Adhortatio de silentio et quiete
- Edition reference
- Adhortatio de silentio et quiete, ed. Phrantzolas, op. cit., vol. 6, 42–46.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg114.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ εὕρωμεν ἔλεοςκαὶ χάριν ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ ἐνώπιον τοῦ δικαίου Κριτοῦ τοῦ ἀποδιδόντοςἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὦ| ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.{Περὶ ἐγκρατείας, καὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς,τὸν καιρὸν προφασιζομένους· καὶ εἰς τὸν Νῶε} Ἀλλ' ἐπειδὴ ἁλίσκονταί τινες ὑπὸ τοῦ κακοτέχνου Δράκοντος πλανώμενοι,μὴ συνιέντες τὰς Γραφάς, μηδὲ πρὸς φωτισμὸν τῆς γνώσεως αὐτῶν πορευόμενοι·φησὶ γὰρ ὁ Κύριος· πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.Ἴδωμεν τοίνυν ἐν ποίῳ καιρῷ εὐηρέστησε Νῶε τῷ Θεῷ, καθὼς γέγραπται· ἰδὼνδὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶςτις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας· καὶμεθ' ἕτερα λέγει· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ· καὶ πάλιν λέγει·τῷ Θεῷ εὐηρέστησε Νῶε. Καὶ ἐν ποίῳ καιρῷ εὐηρέστησε σημαίνει· ἐφθάρη, φησίν,ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴνγῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.Ὁ οὖν δίκαιος θεωρῶν ἐκεῖνα τὰ δεινά, τοὺς μὲν ἁμαρτωλοὺς ἐπένθει, ἑαυτὸν δὲἰσχυρῶς ἠσφαλίζετο πρὸς θέλημα τοῦ Δημιουργοῦ. Ὅθεν καὶ ἐγκωμιάζεται ἀπὸτῆς θείας Γραφῆς λεγούσης· Νῶε δὲ ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐ-τοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ὅθεν τοῦ κατακλυσμοῦ ἐπελθόντος, ὁ δίκαιος διε-σώθη, οἱ δὲ ἀσεβεῖς κατεκλύσθησαν.{Εἰς τὸν Λώτ· καὶ περὶ ἀσφαλείας} Ἐπειδὴ οἱ φιλήδονοι γεγυμνασμένην ἔχοντες τὴν ἑαυτῶν καρδίαν πάσηςπλεονεξίας, καὶ ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίας καὶ ἀκαταπαύστους ἁμαρ-τίας, τῆς φθορᾶς ὑπάρχοντες δοῦλοι, προφέρουσι τὰ τοιαῦτα καὶ φασί· μὴ γὰρ ἡ-μεῖς μόνοι κεχρήμεθα τῷ πάθει; Εἰς πολλοὺς ἔδραμε τὸ πρᾶγμα· οὐ μόνον ἀδό-ξους, ἀλλὰ καὶ ἐνδόξους. Καὶ δοκοῦσιν ἀπολογίαν ἐφευρίσκειν ἐκ ταύτης τῆς ὑπο-θέσεως. Ἡμεῖς δὲ φοβηθῶμεν τὸν κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον· δεῖ γὰρ ἡμᾶςἀπαλλαγέντας ἐντεῦθεν κριθῆναι περὶ πάντων τῶν ἐν τῷ βίῳ. Ἰδοὺ δὴ καὶ αἱἡμέραι ἡμῶν τρέχουσιν ὡς σκιὰ δειλινή. Ἔχοντες οὖν σκοπὸν τὸν τῶν Ἁγίων βίον, πρὸς αὐτὸν ῥυθμίσωμεν τὸ ἑαυ-τῶν σκάφος, ὅπως καταντήσαντες εἰς εὔδιον λιμένα ἀϊδίως ἀπολαύσωμεν τῆς ἀκη-ράτου ζωῆς. Οἱ γὰρ λόγοι οὗτοι ἀνθρώπων εἰσὶ κατεφθαρμένων τὸν νοῦν, ἀδοκί-μων περὶ τὴν πίστιν, ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς λεγούσης· μὴ κρύψω ἐγὼ ἀπὸ Ἀ-βραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυν-ται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ἀπῆλθε δὲ Κύριος, ὡς ἐπαύσατολαλῶν τῷ Ἀβραάμ. Ἦλθον δὲ οἱ δύο Ἄγγελοι εἰς Σόδομα ἑσπέρας· ὑποδέχεταιαὐτοὺς ὁ Λώτ. Καὶ οἱ ἄνθρωποι τῆς πόλεως, οἱ Σοδομῖται, περιεκύκλωσαν ἀπὸνεανίσκου καὶ ἕως πρεσβυτέρου αὐτῶν πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λώτ,καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρός σε τὴν νύκτα;Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Ὁ δὲ δίκαιος οὐ κατεπλάγηθεασάμενος αὐτῶν τὸ πλῆθος, οὐδὲ προέδωκεν εἰς χεῖρας τῶν ἀσεβῶν τοὺς δῆθενξένους καὶ ὁδοιπόρους, ὑλακτούντων κατ' αὐτοῦ ἴσα κυνῶν· εἵλετο γὰρ θανεῖν ὑπ'αὐτῶν πρὸς ταῖς ἰδίαις θύραις, ἢ κοινωνὸς γενέσθαι τῆς παρανομίας αὐτῶν. Ὅθενἐνδυσάμενος θώρακα πίστεως ἵστατο ὑπέρμαχος τῆς εὐσεβείας. Οἱ δὲ ἐκτραχηλι-ζόμενοι ὑπὸ τῆς κακῆς συνηθείας ἀνενδότως παρεβιάζοντο τὸν Λώτ, καὶ ἤγγισαντοῦ συντρίψαι τὴν θύραν. Τότε ἐκτείναντες οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸνΛώτ, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. Τοὺς 〈δὲ〉 ὄντας ἐπὶ τὴν θύραν ἐπάτα-ξαν ἀορασίᾳ, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν· καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. Τίς οὖν ἐστιν ὁ λέγων μηδὲν εἶναι τὴν ἁμαρτίαν τοῦ μυσαροῦ ἔργου τούτου;Εἰ δὲ φαμὲν μηδὲν εἶναι τοῦτο, ἀδικίαν καταγγέλλομεν τοῦ Θεοῦ, ὡς περὶ οὐδενὸςτὰς πόλεις Σοδόμων καταστρέψαντος. Πειθόμενοι οὖν τῇ ἀληθείᾳ, φυλάξωμενἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, μάλιστα ἀπὸ ταύτης τῆς ἀκαθάρτου καὶ βδελυρᾶςἐπιθυμίας. Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· ἔστι σοι ὧδε γαμβροί, ἢ υἱοί, ἢ θυγατέ-ρες· ἢ ἔστι σοι ἄλλος ἐν τῇ πόλει; Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου, ὅτι ἀπόλλυμενἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλενἡμᾶς Κύριος ἐκτρίψαι αὐτόν. Ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺςαὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦτόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶνγαμβρῶν αὐτοῦ. Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐσπούδαζον οἱ Ἄγγελοι τὸν Λώτ, λέ-γοντες· ἀνάστα, λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐκράτησαν οἱ Ἄγ-γελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶνδύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον τὸν Θεὸν αὐτοῦ. Καὶ ἐγένετο ἡνίκαἐξήγαγον αὐτὸν ἔξω, καὶ εἶπον· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃεἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ 〈τῇ〉 περιχώρῳ. Εἰς τὸ ὄρος σῴζου, μήποτε πα-ραληφθῇς. Ὁ δὲ τὴν Σηγὼρ τὴν πόλιν αἰτησάμενος τοῦ καταφυγεῖν αὐτόθι, οὐκἀπηξίωσεν αὐτὸν τοῦ αἰτήματος, ἀλλ' εἶπεν· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσονοὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Εἶδες ἐπιείκειαν Θεοῦ πρὸς τοὺς ἑαυτοῦ θεράποντας; Εἶδες εὐσπλαγχνίαν;Εἶδες δύναμιν προσευχῆς δικαίου ἐνεργουμένης; Οὐ γὰρ δυνήσομαι, φησί, ποιῆσαιπρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἡ ἀπόφασις ἐξενήνεκτο κατὰ τῶν ἀκολάστων.Τὸ πῦρ ἡτοίμαστο τοῦ στάξαι ἐπὶ τὰς πόλεις αὐτῶν. Οἱ Ἄγγελοι τὸ νεῦμα ἐξε-δέχοντο ὑπηρετεῖν τῇ διατάξει τοῦ ἰδίου Δεσπότου· δημιουργὸς ταῖς ἐπουρανίαιςδυνάμεσι παρεκελεύετο συνέχειν τὴν ἐπικειμένην ἀπώλειαν, ἄχρις οὗ ὁ δίκαιοςσωθείη ἐκ μέσου αὐτῶν. Ἆρα οὐκ ἔφριξε καὶ ὁ χορὸς τῶν Ἀγγέλων ἐπὶ τῇ τοσαύτῃ μακροθυμίᾳ τοῦφιλανθρώπου; Τίς οὐ φρίξει τοῦτον τὸν δίκαιον Κριτήν; Τίς μὴ ἀγαπήσει τὸν γλυ-κὺν Δεσπότην; Ὡς γὰρ οἰκτείρει πατὴρ υἱούς, οἰκτερεῖ Κύριος τοὺς φοβουμένουςαὐτόν. Οἱ δὲ μυκτηρίσαντες τὸν δίκαιον, ἄφνω ἐξανάλωτοι γεγόνασιν· οὐ γὰρὑπήκουσαν τῇ παραινέσει τοῦ δικαίου. Ἐθεώρουν γὰρ τὸν ἥλιον τῷ ἰδίῳ δρόμῳκατὰ τὸ εἰωθὸς εὐτάκτως κεχρημένον, τὴν σελήνην ἐν τῇ ἰδίᾳ τάξει ἱσταμένην,καθαρὸν τὸν ἀέρα, καὶ τὴν γῆν χλοηφοροῦσαν· οὐ καταστραπαί, οὐ βρονταί, οὐσεισμὸς γενόμενος· ἀλλ' ἐν πάσῃ εἰρήνῃ καὶ ἀσφαλείᾳ δόξαντες εὐδαιμονεῖν, αἰφνί-διον κατεπέστη αὐτοῖς ὄλεθρος. Καθὼς γέγραπται· ὡς ἐγένετο ἐν ταῖς ἡμέραιςτοῦ Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ' οὐρανοῦ, καὶ ἀπώλεσε πάν-τας. Τοῦ γὰρ δικαίου ἐκ μέσου αὐτῶν ὑποχωρήσαντος, ἡ παντοδύναμος χεὶρ ἔβρε-