῦ δικαίου
εἰς ἀπανθρωπίαν, καὶ ἀπὸ ἀγάπης εἰς χύδαιον, καὶ ἐκ φιλοξενίας εἰς ἀδιαφο-
ρίαν. Χρὴ οὖν βιάζεσθαι ταύτην, ἵνα κυβερνωμένη μὴ δύναται πλέον τοῦ δέον-
τος ἐπιδείξασθαι. Καὶ γὰρ ὁ Σωτὴρ ἡμῶν ἔφη, κρεῖσσον μονόπουν ἢ μονόχειρα,
ἵνα τῆς βασιλείας ἐπιτύχῃ ὁ ἀγωνιζόμενος. Οὐ πάντως τὰ μέλη, ἃ αὐτὸς ἐποί-
ησεν, ἐκτεμεῖν προσέταξεν, ἀλλ' ἵνα μάθωμεν μὴ ἔχειν τὴν φύσιν συναιτίαν τῆς
ἁμαρτίας. Ἐὰν δὲ δι' ἐγκρατείας νεκρωθῇ ἡ χείρ, καὶ 〈ἐὰν〉 ἀποτυφλωθῇ ἡ
διάνοια πρὸς φόνον, μὴ σχοῦσα τὴν συνεργὸν χεῖρα, τὸ κακὸν οὐκ ἐποίησεν.
266
Εὐχερῶς πείθομεν τοὺς φίλους μὴ ἐπιβουλεύοντες, εἰ μὴ συνήλθομεν τοῖς ἐπι-
βουλεύουσιν. Οὐκ ἐκώλυσεν ἡ Γραφὴ τεκνογονῆσαι, ἀλλὰ τεκνοκτονῆσαι· ἡ
γὰρ συνεχὴς ἐπιμιξία ἐμποδίζει πάσῃ τῇ καταστάσει τῆς ψυχῆς, πολέμους ἐγεί-
ρουσα, φθορὰς διδάσκουσα, δόλους καὶ φθόνους ὑποβάλλουσα.
Νοεῖτε ἃ λέγω, ἵνα μὴ ἐπὶ πολλὰς παρεκβάσεις ἔλθωμεν. Αὐτὸς αὐτάρ-
κειαν προσέταξεν, ἀλλ' εἶπεν ὅτι ἡ σπαταλῶσα ζῶσα τέθνηκεν. Αὐτὸς ἐδίδαξε
πρὸς τοὺς ἔξω εὐσχημόνως, ἀλλ' ἐνεπόδισε ποιεῖσθαι τῆς σαρκὸς πρόνοιαν εἰς
ἐπιθυμίας. Οὐκ ἐναντιοῦται τῇ αὐταρκείᾳ ἡ ἀκτημοσύνη· ἐπαρκεῖ γὰρ τῇ ἡμέρᾳ ἡ
κακία αὐτῆς. Οὐκ ἐναντιοῦται τῇ βρώσει ὁ σταυρός· ὅτι ὁ ἀγωνιζόμενος πάντα
ἐγκρατεύεται. Οὐκ ἐναντιοῦται τῷ γάμῳ ἡ βία καὶ ἡ νέκρωσις τῆς φύσεως· ἐ-
πειδὴ τὴν νεκρότητα τῆς πορνείας καταργεῖ. Ὁ γάμος ζωῆς ἐστιν ἐργαστήριον,
ἡ δὲ πορνεία τοῦ θανάτου, ἐπειδὴ φθείρει τεκνογονίας. Οὐκοῦν, οὐκ εἶπεν,
ἀλλὰ νεκρὰν καταστῆσαι τὴν ἁμαρτίαν· ἣν ἀνελεῖν οὐ τῆς τυχούσης βίας ἐστί.
267
Σύνετε τοῦ Εὐαγγελίου τὴν δύναμιν, ὅτι ἐν νεκρῷ ἀνθρώπῳ βούλεται
νεκρῶσαι τὴν ἁμαρτίαν. Θέλει ἐν θανάτῳ σαρκὸς θανατῶσαι τῆς ψυχῆς τὸν θά-
νατον. Σπεύδει ἐν ἀτονοῦντι σώματι παραλῦσαι τῶν παθῶν τὴν εὐτονίαν. Προ-
τρέπεται βιάσασθαι τὴν φύσιν, ἵνα μὴ βίαν ὑπομείνῃ νεκρότητος. Διδάσκει περι-
φρονῆσαι τοῦ μέρους τοῦ νεκροῦ, ἵνα μὴ ἀπολέσῃ τῆς ἀθανασίας τὸ κεφάλαιον.
Κατὰ τοὺς σοφοὺς ἄνδρας ποιῆσαι νουθετεῖ, ἵνα τὸ φθειρόμενον ἡμεῖς φθείρω-
μεν, μὴ ὑφ' ἑτέρων ὑπομένοντες. Αἱρεῖσθαι βούλεται ἡμᾶς ἀπαθῶς φθείρειν τὴν
σάρκα διὰ τῆς νηστείας, ἵνα μὴ δι' ἁμαρτίας αὐτὴν ἀπολέσωμεν ἐν τῇ φθορᾷ.
Ἡ φθορά, ἣν ἡμεῖς τὴν σάρκα φθείρομεν, ἴασιν ἐπιδέχεται, ἐπειδὴ κατὰ
τοὺς ἰατροὺς τοὺς τραχύτοπον καὶ ὄγκον ἔχοντας, ἢ ξηραίνουσιν, ἢ σήπουσιν, ἢ
καίουσι, καὶ οὕτω θεραπεύουσιν. Ἡ φθορὰ τῆς ἁμαρτίας εἰς ἀπώλειαν ἐπιγίνε-
ται, ἐπειδὴ λαθραίως εἰς βάθος χωροῦσα ἀνίατον ποιεῖ τὴν σῆψιν τῆς φύσεως.
Μικρὰ εἶναι δοκεῖ, καὶ ἄπειρος γίνεται, ὅτι ὡς ἡ ζύμη ἀπὸ ποδῶν ἄχρι κε-
φαλῆς διαπερᾷ. Μονοειδὴς [τῇ φθορᾷ] νομίζεται, ἀλλ' ἔχει πολλὴν δύναμιν.
268
Φθείρει ἐν βρώματι τὸ σῶμα παχύνουσα· ὥσπερ γὰρ ἡ ἀσθένεια ἀλλοιοῖ τὸ
σῶμα, καὶ ἡ τρυφὴ οὐκ ἐᾷ ἐπιγνωσθῆναι τὸν ἐν τρυφῇ διάγοντα, ἐπειδὴ ἀπώ-
λεσε τὸν κανόνα τῆς φύσεως. Φθορά ἐστι καὶ ἡ λεπτότης ἡ ἐκ τρυφῆς, ἐπειδὴ
σάρκας φθαρτὰς προστίθησι. Φθείρει ἡ ἁμαρτία καὶ ἐν φιλαργυρίᾳ, ὅτι διδάσκει
φροντίζειν εἰς θάνατον· τὸ σῶμα φθείρει ἐν καταπονήσει, τὴν ψυχὴν μιαίνει ἐν
πονηρίᾳ. Φθείρει καὶ διὰ φιλοδοξίας, ἐπειδὴ φθονεῖν καὶ μισεῖν τοῖς πλησιάζου-
σιν ὑποτίθεται. Φθείρει καὶ δι' ἀρετήν, ὅτι διδάσκει δι' αὐτῆς κενοδοξεῖν. Φθείρει
ἐν τοῖς καλύπτουσι τὴν ἀρετήν, ἐπειδὴ εἰς ἀδιαφορίαν προτρέπεται. Ἐκ μεγά-
λων ἀρετῶν εἰσάγει τὰ δοκοῦντα ἐν τοῖς πάθεσιν ἐλάχιστα, καὶ δι' αὐτῶν
πᾶσαν τὴν ὑπόστασιν καταρρυποῖ. Παγίδας ἱστᾷ ἐν τοῖς ὑφ' ἡμῶν πραττομέ-
νοις, ἐπειδὴ τὸ ἔθος ἡμῖν ποιεῖ γενέσθαι ἰξόν, ἐν ᾧ ἡλοῦμεν τὰ πτερά, τὰς
ἀρετὰς λέγω, ἐν πάθει μικρῷ διὰ συνηθείας, καὶ οὐ μόνον τὰ πτερά, ἀλλὰ καὶ
τὸ σῶμα καὶ τὴν ψυχὴν ζημιούμεθα.
Εὐτόνως προσχῶμεν πρὸς τὸν δόλον αὐτοῦ, ἵνα μὴ ὡς ἀλόγοις ἐμπαί-
269
ξειε. Προσχῶμεν ταῖς μεθοδείαις αὐτοῦ, ἐπειδὴ ἐν αὐταῖς καθ' ἡμῶν ἀγωνίζε-
ται. Ὅτε πάντοθεν περιασφαλισώμεθα, εὑρίσκει τόπον αὑτῷ πρὸς εἴσοδον. Ἐὰν
ὡς λέοντα τείχεσιν ὀχυροῖς ἀποδράσωμεν, ὡς κύων γίνεται, ἵνα διὰ τὸ εὐτελὲς
μὴ φυλαξώμεθα. Ἐὰν ὡς κύνα ἀποκλείσωμεν, ὡς πετεινὸν διὰ θυρίδος εἰσέρ-
χεται. Δεδίαμεν αὐτὸν ἀετὸν γινόμενον, καὶ στρουθίον φαίνεται· παραιτούμεθα
ὡς κόρακα, καὶ ὡς μέλισσα παρεισπηδᾷ, καὶ ὅ, τι ἐν πᾶσιν αὐτὸν νοήσωμεν.
Κώνωψ γινόμενος οὐ μικρῶς ἡμᾶς ἀδικήσειεν· οἱ κώνωπες τοὺς πρώτους οἴνους
ἀφανίζουσιν, ἐπειδὴ συμφύρουσι τῇ σαπρίᾳ αὐτῶν τὸ πλῆθος, ὡς ἡ ζύμη τὸ ἄ-
λευρον. Πολλάκις θανατικὸν ἢ νοσηρὸν ποιοῦσι τὸν οἶνον, ἢ θνησιμαίους ἐφιζά-
νοντες ἢ ἰοβόλων ἑρπετῶν ἀπογευόμενοι.
Τοιαύτη ἐστὶν ἡ ἐπὶ μικροῖς συνήθεια· ὅτι ζυμοῖ τὴν ψυχὴν πρὸς πᾶσαν
τοῦ Δράκοντος τὴν διάθεσιν. Τοιαύτη ἐστὶν ἡ λεπτότης τοῦ Ἐχθροῦ ἐμποιοῦσα
καὶ τοῖς ἀσφαλέσιν ὄλεθρον. Λέγει γὰρ ὁ Ἐκκλησιαστής, ὅτι μυῖα ἀφανίζει
σκευασίαν ἐλαίου ἡδύσματος, ἵνα οἱ Ἅγιοι συνῶσιν αὐτοῦ τὸ εὐτελὲς καὶ ἀκά-
270
θαρτον, οἱ δὲ ἀμελεῖς τὴν ἐπιβουλὴν καὶ τὴν λεπτότητα. Καὶ ἐν τοῖς Βασιλείοις
ὁ Ἠλίας θεὸν Ἀκκαρὼν μυῖαν Βάαλ προσηγόρευεν· ἐφιζάνει γὰρ ἐπὶ τὰς ψυχὰς
τῶν ἀσεβῶν, ὡς ἐπὶ πυορροούσαις νομαῖς, ἐκμυζᾷ τὴν πρᾶξιν αὐτῶν τὴν ἀκά-
θαρτον, καὶ ἐκ τῶν βρασμῶν τῆς παροινίας αὐτῶν τρέφεται. Ἀνέχεται Δράκων
γενέσθαι μυῖα, ἵνα τερφθῇ τῷ ἰχῶρι τῆς ἀσεβείας. Ἐν τοῖς πονηροῖς ὡς δράκων
συνέρχεται, καὶ ἐν τοῖς ἀσώτοις ὡς μυῖα συγγίνεται.
Δῆλον οὖν ἐστιν ὅτι καὶ ἐν τοῖς ἀσφαλέσι κώνωψ γίνεται ἀδικῶν τὰ
ἀγγεῖα περιφράττειν διὰ τὸ ἀνέμπαικτον, τὴν δὲ ψυχὴν ἐᾶν ἀπερίφρακτον.
Ἄλογον περὶ τῶν αἰσθητῶν ἀσφαλίζεσθαι, τὴν δὲ διάνοιαν περιφέρειν ἀπαραφύ-
λακτον. Εἶπεν ἡ Σοφία ἐν ταῖς Παροιμίας πορευθῆναι πρὸς μύρμηκα καὶ μα-
θεῖν φρόνησιν. Εἶπε καὶ τὸ Εὐαγγέλιον γενέσθαι φρονίμους ἡμᾶς, ὡς τοὺς
ὄφεις· οὐ γὰρ εὐάλωτοί εἰσι, ὄντες ἀθλιώτατοι. Ἀντὶ τῆς περιστερᾶς τοῦ Εὐαγ-
γελίου ἡ Παροιμία τὴν μέλισσαν παρέθετο, καὶ ἀντὶ τοῦ ὄφεως τὸν μύρμηκα.
271
Ἴδωμεν οὖν τὴν ὁμοιότητα πρὸς ὠφέλειαν. Ὁ ὄφις ἕρπει, καὶ ἐπιβουλεύει πολ-
λοῖς· ἀλλ' ἡ Παροιμία, ὅτι καὶ λεπτὸς ὁ Δράκων γίνεται εἰς ἀναίρεσιν, μύρμηκα
αὐτὸν προσηγόρευσεν. Ὅτε ὀφθῇ μύρμηξ, κἂν νικήσῃ, ὡς δράκων θρασύνεται.
Ὅτε φανῇ ὄφις, κἂν νικηθῇ, ὡς μύρμηξ ταπεινοῦται, ἵνα μὴ ἀδικηθῇ. Οὕτω
καὶ ἡμεῖς ὀφείλομεν μετασχηματίζεσθαι ταῖς μεθοδείαις αὐτοῦ, ἵνα μὴ ζημιού-
μεθα. Ἕρπει ὁ μύρμηξ κατὰ τὸν ὄφιν, οἱ δὲ πόδες αὐτοῦ οὐ τὸ σῶμα βαστάζου-
σιν, ἀλλὰ τὴν γῆν ἐπιλαμβάνονται εἰς πορείαν· τὰ σιτία ὑπὸ γῆν κρύπτει, ἵνα
μὴ ὑπὸ χειμῶνος ἀδικηθῶσι· τοὺς πόρους ἀποφράττει, ὧν καθιστᾷ, ἵνα μὴ ἐν
καιρῷ ἀνάγκης ἀπολέσῃ τὴν τροφήν. Ταῦτα πάντα καὶ ὁ ὄφις ποιεῖ. Εἶπε καὶ
τὸ Εὐαγγέλιον, τὸν διωγμὸν ὑμῶν εὔχεσθε μὴ ἐπιέναι χειμῶνι, ἢ ἐν σαββάτῳ·
τὸν χειμῶνα δηλοῦντα τὴν ὥραν τῆς ἀνάγκης, τὸ δὲ σάββατον τὴν ἡλικίαν τοῦ
γήρως, ἐν ᾧ ζωὴ ἡμῶν διὰ τὴν ἀργίαν σάββατον γίνεται.
Ἐργασώμεθα οὖν ἐν τῷ θέρει, ὅτε οὐκ ἐπίκειται ἀνάγκη, ἵνα ἔχωμεν εἰς
τὸ σάββατον. Ὁ αὐτὸς εἶπε Σολομών· ἐργάζου ἐν νεότητι πρὸ τοῦ ἐλθεῖν και-
272
ρὸν ἐν ᾧ ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτῷ θέλημα. Τίς οὖν ἐστιν ἡ ἀνάγκη, ἢ πειρα-
σμός τις ἀλλοιούμενος, ὅστις ἄγνοιαν ὑφίσταται; Ὁ δὲ πειρασμός ἐστι, περὶ ὃν
εἶπεν ὁ Κύριος· εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ὁ Παῦλος λέγει ὅτι
οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, δεικνὺς ὅτι Θεὸς οὐκ εἰς κακὸν
συγχωρεῖ, ἀλλ' εἰς τὸ ἀγαθόν. Εἰδὼς ὅτι νικήσομεν, συγχωρεῖ, ἵνα στεφα-
νωθῶμεν. Περὶ γὰρ τῶν ἡττωμένων οὐκ αὐτὸς συγχωρεῖ· ἡ προαίρεσις ἑκά-
στου καὶ ἡ πρᾶξις αἰτία καθίσταται. Ὁ Ἐχθρὸς οὐκ οἶδεν ὅτι νικῶσιν οἱ Ἅγιοι·
κακοθελὴς γὰρ ὤν, οὐκ ἐποίει ἀγῶνα τῷ στεφανοῦσθαι μέλλοντι. Εἰ ἦν γινώ-
σκων, καλοθελὴς ἐτύγχανε· καὶ εἰ ἦν καλοθελής, διὰ τί τοὺς πίπτοντας κατα-
στρέφει, οὐκ ἀνορθοῖ δὲ παυόμενος τῆς πράξεως;
Οὐκοῦν τὸ εὔξασθαι μὴ εἶναι ἡμῖν ἐν χειμῶνι τὸν διωγμὸν συνήκαμεν ὅτι
δύο περιέχει πειρασμούς; Ἕνα τὸν ἐκ τῆς ἐξετάσεως, θάτερον δὲ τὸν ἐκ τῆς τοῦ
διωγμοῦ προαιρέσεως; Ὅμοιόν ἐστι καὶ τὸ τοῦ σαββάτου, ὅτι περιέχει τέλος
273
πικρὸν τῆς διώξεως τῶν πόνων, ὧν ἢ παρὰ δύναμιν ὑπομένοντες σφοδρῶς κο-
λαζόμεθα, ἢ μὴ φέροντες σφαλλόμενοι τὴν ψυχὴν ἀδικοῦμεν. Θάτερον δὲ τέλος
ἄκαρπον, ὅτι ἐν διωγμῷ θνῄσκοντες ἄκαρποι αἰώνιον μισθὸν ζημιούμεθα.
Ἴδωμεν καθεξῆς περὶ τῆς μελίττης καὶ περὶ τῆς περιστερᾶς, εἰ καὶ ἐν τού-
τοις εὕροιμεν ὁμοιότητα, ὡς παρὰ τῷ ὄφει καὶ τῷ μύρμηκι, ἢ πολλὴ παρ' ἐκεί-
νοις ἡ ἀκρίβεια. Διὰ τὸν χειμῶνα τῆς μελίττης οἱ πόνοι ἐν εὐθηνίας γίνονται.
Ἡ περιστερὰ κοινότητα ἀσπάζεται, ὡσαύτως καὶ ἡ μέλιττα. Τῆς μελίττης ὁ
πόνος ἅπασι χρήσιμος, καὶ τῆς περιστερᾶς τὸ εἶδος πᾶσι προσφιλέστατον. Ὡς ἡ
μέλιττα, οὔτε περιστερὰ δολιεύεται. Εὐάλωτον περιστερᾶς τὸ εἶδος τοῖς ὄφεσιν·
ὡσαύτως καὶ τὸ τῆς μελίττης τοῖς ἑρπετοῖς. Ἐκείνοις ἐοίκασιν οἱ μετὰ διακρί-
σεως βιοῦντες, καὶ τούτοις οἱ μετὰ ἁπλότητος. Διὸ καὶ λέγει ὁ Ἐκκλησιαστής·
ἐν ἡμέρᾳ ἀγαθῇ, ἴδε ἐν ἀγαθῷ, καί, φύλασσε ἀκακίαν, ἵνα ἴδῃς εὐθύτητα.
Ἀλλὰ πρῶτον εἶπεν ὁ Κύριος, γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις· εἶθ' οὕτως, καὶ
274
ἀκέραιοι ὡς αἱ περιστεραί· ἕπεται γὰρ μετὰ τὸν πειρασμὸν ἡ ἀνάπαυσις. Διὸ
λέγει ὁ Δαυΐδ· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυ-
χήν. Μετὰ τὸν μύρμηκα καὶ μέλιττα. Λέγει καὶ ὁ Παῦλος· πρῶτον τὸ σαρκι-
κόν, καὶ οὕτω τὸ πνευματικόν· γίνεται γὰρ μετὰ τοὺς πόνους δόξα. Καὶ λέγει
περὶ τῆς μελίττης ὅτι ποθεινή ἐστι πᾶσι καὶ ἐπίδοξος.
Ὁρᾶτε ὅτι δεῖ πρῶτον ἐν πόνοις διαγυμνάζεσθαι, καὶ ἐν ἀγῶνι στεφα-
νοῦσθαι, ἵνα οὕτω τῆς θείας χάριτος ἀπολαύσωμεν; Τὴν πικρίαν τῆς ἀσκήσεως
διαδέχεται ἡ γλυκύτης τῆς ἀναπαύσεως, καὶ τὴν τραχύτητα τῆς ζωῆς ἡ χάρις
διαδέχεται. Εἰ μὴ μισηθῶμεν ὡς οἱ ὄφεις, ὡς αἱ περιστεραὶ οὐ φιλιούμεθα. Εἰ
μὴ εὐτελεῖς ὡς οἱ μύρμηκες γενώμεθα, ὡς αἱ μέλιτται ἐπίδοξοι οὐκ ἐσόμεθα.
Πρῶτον ἔπαθεν ὁ Χριστός, ὡς ὁ ὄφις Μωυσέως, ἐπὶ ξύλου κρεμασθείς, καὶ εἶθ'
οὕτως, ὡς περιστερά, ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνέπτη εἰς τὰ ἐπουράνια.
Πρῶτον ἔφαγε τὰς πικρίδας τοῦ Πάσχα, καὶ οὕτως ἀναστὰς τῆς μελικηρίδος
ἀπήλαυσε.
275
Νοεῖτε ἃ λέγω, ἀδελφοί· ὅτι εἴ τις θέλει ἀσφαλίσασθαι, πονεῖ ὀφείλει,
καὶ μετὰ ταῦτα ἀπολαύσει τῶν πόνων αὐτοῦ. Ἐὰν θέλητε μὴ πηδᾶσθαι ἐκ τῶν
μικρῶν, διὰ πόνων μάθετε παρὰ τῶν πατέρων ἡμῶν. Γίνεσθε τέκνα ὑπακοῆς
ἐν πόνοις, ἵνα πατέρες γένησθε ἐν ἀναπαύσει. Ἐν πόνοις ὄντες ὑπὸ ἔθους οὐχ
ὑπαχθήσεσθε, ἐπειδὴ ὁ κόπος φυγαδεύει τὴν ἐμπαθῆ συνήθειαν.
Εἶπον οὖν ὑμῖν, μὴ γίνεσθε ἐν κακοῖς ἔθεσιν, ἵνα μὴ εἰς βυθὸν κακίας
ἐμπέσητε. Εἶπον καὶ πῶς τοῦτο ἔχειν δύνασθε, ἵνα μή μου ἐπιλάβησθε ὡς ἰα-
τροῦ περὶ παθῶν λέγοντος, περὶ δὲ τῆς θεραπείας αὐτῶν πεῖραν μὴ ἔχοντος.
Ποιήσατε οὖν τὸ πρέπον τῆς ἐπαγγελίας ὑμῶν, ἵνα καὶ τῶν ἐπαγγελιῶν
τοῦ Θεοῦ ἐπιτύχητε ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
{Περὶ τοῦ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ συνδιάγεινμετ' ἀλλήλων οἱ ἀδελφοί} Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλως· εἴτε εὔχονται,εἴτε ἀναγινώσκουσι Γραφάς, εἴτε ἕτερόν τι ποιοῦσιν, ὀφείλουσι τὸ θεμέλιον τῆςἀγάπης ἔχειν πρὸς ἀλλήλους· καὶ οὕτω δύναται εὐδοκία Κυρίου γενέσθαι εἰςἐκείνας τὰς προαιρέσεις. Καὶ οἱ ἐργαζόμενοι, καὶ οἱ εὐχόμενοι, καὶ οἱ ἀναγινώ-σκοντες, πάντες δύναται ἐν ἁπλότητι καὶ ἀκεραιότητι διάγοντες μετ' ἀλλήλωνὠφεληθῆναι. Τί γὰρ γέγραπται; Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶἐπὶ τῆς γῆς· ἵνα ὃν τρόπον οἱ Ἄγγελοι, συνόντες ἐν ὁμονοίᾳ πολλῇ 〈καὶ〉 ἐνἀγάπῃ, ἐν εἰρήνῃ διάγουσι, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος ἢ ἔρις, ἀλλὰἀγάπη καὶ εἰλικρίνεια μετ' ἀλλήλων, οὕτω καὶ οἱ ἀδελφοὶ ἵνα ὦσι μετ' ἀλλή-λων· συμβαίνει γάρ τινας εἶναι τριάκοντα· ὑπὸ τὸ ἓν ὅλην τὴν ἡμέραν καὶ τὴννύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥραςἕξ, καὶ βούλονται ἀναγνῶναι· ἄλλοι ἐξ αὐτῶν προθύμως διακονοῦσιν· ἄλλοι ἐξαὐτῶν ἐργάζονταί τι ἔργον. Λοιπὸν ὀφείλουσιν, εἴ τι ποιοῦσιν οἱ ἀδελφοί, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναιμετ' ἀλλήλων. Καὶ ὁ ἐργαζόμενος ὑπὲρ τοῦ εὐχομένου οὕτως εἴπῃ, ὅτι ὁ ἀδελ-φός μου οὐ κτᾶται τὸν θησαυρόν, ἐπικοινῶν ἐστι, καὶ ἔχω κἀγώ· καὶ ὁ εὐχόμε-νος ὑπὲρ τοῦ ἀναγινώσκοντος εἴπῃ, ὅ, τι ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν,εἰς ἐμὸν κέρδος προχωρεῖ· καὶ ὁ ἐργαζόμενος οὕτως εἴπῃ, ὅτι τὴν διακονίαν,ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια· ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕνἐστι σῶμα, καὶ βοηθεῖ ἀλλήλως· εἰ καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει, καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐρ-γάζεται, καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη περιφέρων, καὶ ἀλλήλοις συμπάσχει. Οὕτω καὶ οἱ ἀδελφοὶ μέλη ἀλλήλων εἰσίν, καὶ μήτε ὁ εὐχόμενος κρίνειτὸν ἐργαζόμενον, διὰ τί οὐκ εὔχεται, μήτε ὁ ἐργαζόμενος κρίνει τὸν εὐχόμενον,ὅτι ἐκεῖνος παραμένει, καὶ ἐγὼ ἐργάζομαι, μήτε ὁ διακονῶν τὸν ἕτερον κρίνει,ἀλλ' ἕκαστος εἴ τι ποιεῖ, ὁ ἀναγινώσκων τὸν εὐχόμενον, ἵνα ἔχῃ ἐν ἀγάπῃ καὶχαρᾷ, τοῦτο λογιζόμενος, ὅτι καὶ ὑπὲρ αὐτοῦ εὔχεται. Ὁ δὲ εὐχόμενος περὶτοῦ ἐργαζομένου τοῦτο εἴπῃ, ὅτι ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ. Καὶ οὕτωδύνανται ὁμοφωνίᾳ πολλῇ ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης καὶ τῆς εἰρήνης κρατεῖνἀλλήλους, καὶ συνδιάγειν μετ' ἀλλήλων ἐν ἀκεραιότητι, καὶ οὕτω γίνεται εὐδο-κία Κυρίου. Τὸ δὲ κεφαλαιωδέστερον ὅλων δηλονότι αἱ προσκαρτερήσεις τῆςεὐχῆς ἐστι, πλὴν ἓν ζητείσθω, ἵνα τις ἔχῃ τὸν θησαυρὸν τῆς ψυχῆς αὐτοῦ καὶτὴν ζωήν, ἥτις ἐστὶν ὁ Χριστός, ἐν τῷ νῷ, εἴτε ἐργάζεται, εἴτε εὔχεται, εἴτεἀναγινώσκει· ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τοῦ πνεύματος, τὸ μὴ παρερχόμενον. Εἰσὶ δέ τινες λέγοντες τοῦτο, ὅτι ὁ Θεὸς μόνον καρποὺς φανεροὺς ἀπαιτεῖπαρὰ τοῦ ἀνθρώπου· τὰ δὲ κρυπτὰ ὁ Θεὸς φανεροῖ. Οὐχ οὕτω δέ ἐστι τὰ πράγμα-τα, ἀλλ' ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεταί τις, οὕτως ὀφείλει καὶ ἐντοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον· ἀπαιτεῖ γάρ σε ὁ Θεὸς ἵνα ὀργισθῇςσεαυτῷ, καὶ μάχην ποιήσῃς μετὰ νοός σου, καὶ μήτε συμφωνήσῃς, μήτε συνη-δυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸσυνὸν κακόν, καὶ τῷ ἀντιπαλαίοντι μάχεσθαι, Θεοῦ ἐστιν· εἰ γὰρ σὺ ἐδύνω τοῦ-το ποιῆσαι, τίς χρεία λοιπὸν τῆς ἐλεύσεως τοῦ Κυρίου; Ὡς γὰρ οὐκ ἔστι τοῖςὀφθαλμοῖς ἰδεῖν ἄνευ φωτός, ἢ λαλεῖν ἄνευ γλώσσης, ἢ ἀκούειν ἄνευ ὠτός, ἢπεριπατεῖν ἄνευ ποδός, ἢ ἐργάζεσθαι ἄνευ χειρῶν, οὕτως οὐ δύναταί τις ἄνευΚυρίου Ἰησοῦ σωθῆναι, ἢ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ λέγεις ἐν τοῖς φαινομένοις, οὐ πορνεύω, οὐ μοιχεύω, οὐκ εἰμὶ φι-λάργυρος, τὸ λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐπὶ τούτῳ, νομίσας ὅτι πάνταἐξετέλεσας. Οὐκ εἰσὶν οὖν μόνον τρία μέλη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τιςἀσφαλίσασθαι, ἀλλὰ μυρία. Εἰπὲ γάρ μοι· ἡ ἀφοβία, ἡ τύφλωσις, ἡ ἀπιστία,τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν εἰσίν; Οὐκ ὀφείλεις πρὸςταῦτα ἔχειν τὴν πάλην ἐν τοῖς λεληθόσι καὶ ἐν τοῖς λογισμοῖς; Ὥσπερ γάρ, ἐὰνᾖ λῃστὴς ἐν σκηνῇ, λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἀφίει σε ἀμεριμνεῖν· ἄρχεις δὲκαὶ σὺ ἀντιπίπτειν αὐτῷ, λοιπὸν δέρεις· δέρειν καὶ αὐτὸς ἐπιχειρεῖ· οὕτω καὶ ἡψυχὴ ὀφείλει ἀντιπίπτειν καὶ δέρειν καὶ ἀντιμάχεσθαι. Λαμβάνει πληγὰς καὶδίδωσι· κρούεται καὶ ἀντικρούει. Λοιπὸν ἡ προαίρεσις [καὶ] ἀντιμαχομένη καὶἔχουσα πόνον καὶ θλῖψιν, ἄρχεται περικόπτειν, καὶ μετὰ πολλοῦ καμάτουἄρχεται ἡ ψυχὴ ἀνωτέρα γίνεσθαι. Πίπτει, ἐγείρεται. Οἰκοδομεῖ Σατανᾶς κατὰτῆς ψυχῆς, καταστρέφει καὶ ἡ ψυχή. Πάλιν συμβαίνει ὅτι ἡ ἁμαρτία εἰς δέκακαὶ εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχήν, καὶ ῥίπτει· ὁμοίως καὶ ἡ ψυχὴ διὰ χρόνονεἰς μίαν διαγωγὴν νικᾷ τὴν ἁμαρτίαν. Πάλιν, ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴχαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ αὐξάνεσθαι καὶ ἀποφέρεσθαι τὰνικητήρια κατὰ τῆς ἁμαρτίας. Ἀλλ' ὅμως εἰ καὶ ἐν τούτοις ἐξετάζεται ἀκμὴν ἡἁμαρτία, ἀλλ' οὖν οὐ καταστρέφει τὸν ἄνθρωπον, ἕως ἂν φθάσῃ εἰς ἄνδρα τέ-λειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ νικήσῃ τὸν θάνατον·γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Καὶ οὕτως ἀνώτερος