The Greek Library Catalogue

Anonymous

De conuersatione fratrum mutua in concordia et dilectione

Edition reference
De conuersatione fratrum mutua in concordia et dilectione, ed. Phrantzolas, op. cit., vol. 5, 276–281.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg098.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

γίνεται καὶ νικητὴς τοῦ θανάτου. Εἰ δέ, καθὼς προείπαμεν, λέγει τις, οὐ πορ-νεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ· ἀρκεῖ μοι· οὗτος τρία μέρη ἠγωνίσατο, καὶεἴκοσιν ἀπέχεται. Ἡ ἁμαρτία κατὰ πάσης τῆς ψυχῆς οὐκ ἠγωνίσατο, ἀλλ' ἡτ-τήθη πολλάκις. Ὀφείλει οὖν εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολ-λάκις εἴπαμεν, ἀντίπαλός ἐστι καὶ ἔχει ἔσωθεν δύναμιν πρὸς τὴν ἁμαρτίαν ἀντι-λέγειν, καὶ ἐναντιωθῆναι τοῖς λογισμοῖς. Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴνἐναντίαν δύναμιν, καὶ βασιλεύειν τὸ ὅλον κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖςτὸν Θεὸν κατακρίνοντα τὴν ἀνθρωπότητα. Διατί ὑπήκουσας τῷ Σατανᾷ, ὁπότε ἰσχυρότερος [ἐστι], καὶ ἀναγκαστικήτις δύναμις, ὑπόστασιν μειζονοτέραν καὶ ἰσχυροτέραν αὐτὸν τῆς ψυχῆς ἐποίησας,καὶ ἐντέλλῃ μοι τούτῳ με ὑπακούειν; Ὅσπερ ἦν νεανίσκος καὶ ἔχει μάχην * κα-τακρίνεται σπουδίον, διότι ἡττήθῃ; Τοῦτο πολλῆς ἀδικίας ἐστίν! Ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον· καὶ ἡ ψυχὴἐπιζητοῦσα τὸν Θεὸν τυγχάνει βοηθείας καὶ ἀντιλήψεως, καὶ καταξιοῦται ἀπο-μετρώσεως· ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.{Λόγος εἰς τοὺς ἀποτασσομένους} Ὡς ὁ θεῖος νόμος ἐνυπάρχει οὐ μέλανι καὶ γράμμασι γεγραμμένος, ἀλλ'ἐν καρδίαις καθαραῖς ἐμπεφυτευμένος, οὕτω οἱ τοὺς τῆς διανοίας ὀφθαλμοὺςφωτιθέντες καὶ ἀεὶ ὀρεγόμενοι ἴσασιν ἀκριβῶς μὴ ἐκ τῆς οἰκείας αὐτῶν ἰσχύοςπεριγενέσθαι τῶν ἐκ τοῦ Πονηροῦ σκανδάλων, ἀλλ' ἐκ τῆς ἀηττήτου δυνάμεως·οἱ δὲ μὴ λόγῳ τετιμημένοι, μηδὲ νῷ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι, ὅτιδιὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου σῴζονται, κατακρίνονται· τὸ γὰρ ἐν τῇτοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τὸ ἑλέσθαι μόνον ἢ μὴ ἑλέσθαι ἀντι-στῆναι τῷ Διαβόλῳ κεῖται· οὐ γὰρ ἐπὶ τὸ δύνασθαι παντελῶς ἔχειν τὸ κράτοςκατὰ τῶν παθῶν. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰςμάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἀγρυπνεῖ ὁ φυλάσσων. Ἀμήχανον γὰρἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα, μὴπρότερον καθ' ὅσον δυνατὸν ἀνθρώπῳ καθάραντα ἑαυτόν, δυναμωθῆναι παρὰτοῦ εἰπόντος τοῖς Ἀποστόλοις· ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶσκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου. Εἴπερ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἉγίουΠνεύματος στῆναι πρὸς τὰς μεθοδείας τοῦ Διαβόλου, οὐκ ἂν εἴρηται ὑπὸ τοῦἈποστόλου· ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδαςὑμῶν ἐν τάχει. Καὶ πάλιν· ὁ Κύριος Ἰησοῦς Χριστὸς ἀναλώσει τῷ πνεύματι τοῦστόματος αὐτοῦ. Διὸ δεῖ καὶ προσευχῇ δέεσθαι τοῦ Δεσπότου· μὴ εἰσενέγκῃςἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ Πονηροῦ. Ἐὰν γὰρ μὴ διὰ τῆςτοῦ κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ Πονηροῦ κα-ταξιωθῶμεν τῆς ἀπαθείας, μάτην πολιτευόμεθα, ὥσπερ οὐ τῆς δυνάμεως τοῦσταυροῦ τυγχάνοντες. Ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης, καὶ ὥσπερ ἐνκαθαρῷ ἐσόπτρῳ τὴν Χριστοῦ μορφὴν ἐν τῷ ἡγεμονικῷ ὁρᾷν, ὀφείλει ἀκορέ-στῳ στοργῇ καὶ ἀπλάστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως, νύκτωρ καὶμεθ' ἡμέραν, ζητεῖν τὴν ἀντίληψιν ἐν δυνάμει· ἧς ἀμήχανον μετασχεῖν, εἰ μή,ὡς προεῖπον, πρότερον ἀποσχόμενόν τινα τῆς ἡδυπαθείας τοῦ κόσμου καὶ τῆςἐναντίας δυνάμεως· δύναμις γὰρ σκότους δυνάμεως φωτὸς ἀλλοτρία ἐστί, καὶἐνέργεια πονηρίας ἀγαθῆς ἐνεργείας ἄνοικος καὶ πάντῃ ἀπεξενωμένη τυγχάνει. Τοιγαροῦν εἴπερ βούλει μαθεῖν τίνος ἕνεκεν, κτισθέντες ἐν τιμῇ καὶ κατοι-κισθέντες ἐν τῷ παραδείσῳ, τελευταῖον συμπαρεβλήθημεν τοῖς κτήνεσι τοῖς ἀνο-ήτοις καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκεὅτι, ἐπειδὴ διὰ τῆς παρακοῆς δοῦλοι τῆς σαρκὸς πάθεσι γενόμενοι ἑαυτοὺςἀπῳκίσαμεν ἐκ τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοιἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα· καὶ διὰ τὸ ἔτι ἡμᾶς ἐν Αἰγύπτῳκαθέζεσθαι, οὔπω ἐκληρονομήσαμεν τὴν ῥέουσαν μέλι καὶ γάλα γῆν τῆς ἐπαγ-γελίας· οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας καὶ ἀληθείας, ἀλλ' ἔτιἐσμὲν ἐν τῇ τῆς σαρκὸς πονηρᾷ ζύμῃ· οὔπω ἐρραντίσθη ἡ καρδία ἡμῶν τῷ αἵματιτοῦ ἀμνοῦ τοῦ Θεοῦ· ἔτι γὰρ τὸ πέταυρον τοῦ ᾅδου καὶ τὸ κέντρον τῆς κακίαςἐντέτακται αὐτῇ· οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου χρίσματος·ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου κατερρίζωται ἐν ἡμῖν· οὔπω ἐνεδυσάμεθα τὸνκαινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν θεότητι, ἐπειδὴ οὔπω ἐσπουδάσαμενἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆςἀπάτης· οὔπω ἐφορέσαμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, σύμμορφοι τῆς δόξηςαὐτοῦ γενόμενοι· ἔτι γὰρ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορῶμεν· οὔπω προσεκυνήσαμενἐν πνεύματι καὶ ἀληθείᾳ τὸν Θεόν, διὰ τὸ βασιλεύειν τὴν ἁμαρτίαν ἐν τῷ θνητῷἡμῶν σώματι· οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου· ἔτι γὰρ ὑπὸ τὴν σκιὰνἐνεργούμεθα· οὔπω ἐνεδυσάμεθα τὰ τοῦ φωτὸς ὅλας καὶ ἔργα· οὔπω μετεμορ-φώθημεν τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν· ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνιτούτῳ· οὔπω συνεδοξάσθημεν Χριστῷ, διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ· οὔπωτὰ στίγματα αὐτοῦ ἐν τῇ σαρκὶ ἡμῶν ἐβαστάσαμεν, γενόμενοι ἐν μυστηρίῳ τοῦσταυροῦ τοῦ Χριστοῦ· ἔτι γάρ ἐσμεν ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυ-μίαις· οὔπω κληρονόμοι Χριστοῦ ἐγενόμεθα· ἔτι γὰρ πνεῦμα δουλείας ἐνυπάρχειἡμῖν, καὶ οὐχὶ υἱοθεσίας· οὔπω γεγόναμεν ναὸς Θεοῦ καὶ οἰκητήριον τοῦ ἉγίουΠνεύματος· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας.Ὄντως γὰρ ὄντως, οὔπω τὸ ἀκέραιον τοῦ τρόπου καὶ τὴν τῆς διανοίας ἁπλότηταἐνεδειξάμεθα καὶ τὴν λαμπρότητα οὐκ ἐκτησάμεθα· οὔπω κατηξιώθημεν τοῦἀδόλου καὶ λογικοῦ γάλακτος, καὶ τῆς νοητῆς αὐξήσεως· οὔπω ἡμῖν ἡ ἡμέραδιήγγικεν, οὔτε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν· οὔπω συνεκεράσθημεντῷ ἡλίῳ τῆς δικαιοσύνης, οὐδὲ ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν· οὔπω γεγό-ναμεν πορφύρα ἄδολος βασιλική· οὔπω ἐτρώθημεν ὑπὸ τοῦ θείου ἔρωτος, οὐδὲἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ Νυμφίου· οὔπω τὴν ἄφθαρτονκοινωνίαν ἐγνωρίσαμεν, οὐδὲ τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν·καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱερά-τευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἐπειδή ἐσμεν γεννήματα ἐχιδνῶν. Πῶς γὰρ οὐκ ὄφεις οἱ ἐπὶ γῆς συρόμενοι καὶ τὰ τῆς γῆς φρονοῦντες καὶοὐκ ἐν οὐρανῷ τὴν πολιτείαν ἔχοντες; Πῶς οὐ γεννήματα ἐχιδνῶν οἱ ἐν τῇὑπακοῇ τοῦ Χριστοῦ μὴ εὑρισκόμενοι, ἀλλ' ἐν τῇ τοῦ Ὄφεως παρακοῇ; Πῶςτοίνυν ἀξίως ὀδύρωμαι τὴν συμφορὰν ταύτην, οὐχ εὑρίσκω· πῶς δὲ καὶ βοήσαςδακρύσω πρὸς τὸν δυνάμενον ἐξελέσθαι τὴν αὐλιζομένην πλάνην ἐν ἐμοί, ἀγνοῶ.Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Πῶς θρηνήσω τὴν Ἱερουσαλήμ;Πῶς ἀποφύγω τὴν μοχθηρὰν τοῦ Φαραὼ δουλείαν; Πῶς καταλίπω τὴν αἰσχρὰνπαροικίαν; Πῶς ἀρνήσωμαι τὴν πικρὰν τυραννίδα; Πῶς ἐξέλθω ἐκ γῆς Αἰγύ-πτου; Πῶς περάσω τὴν Ἐρυθρὰν Θάλασσαν; Πῶς παρέλθω τὴν ἔρημον; Πῶς