Ad animam neglegentem
- Edition reference
- Ad animam neglegentem, ed. Phrantzolas, op. cit., vol. 5, 427–431.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg112.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Τὸ στάδιον ἐγγύς. Ἀναστὰς ἀποτίναξον τὴν ὕλην τοῦ κόσμου. Μίμησαι τὸνἄσωτον υἱόν, ὅτι σπανίσας πάντα ἦλθεν ἀναιδῶς πρὸς τὸν πατέρα· ὁ δὲ πατὴρτὴν τούτου αἰχμαλωσίαν μᾶλλον ἐζήτησεν ἢ τὸν ἐξ ἀρχῆς ἐσπανισμένον πλοῦτον.Οὕτως ὁ ἀναιδῶς προσελθών, εὐγενῶς εἰσῆλθε· γυμνὸς παραγενόμενος, ἐστο-λισμένος ἀπεδείχθη· μίσθιον ἑαυτὸν ἀποδείξας, εἰς τὴν δεσποτικὴν τάξιν ἀπεκα-τεστάθη. Πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούεις τὴν τοῦ υἱοῦ ἀναίδειαν πόσα κατώρθωσε;Κατανοεῖς δὲ καὶ τὴν τοῦ πατρὸς ἀγαθότητα; Καὶ σὺ οὖν, ψυχή, μὴ ἐντραπῇς. Κροῦσον! Ἀνάγκην προσδοκᾷς; Ἐπί-μεινον τῇ θύρᾳ, καὶ λαμβάνεις ὅσων ἂν χρῄζεις, κατὰ τὴν θείαν Γραφὴν τὴνλέγουσαν· διά γε τὴν ἀναίδειαν αὐτοῦ, ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει. Οὐκἀπορρίπτει σε, οὐκ ὀνειδίζει σε διὰ τὸν ἐξ ἀρχῆς πλοῦτον ἐσπανισμένον, ἄνθρωπε.Οὐκ ἐκλείπει γὰρ παρ' αὐτῷ χρήματα· πᾶσιν ἐπιχορηγεῖ προθύμως κατὰ τὴνἀποστολικὴν φωνήν, αἰτεῖσθε παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴὀνειδίζοντος. Εἰς λιμένα καθέζῃ; Ἀποβλέπου τὰ κύματα, ἵνα μὴ ἐξαίφνης τῆςζάλης ἐπελθούσης ἁρπαγῇς εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ τότε μετὰ στεναγμοῦἄρξῃ λέγειν· ἦλθον εἰς 〈τὰ〉 βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Καὶ γὰρ ἀληθῶς ἄβυσσος θα-λάσσης ὁ ᾅδης, κατὰ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν, ὅτι χάος μέγα ἐστὶνἀναμέσον δικαίων καὶ ἁμαρτωλῶν. Μὴ οὖν σεαυτὸν κατακρίνῃς εἰς τὸ χάος ἐκεῖνο. Μίμησαι τὸν ἄσωτον υἱόν·κατάλειψον τὴν πόλιν τὴν λιμοκτόνον· ἀπόστα ἐκ τῆς τῶν χοίρων ταλαιπω-ρίας· παῦσαι ἀπὸ τῆς βρώσεως τῶν κερατίων, ἀλλ' οὐδὲ λάμβανε. Ἐλθὲ οὖν σὺ παρακαλούμενος, φάγε ἀδιαλείπτως τὸ μάννα, τὴν τῶν Ἀγ-γέλων βρῶσιν. Ἐλθέ, ἵνα θεωρήσῃς τὴν δόξαν τοῦ Θεοῦ, καὶ φωτισθῇ σου τὸπρόσωπον. Ἐλθέ, κατασκήνωσον ἐν παραδείσῳ τρυφῆς. Κατάλειψον ὀλίγαἔτη, κτῆσαι χρόνον αἰώνιον. Μή σε θορυβήσῃ τὸ διάστημα τοῦ χρόνου τοῦ βίουτούτου. Ὀξὺ καὶ σύντομόν ἐστιν. Ἀπὸ τοῦ Ἀδὰμ ἕως νῦν τοσοῦτος χρόνος, ὡςσκιὰ παρῆλθε. Γενοῦ ἕτοιμος τὰ πρὸς τὴν ὁδόν. Μὴ σεαυτὸν καταφορτώσῃς. Ὁχειμὼν ἐγγύς· κατάλαβε τὴν σκέπην, ἣν καὶ ἡμεῖς διώκομεν χάριτι Χριστοῦ.Ἀμήν.{Περὶ πανοπλίας, πρὸς τοὺς μοναχούς} Τοιαύτην πανοπλίαν ὀφείλει κεκτῆσθαι ὁ βουλόμενος ἀγωνίζεσθαι ὑπὲρΧριστοῦ, ὅπως δυνηθῇ ἀντιστῆναι τῷ Διαβόλῳ καὶ εὐδοκιμῆσαι ἐνώπιον τοῦΣωτῆρος ἡμῶν. Ποία δέ ἐστιν ἡ πανοπλία, μοναχέ; Ἄκουε! Ἀνάλαβε ἀντὶ θώ-ρακος πίστιν, ὡς κόκκον σινάπεως, εἰς τὴν ὁμοούσιον καὶ ἀδιαίρετον Τριάδα· ὁγὰρ κόκκος τοῦ σινάπεώς ἐστιν ὅλως στρογγύλος, μὴ ἔχων σχισμὴν ἢ γωνίαν,ἀλλ' ὅλως στρογγύλος καὶ ὥσπερ ζέων. Ταύτην κτησάμενος ὁ κορυφαῖος τῶνἀποστόλων Πέτρος, ὁμολογήσας τοῦ Θεοῦ τοῦ ζῶντος εἶναι Υἱὸν τὸν Χριστόν,τὰς κλεῖδας τοῦ οὐρανοῦ ἔλαβε, καὶ ἔλαβεν ἐξουσίαν οὐρανίων καὶ ἐπιγείων. Ταύτην οὖν τὴν τελείαν πανοπλίαν κτῆσαι, ἀδελφέ μου, ἵνα καὶ σὺ λάβῃςχάρισμα παρὰ Θεοῦ· ὁ γὰρ ἔχων ταύτην τὴν ἀγάπην καὶ τὴν τελείαν πίστιν, πάν-τως χαρίσματός τινος ἀξιοῦται, ὡς καὶ Κύριος ἐδίδαξε, λέγων· ὅτι, ἐὰν ἔχητε πί-στιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θά-λασσαν, καὶ γενήσεται ὑμῖν. Βλέπεις ὅτι χαρίσματος ἀξιοῦται; Δίδοται αὐτῷ πνεῦμα συνέσεως χάρισμα·ὅτε γάρ τις πιστεύσει, τότε συνιεῖ. 〈Δίδοται αὐτῷ〉 καὶ τοῦ μὴ κατακρίνειν τὸνπλησίον. Εἶτα λόγος σοφίας, εἶτα χαρίσματα ἰαμάτων· ἰᾶται γὰρ τοὺς ἀσθε-νοῦντας τῇ πίστει, καὶ διεγείρει τοὺς καταπίπτοντας τῇ καρδίᾳ· πάντα γὰρ ταῦταἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ' εἰσὶ μέν τινες ἔχοντες πίστιν, καὶ οὐχὶἔργα. Αὕτη οὖν οὐκ ἔστι πίστις, νεκρὰ γάρ ἐστιν· ἡ γὰρ πίστις, φησί, χωρὶς τῶνἔργων νεκρά ἐστιν. Ὁ ἔχων πίστιν, καὶ ἐργαζόμενος τὰ ἔργα αὐτῆς, αὐτὸς ἔχειτὴν πίστιν τὴν ὡς κόκκον σινάπεως ζέουσαν. Ταύτην οὖν κτῆσαι, ἀδελφέ μου, καὶ γίνου σῷος καὶ ὁλόκληρος τῇ πίστει,καὶ ζέων τῇ προαιρέσει εἰς τὰς ἐντολὰς τοῦ Σωτῆρος ἡμῶν· ἵνα καὶ σὺ ἀκούσῃςπαρ' αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.Ἀγαθὸν ὠνόμασεν ὁ Κύριος διὰ τὰ ἔργα· πιστὸν διὰ τὴν πίστιν. Ἀντὶ δὲ περικεφαλαίας ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶ-δεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου [οὐκ] ἀνέβη· εἰς ἃ ἐπιθυμοῦσινἌγγελοι παρακύψαι. Αὕτη γὰρ ἡ ἐλπὶς ἰσχυρὰν παράκλησιν σοὶ παράσχῃ ἐν ταῖςκακουχίαις καὶ θλίψεσι, καὶ εὐφρανεῖ σε ἡ μνήμη αὐτῆς. Ταύτῃ γὰρ προσεῖχον οἱμακάριοι μάρτυρες τοῦ Χριστοῦ, ἐν τοῖς ἑρμηταρίοις, καὶ ταῖς δειναῖς καὶ ποικίλαιςτιμωρίαις, καὶ τῇ δριμύτητι τοῦ πυρός. Ταύτην εἶχον πρὸ ὀφθαλμῶν, τὴν ποθου-μένην ἐλπίδα· διὸ καὶ πάντα προθύμως καὶ εὐχαρίστως ὑπέμειναν, ἵνα αὐτῆς κατα-τύχωσι· καὶ Μωυσῆς γὰρ ταύτην μισθαποδοσίαν τεθεικὼς πρὸ ὀφθαλμῶν αὐτοῦ,ἠρνήσατο λέγεσθαι υἱὸς βασιλίσσης· τῶν Αἰγύπτου θησαυρῶν κρείττω προτιμήσαςαὐτὴν εἶναι· διὸ καὶ εἵλετο μᾶλλον συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαι-ρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ταύτην 〈τὴν〉 ἐλπίδα τίθου πάντοτε ἀδιαλείπτωςπρὸ ὀφθαλμῶν σου, ἀδελφέ, ἵνα ὁ πόθος αὐτῆς μὴ ἐάσει σε λογίζεσθαί τι τῶν οὐμενόντων· οὐ μόνον δέ, ἀλλὰ διεγείρει σου τὴν προθυμίαν πρὸς πᾶν ἔργον ἀγαθόν. Ἀντὶ δὲ ζώνης ζῶσαι τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πλη-σίον· αὕτη γὰρ ποιεῖ σε τρέχειν καὶ μὴ ἐμποδίζεσθαι· ὁ γὰρ ἀναζωννύμενος πάνταὑπερπηδᾷ εὐχερῶς καὶ ἀκωλύτως· πόσῳ γε μᾶλλον ὁ ζωσάμενος τὴν ἀγάπην,πάντα εὐχερῶς διαβαίνει; Ἡ γὰρ ἀγάπη, φησί, πάντα στέγει, πάντα ὑπομένει·διὸ πλήρωμα νόμου ἡ ἀγάπη. Ταύτην γὰρ ἐκτήσατο ὁ μακάριος Παῦλος, εἰπών·τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βλέπεις συμπάθειαν ἀγάπης; Ὦ μακάριε Παῦλε, διατί οὕτω γαλλάζεις δι'ἐμέ; Μὴ σὺ μέλλεις ὑπὲρ ἐμοῦ κολάζεσθαι; Σὺ ἅπαξ τὸν δρόμον τετέλεκας, τὴνπίστιν τετήρηκας, καὶ ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος. Καὶ τί πλέον ζη-τεῖς; Διατί θλίβεις σεαυτόν, καὶ ἀσθενεῖς δι' ἐμέ; Ναί, ἡ ἀγάπη με ἀναγκάζει.Βλέπεις ἀγάπην; Καὶ πληρώσας τὸν νόμον δι' αὐτῆς, σῶμα φθαρτὸν περιβεβλη-μένος, ἕως τρίτου οὐρανοῦ ἀνελθεῖν ἠξιώθη, καὶ ἀκοῦσαι ῥήματα, ἃ οὐκ ἐξὸν ἄν-θρωπον λαλῆσαι. Ἀντὶ δὲ ὑποδήματος τὴν ταπεινοφροσύνην· ὥσπερ γὰρ τὸ ὑπόδημα κατα-πατεῖται, οὕτω καὶ ὁ κεκτημένος τὴν ταπεινοφροσύνην σπουδάζει τοῦ καταπα-τεῖσθαι ὑπὸ πάντων. Καὶ σύ, ἀδελφέ, κτῆσαι τὴν ταπείνωσιν· αὕτη γὰρ ὑπόδημάἐστιν, οὐ σαρκικόν, ἀλλὰ πνευματικόν· καὶ διαφυλάξει σε μήποτε προσκόψειςπρὸς λίθον τὸν πόδα σου· λίθος γὰρ ὁ Χριστός. Ἡ ταπείνωσίς σου διαφυλάξει σε,ὅπως μὴ προσκρούσῃς τῷ Χριστῷ. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ ταύτην κτησάμε-νος εἶπεν· ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπος. Βλέπεις βασιλέως καὶ προφήτου ταπείνωσιν; Ἔβλεπεν ἐνώπιον αὐτοῦ τὸνΚύριον διαπαντός, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἦν, φυλάσσων αὐτόν, ἵνα μὴ σαλευθῇ,τουτέστιν, ἵνα μὴ πέσῃ εἰς ἁμαρτίαν. Βλέπεις, ἀγαπητέ, πῶς ἀγαπᾷ ὁ Θεὸς τὴνταπείνωσιν; Καὶ σφόδρα ἐγγίζει τῷ κεκτημένῳ αὐτήν; Καὶ πάντοτε ἐφορᾷ εἰς