De oratione
- Edition reference
- De oratione, ed. Phrantzolas, op. cit., vol. 5, 418–426.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg111.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
422
νοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγ-
χνίαν οὐχὶ τοὺς ταπεινοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα
αὐτῶν λέγοντας προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς
οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ αὑτοῦ
φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ· ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν,
καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμ-
βάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς
συζύγου ταπεινοφροσύνης· κἀκεῖνο πάλιν ἐλαττούμενον οὐ παρὰ τὴν ἀσθένειαν
τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ
ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος, τῆς ἁμαρτίας νικᾷ τὴν βαρύ-
τητα καὶ φθάνει πρὸς τὸν Θεὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια διὰ τὸ πολὺ βά-
ρος αὐτῆς καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι,
καὶ καθελκῦσαι κάτω ῥᾳδίως αὐτήν.
Καὶ ὅτι τοῦτο ἐκείνου τοῦ ζεύγους ταχύτερον, ἀναμνήσθητι τοῦ Φαρισαίου
423
καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ Φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων·
εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται,
οὐδὲ ὡς οὗτος ὁ τελώνης. Ὢ τῆς μανίας!Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν
πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, ἀλλὰ καὶ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς
ἐπεπήδησε τῆς ἀνοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν
ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ' εὐγνωμοσύνης, καὶ γέ-
γονε τὸ τοῦ ἐχθροῦ βέλος φάρμακον αὐτῷ καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον,
καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι
κέρδος, μὴ δάκνεσθαι ταῖς παρ' ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς
τῶν πλησίων ὕβρεις· ἔστι γάρ τι καὶ ἀπ' αὐτῶν καρπώσασθαι μέγα καὶ γεν-
ναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε· δεξάμενος γὰρ τὰ ὀνείδη,
ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δε-
δικαιωμένος ὑπὲρ ἐκεῖνον, καὶ λόγοι περιεγένοντο ἔργων, καὶ ῥήματα πράξεις
ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείας καὶ δεκάτας, οὗτος
424
δὲ ῥήματα εἶπε ψιλά, καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων
ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν μεθ' ἧς ταῦτα προεβάλλετο εἶδε,
καὶ ταπεινόφρονα εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο.
Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα εὐγνωμονῶμεν· ὁ γὰρ τελώνης,
ἄνθρωπος τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμο-
νήσας μόνον, καὶ τὰ ἁμαρτήματα εἰπών, καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην
εὔνοιαν ἀπεσπάσατο παρὰ τοῦ Θεοῦ, ὅσην οἱ μεγάλα μὲν κατορθώσαντες ἀγαθά,
μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν.
Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι συνεχῶς
τῷ Θεῷ· οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι
τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα. Τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν
τοῦ Θεοῦ· αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησον.
Δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι. Κἂν γὰρ σιγήσῃς, οἶδεν ἐκεῖνος
ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς. Εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος ἀπέλθῃς ἐκεῖ
425
καθαρὸς τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλ-
λαγῇς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς
τὸν Δεσπότην ὁμολογίας· ἀλλ' ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα
λέγουσιν· οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς
δούλοις σου. Τί οὖν ἀνοίγετε τὸ στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φασίν· ὅτι
οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα, καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα.
Εὐχῆς δύναμις δύναμιν ἔσβεσε πυρός, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους
ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἠνέῳξε,
δεσμὰ θανάτου διέλυσε, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις
σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγάς, καὶ τὰς παρ' ἀνθρώπων
ἐπιβουλάς, καὶ πάντα ἁπλῶς ἀνεῖλε τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν
ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ βάθους τῆς διανοίας ἀνιοῦσαν.
Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας,
κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται, οὐ διασπᾶται, τῶν ῥιζῶν
426
μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ
κάτωθεν τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετ' ἀσφαλείας,
καὶ πρὸς ὕψος ἀνατείνονται, καὶ οὐδεμιᾷ προσβολῇ λογισμοῦ παρατρέπονται.
Διὰ τοῦτο καὶ ὁ Προφήτης φησίν· ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.
Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας. Ἀμήν.
{Πρὸς ψυχὴν ῥᾳθυμοῦσαν} Ψυχή, μὴ κατάπιπτε, μηδὲ θλίβου· μὴ προσλογίζου σεαυτὴν ἐν πλήθειἁμαρτίας· μὴ ἐπισπῶ τὸ πῦρ πρὸς σεαυτήν· μὴ λέγε ὅτι ἀπέρριψέ με ὁ Κύριοςἀπὸ προσώπου αὐτοῦ, οὐ γὰρ μὴ ἀρέσει τῷ Θεῷ ὁ λόγος οὗτος, καθότι αὐτὸςβοᾷ πρὸς σὲ λέγων· λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησα;Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἀκούεις, ψυχή, τὴν τοῦ Κυρίου ἀγαθότητα; Μὴ γὰρ ὑπὸ χεῖρα ἄρχοντοςἢ στρατηγοῦ ἐπράθης ὡς κατάδικος; Μὴ θλίβου, ὅτι ἐσπάνισάς σου τὸν πλοῦτον·μὴ αἰσχύνῃ ἐπιστρέψαι, ἀλλὰ μᾶλλον εἰπέ, ὅτι ἀναστὰς πορεύσομαι πρὸς τὸνπατέρα μου. Ἀνάστα, ἐλθέ. Ὑποδέχεταί σε· οὐκ ὀνειδίζει σε· μᾶλλον καὶ χαίρεται ἐπὶτῇ ἐπιστροφῇ σου. Ἐκδέχεταί σε· σὺ μόνον μὴ αἰσχυνθῇς καθὼς ὁ Ἀδάμ, μηδὲκρυβῇς ἀπὸ προσώπου Θεοῦ. Διὰ σὲ ὁ Χριστὸς ἐσταυρώθη, καὶ ἀπορρίψαι σεἔχει; Μὴ γένοιτο! Οἶδε γὰρ τὸν θλίβοντα ἡμᾶς, καὶ οὐδεὶς βοηθῶν, εἰ μὴαὐτὸς μόνος. Ὁ Χριστὸς οἶδεν ὅτι ἄνθρωπος ταλαίπωρός ἐστι. Μὴ οὖν ὀλιγω-ρήσωμεν, ὡς τὸ πῦρ προσκείμενοι. Οὐ χρείαν ἔχει ὁ Χριστὸς βαλεῖν εἰς τὸ πῦρ·οὐ ποιεῖ αὐτῷ κέρδος ἀποστείλας ἡμᾶς εἰς τὴν κόλασιν. Θέλεις δὲ μαθεῖν τὰ τῆς κολάσεως πράγματα; Τοῦ γὰρ ἁμαρτωλοῦ διω-κομένου ἀπὸ προσώπου Θεοῦ, τὴν κραυγὴν τοῦ κλαυθμοῦ αὐτοῦ οὐ μὴ ὑπο-στῶσι τὰ θεμέλια τῆς οἰκουμένης· γέγραπται γάρ· ἡ ἡμέρα ἐκείνη, ἡμέρα σκότουςκαὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. Καὶγάρ, ἐὰν ἄνθρωπος κατάδικος λάβῃ ἐξορίαν ὑπὸ ἄρχοντος, ἔτη δύο ἢ πέντε ἢδέκα, ποῖον πένθος καὶ αἰσχύνην καὶ κλαυθμὸν δοκεῖς ἔχειν τὸν ἄνθρωπονἐκεῖνον; Ἀλλὰ ἐκεῖνος μὲν ἔχει παράκλησιν, τὸ τέλος τοῦ χρόνου ἐκδεχόμενος. Θέλομεν οὖν καὶ τῶν ἁμαρτωλῶν τὸν χρόνον μαθεῖν· πῶς μέλλουσι τὴνἐξορίαν προσκεῖσθαι, εἴκοσιν ἔτη ἢ νʹ ἢ ρʹ ἢ ςʹ; Πῶς δὲ ἔχομεν ἀριθμῆσαι τὸνχρόνον, ἐνιαυτῶν τε μηκέτι προσκειμένων εἰς ἀριθμὸν ἡμερῶν; Οὐαί, οὐαί! Ἀ-προσδόκητος ὁ χρόνος οὗτος· καὶ γὰρ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺςἀπειλῆς. Ἀκούεις τὴν τῶν ἁμαρτωλῶν στενοχωρίαν; Μὴ οὖν σεαυτὸν καταισχύνῃςπρὸς τὴν ἀνάγκην ἐκείνην· οὐ γὰρ μὴ ὑποστῇς πρὸς τὴν ἀπειλήν. Πλῆθος ἔχειςἁμαρτιῶν; Μὴ οὖν κατευλαβηθῇς τοῦ βοᾶν πρὸς Θεόν. Πρόσελθε, μὴ αἰσχυνθῇς.