The Greek Library Catalogue

Anonymous

De directione uirtutis

Edition reference
De directione uirtutis, ed. Phrantzolas, op. cit., vol. 5, 381–382.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg103.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἰῷ. Οὕτω καὶ ὁ ὁρώμενος ὀφθαλμὸς πάντα καθαρῶς καὶ ὥς ἐστιν, ἐν ἀληθινῇκρίσει ὁρᾷ, καὶ ὑγιὴς στόμαχος πάντα τὰ βρώματα ἡδέως δύναται δέξασθαι· οὕτωκαὶ ἡ καθαρὰ ψυχὴ πάντα ἀμώμως καὶ καθαρῶς ὁρᾷ· ἡ δὲ τεθολωμένη συνδυά-ζουσα, οὐδὲ τὰ καλὰ δύναται ἰδεῖν ὡς καλά, ἐν πᾶσι προσκόπτουσα, τὸν ὀφθαλ-μὸν ἔχουσα ἐν τῷ σκότει τῆς ἁμαρτίας. Ἔστιν εὐχὴ καὶ νηστεία καὶ ἐλεημοσύνηβδέλυγμα παρὰ Θεῷ, διότι οὐ καθαρῶς ταῦτα ἐπιτελοῦνται πρὸς τὸν Θεόν.{Ἑπτά εἰσιν αἱ ἐργασίαι τοῦ μοναχοῦ} Πρώτη ἡσυχία, ἀπερίσπαστον διαγωγὴν ἔχουσα, ἀπέχουσαν πάσης μερί-μνης βιωτικῆς, ἵνα δυνηθῇ ἐκ τοῦ μακρυσμοῦ τῶν ἀνθρώπων προσκολληθῆναιτῷ Θεῷ. βʹ, νηστεία σύμμετρος, ἤγουν τὸ ἅπαξ ἐσθίειν καθ' ἡμέραν, καὶ μὴ κορέν-νυσθαι, ἐξ εὐτελῶν τροφῶν. γʹ, ἀγρυπνία σύμμετρος, ἤγουν τὸ ἥμισυ τῆς νυκτὸς εἰς ψαλμῳδίαν καὶστεναγμοὺς καὶ δάκρυα δαπανᾶν. δʹ, ψαλμῳδία, ἤγουν προσευχὴ σωματικὴ διὰ ψαλμοὺς καὶ γονάτων κλίσιν. εʹ, προσευχὴ πνευματική, ἡ διὰ τοῦ νοὸς γινομένη, ἀπέχουσα πᾶσανἔννοιαν. Ϛʹ, ἀνάγνωσις ἔν τε βίοις τῶν ἁγίων Πατέρων καὶ λόγοις αὐτῶν· μηδόλωςπερὶ δογμάτων ξένων ἢ ἄλλων τινῶν ἀκούειν· ἵνα διὰ τῶν λόγων τῶν Πατέρωννικήσῃ τὰ πάθη. ζʹ, ἐρώτησις ἐμπείρων περὶ παντὸς λόγου καὶ ἐγχειρημάτων, ἵνα μὴ ἐξἀπειρίας καὶ αὐταρκείας ἄλλα ἀντ' ἄλλων νοῶν καὶ ποιῶν ἀπόληται.{〈Ἑρμηνεία〉} Τὸ σαρκομανεῖν καὶ δαιμονίου καὶ γλεύκους ἐπιβουλεύοντος· ὅτι ἡ σαρκο-μανία, τουτέστιν ἡ ἀκολασία τῆς σαρκός, οὐ μόνον ἐξ ἐπιβουλῆς τοῦ Δαίμονος,ἀλλὰ καὶ ὑπὸ μέθης προσγίνεται. Οὐχ ἡ πύρωσις διόλου σαρκίνη τοῦ Δαίμονος, ἀλλὰ καὶ φύσεως ἐγκρατείαςἰσχνῆς, ἀνίκμοις πνεύμασιν ἐνοχλουμένης. Δεῖ οὖν μετρίως κιρνᾶν, ἵνα τῇ πάντῃἀκρασίᾳ μὴ τὸ σπουδάζον παθαίνοιτο. Οὐκ ἔχει τὸ πᾶν τῆς κινήσεως τῆς σαρ-κὸς ἡ πύρωσις ἐξ ἐπηρείας τοῦ Δαίμονος, ἀλλ' ἔστιν ὅτε καὶ ἐπ' ἐσχάτης ἐγκρα-τείας ἔσχε τὴν κίνησιν, πνευμάτων ξηροτέρων καὶ θερμοτέρων κινούντων τὴνφύσιν. Τοῦτο γὰρ δοκεῖ τοῖς δεινοτέροις τῆς φύσεως ἐξετασταῖς. Ὥστε συγκιρνᾶνδεῖ μετρίως τὸ σῶμα διὰ τῆς μεταλήψεως, ἵνα μὴ τῇ παντελεῖ ἀκρασίᾳ, τουτέ-στιν ἐγκρατείᾳ, ὁ ἀγωνιστὴς ὑπὸ τῶν τῆς σαρκὸς κινημάτων βιάζηται. Τὸ ἀκαταμάχητον ἄριστον· εἰ δέ γε σαλευθῇς τῆς ζωῆς, ἐνσημειούσθωσοι τύπος ζωηρός, καὶ τὸ δυσμενὲς κατηγώνισται· ὅτι βέλτιστον μὲν τὸ μὴ πά-θεσιν ἁλῶναι, τουτέστι μὴ τῇ προσβολῇ τῶν πονηρῶν ἐννοιῶν ὑπενδοῦναι· εἰδὲ ποτέ τις ὑπὸ τούτων ὥσπερ διασεισθῇ, τῷ τοῦ σταυροῦ ζωοποιῷ τύπῳ αὐτίκαἐνσημειούσθω, καὶ ὁ Ἐχθρὸς καταβάλλεται. Τοῦτο δέ φησιν ὁ λόγος ἐκ μετα-φορᾶς τῶν ἐνίοτε μὲν ἐν πολέμῳ παρὰ τῶν ὑπεναντίων ταραχθέντων, τῷ δὲτοῦ πλαισίου σχήματι, ὅπερ ἐστὶν ἐπὶ μῆκος τετράγωνον, εὐθέως ἀσφαλιζομένων,καὶ τῆς ἐπιβουλῆς τῶν πολεμίων ἀναλώτων διατηρουμένων. [Ἑρμηνεία] Ἀκρίζουσα νηστεία καὶ πλήρωσις σιτήσεως ἐπίμεμπτα· ὅτι ἡ πολὺ ἐπιτε-ταμένη ἐγκράτεια καὶ ἡ τῆς τροφῆς πλησμονὴ φαῦλα. Ἡ μὲν γὰρ ἄτονον ποιεῖτὸν ἀγωνιστὴν καὶ παντελῶς πρὸς τὰς πράξεις ἀνενέργητον, ἡ δὲ τὰ πάθη τῆςσαρκὸς ἐπιπλέον διεγείρει, καὶ σφοδρότερον τὸν κατὰ τῆς ψυχῆς πόλεμον ἀνί-στησι. Ὑστάτῳ πάθει τελευταία καὶ ἀκριβὴς ἐγκράτεια βέλτιστος. Ὕστατόν φησιπάθος, οὐκ αὐτὴν τὴν ἁμαρτίαν, ἀλλὰ τὸ κίνημα τῆς ἁμαρτίας, τὸ πρὸς τὴνἁμαρτίαν ἐγκείμενον καὶ ἀποτελέσαι ταύτην ἀγωνιζόμενον, οἷον τὴν ἐπιθυμίαν.Λέγει οὖν ἐπὶ τῆς ἐπιθυμίας· τελείως κατακρατεῖν δοκούσης, τότε ἡ ἀκριβὴςκαὶ λίαν ἰσχνὴ ἐγκράτεια σωτήριος. Βρενθυομένῳ πάθει θεῖος λιμὸς ἐπιτεινέσθω· ἀνάλογος δὲ τῇ τοῦ παθαι-νομένου ῥώμῃ προσίτω· τὸ γὰρ τοιοῦτον πόνος μακρὸς ἐξιάσατο. Ἁμαρτήματοςσφοδρυνομένου θεῖος λιμός, τουτέστιν ἡ νηστεία, ἐπαυξανέσθω· πλὴν ἀνάλογοςτῆς τοῦ ἁμαρτήσαντος ἰσχύος οἰκονομείσθω· τὰ γὰρ σφοδρὰ τῶν ἁμαρτημάτωνχρονιωτέρων δεῖται καμάτων πρὸς ἴασιν. Ἀπροφάσιστος ὄκνος πρὸς τὰ φαῦλα παρατροπῆς ἄγγελος· ὅτι ῥᾳθυμίαγνώμης, μὴ προηγουμένης αἰτίας τινός, τουτέστιν ἀρρωστίας σωματικῆς ἐνίοτε,ἤ τινος δυσχεροῦς, δηλοῖ τὴν ψυχὴν ὅτι πρὸς τὰ χείρω παραφέρεται. Ἀπροφά-σιστον γὰρ ὄκνον ἔφη τὴν ἐξ οὐδεμιᾶς αἰτίας περιστατικῆς πρὸς ἐργασίαν τῆςἀρετῆς ἀκηδίαν καὶ ἀμέλειαν. Τῷ τῆς ἁμαρτάδος ἀποδράντι, φιλοπονοῦντι δὲ πρὸς τὴν 〈τῶν〉 Γραφῶνἐντυχίαν, εἰ μή τις ἐπίδοσις ἀρετῆς, δεινὸν συμβήσεται. Ἐάν τις θείᾳ φιλανθρωπίᾳτῆς ἁμαρτίας ἐλευθερωθεὶς μελετᾷ φιλοπόνως τὰ θεῖα λόγια, μηδὲν δὲ προκόπτῃπρὸς ἀρετὴν διὰ τῆς τοιαύτης μελέτης, φόβος ἔσται τὸν τοιοῦτον πάλιν ἁλῶναιτῇ ἁμαρτίᾳ. Νεόφυτος δυστερματεῖ δουλογάστριος. Ὁ ἐν ἀρχῇ τῆς κακώσεως τῇ γα-στρί, ἤτοι τῇ γαστριμαργίᾳ, δουλούμενος, εἰς κακὸν καταλήξει τέλος. Μονάζοντι πρόοδος ἀκάθεκτος ὡς ἐπὶ πᾶν παρόλισθον ἐξειργάσατο· ὅτιοὐ δεῖ τὸν μοναχὸν συχνὰς ποιεῖσθαι τὰς προόδους· ὡς ἐπὶ πολὺ γὰρ ἐκ τούτωντὰ παραπτώματα. Τὸν ἑλόμενον ἄρχειν, οἴκοθεν λάβοι τὴν γνῶσιν. Ὅστις ἐπιστατεῖν ἐφίε-ται, πρότερον ἐξ ἑαυτοῦ τὰ τῆς ἐπιστασίας ἐκπαιδευέσθω· τουτέστιν, ὁ πρότερονἑαυτοῦ ἄρξας, οὗτος ἄρχειν ἑτέρων ἐπιτήδειος. Ὁ πεδήσας σκιρτήματα σαρκός, καὶ ψυχῆς ἄτοπον ἐγκατασχὼν κίνημα,τῆς ποιμαντικῆς οὐκ ἀπείργηται. Ὁ σώματος καὶ ψυχῆς ἀτόπους ὀρέξεις κολά-σας, τουτέστιν ἐπὶ μὲν τοῦ σώματος πορνείαν, γαστριμαργίαν καὶ τὰ ὅμοια, ἐπὶδὲ ψυχῆς ὀργήν, θυμόν, κενοδοξίαν καὶ τὰ παραπλήσια, οὗτος πρὸς τὸ ποιμαίνεινἀκώλυτος. Πρὸ τῶν λόγων τὸ ἦθος παιδευέτω· ὅτι δεῖ τὸν εὐλαβῆ πρὸ τοῦ τὴν γλῶσ-σαν εἰς παίδευσιν τῶν ἐντυγχανόντων προτείνειν, διὰ τοῦ ἤθους παιδεύειν· ἦθοςδέ φησι τό τε τῆς κινήσεως εὔτακτον καὶ τὸ τῆς ὄψεως εὔσχημον καὶ ἱλαρὸν καὶτὸ τῆς ἄλλης σεμνὸν καταστάσεως· πολλοὺς γάρ ἐστιν ἰδεῖν ἐνίοτε λόγου μὲνκαταφρονήσαντας, αἰδῶ δὲ πρὸς τὸ ἦθος κτωμένους. Ἡ τῆς γλώσσης προπέτεια, τὸ ἥσυχον ἐξυβρίσατο· ὅτι τὸ προπετεύεσθαιγλώσσῃ τῆς ἡσυχίας ὕβρις καθέστηκε. Τὸ πολύλογον μεμπτὸν καὶ ἀπρόσιτον. Οἱ πολυλογοῦντες οὐ μόνον εἰσὶμεμπτοί, ἀλλὰ καὶ τοὺς συνδιάγειν καὶ προσεγγίζειν αὐτοῖς θέλοντας ἀποστρο-φὴν ἐμποιοῦσι. Πυνθανομένῳ, τὸ τῆς γλώσσης ἀταλάντευτον μὴ ἐξιέτω πρόβλημα· ὅτιδεῖ πρὸς τὴν ἐρώτησιν ἁρμοδίως ἀποκρίνεσθαι καὶ μὴ ἀβασανίστως ποιεῖσθαιτὴν ἀπόκρισιν. Ὁ γλώσσῃ τὴν οἰκείαν διαλευκάνας σκοτόμαιναν, θεῖον διώπτευσεν ἀμά-ρυγμα· σκοτόμαιναν τὴν ἁμαρτίαν φησί. Ὁ ταύτην οὖν γλώσσῃ ἐξειπών τε καὶἐκφαυλίσας, ὡς καθαρεύσας καὶ φωτισθείς, λαμπηδόνος θείας κατηξίωται. Ἕτερος διασαλπίσας ἀλλοτρίου κρυφιότητα παραπτώματος, ὡς Θεῖονἀποσυλῶν, ἔνοχος καθίσταται προνομιῶν. Ἐξαγγελίαν τινὸς πρὸς ἕτερον ἀπο-καλύπτων, ὑπεύθυνός ἐστι κακῶν, ὡς ἅρπαγμα ποιούμενος τὴν ἐν τῷ μέλλοντιχρόνῳ τοῦ Θεοῦ ψῆφον· τότε γὰρ τῶν ἡμαρτημένων ἑκάστῳ παρὰ Θεῷ ἡ δη-μοσίευσις διορίζεται. Ὧ| πτῶμα κρύφιον διήγγελται, οὐκ ἀσφαλὴς θείων ἴασις μυστηρίων. Ὃςἁμάρτημα ἐξαγορευθὲν αὐτῷ μὴ τετήρηκεν ἐν ἑαυτῷ καὶ συνέκρυψεν, ἀλλὰπρὸς ἕτερον ἐθριάμβευσε, τῶν θείων οὗτος μυστηρίων ἀνάξιος. Ἡ τοῦ ἐσφαλμένου ὑπόκρυψις πλέον καθήδυνε τὸν προβολέα ἢ ὅτε διε-σπουδάζετο. Εἴ τις τῶν ἀνθρώπων εἰργάσατό τι τῶν οὐ θεμιτῶν, καὶ τοῦτο