In Loth, et de securitate
- Edition reference
- In Loth, et de securitate, ed. Phrantzolas, op. cit., vol. 6, 49–54.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg116.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ξεν ἐπ' αὐτοὺς ἀπ' οὐρανοῦ πῦρ καὶ θεῖον, καὶ ἀπώλεσεν ἅπαντας. Καθάπερ γὰρπόλις ὀχυρὰ τὰ τείχη καθαιρεθεῖσα εἰς ἅλωσιν ἔσται, οὕτω καὶ οὗτοι τῆς τοῦ δι-καίου προσευχῆς στερηθέντες ἀπώλοντο ὁμοθυμαδόν. Φοβηθῶμεν οὖν, ἀγαπητοί, τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων καὶ πάσηςσαρκός, ἵνα καὶ ἡμᾶς σκεπάσῃ ἐν ἡμέρᾳ ὀργῆς κατὰ τὴν αὑτοῦ ἐπιείκειαν· γέ-γραπται γάρ· τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰςοὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ὑποτάξωμεν οὖν ἰσχυρῶς τὰς αἰσθήσειςἑαυτῶν τῷ τοῦ Θεοῦ βουλήματι διὰ τοὺς ἐπιβούλους τῆς ἡμετέρας ζωῆς· ὅτιμετὰ τῆς πτώσεως ἡμῶν περιπατῶμεν, καὶ ἀναμέσον παγίδων πολλῶν διαβαί-νομεν. Ἐὰν δὲ ἐμπιστεύσωμεν τῷ Κυρίῳ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.{Λόγος εἰς τὸν ἅγιον Ἠλίαν, τὸν προφήτην} Ἡσυχίαν δότε μοι, κλίνατε τὰς ἀκοὰς ἐκφράσαι διήγησιν τοῦ ἁγίου καὶ ἐν-δόξου Ἠλιού, ὅσπερ τῆς θερμότητος ζῆλον ἐπεδείξατο, ἀεὶ πάντας σπεύδων Θεῷμόνῳ προσκυνεῖν. Ὡς εἶδε λαὸν πολλὰ ἀθέμιτα πράττοντα, ἐκνεύσαντας ἐκ Θεοῦεἴδωλα προσκυνοῦντας, θυμοῦ πλησθεὶς καὶ ζήλου, ὄμμα τείνας, οὐρανὸν γλώσσῃτοξεύσας, λόγῳ τὸν οὐρανὸν ἔφθασεν. Ἰδών τε οὕτω λαὸν πλανώμενον ὑπὸ δαί-μονος, παρῄνει πειρώμενος ἐκ τῆς πλάνης ἀποσπᾶν. Ἰδὼν Ἠλίας ταπεινωθέντα λαὸν πλήθει εἰδώλων, καὶ πάντας τοὺς προφή-τας ἐξ ἀνόμων κτανθέντας, ζήλου πλησθεὶς καὶ πολλοῦ θυμοῦ, ἐπὶ λαὸν ἄνομονλόγον ὅρκου ἐκπέμψας τὸν οὐρανὸν ἔδησε, τὰ νέφη ἐσφράγισε τοῦ μὴ βρέχειν, τὸνεὔσπλαγχνον Θεὸν ἔπεισε λόγον δούλου τελέσαι. Βουλόμενος ἐνδεῖξαι τοῖς πταί-σασι τὴν ἰσχὺν τοῦ ἀγαθοῦ Δεσπότου, κατ' αὐτοῦ αὐτοῖς ὀμνύει λέγων· ζῇ γάρ,φησί, Κύριος, οὗ ἐνώπιόν εἰμι, οὐ μὴ ἔλθῃ ὑετὸς ἢ δρόσος ἐπὶ τὴν γῆν, εἰ μὴ διὰστόματος λόγων ἐμῶν χειλέων. Θαῦμα γὰρ παράδοξον ἐγένετο παρ' αὐτῷ! Ὁ γὰρ εὔσπλαγχνος Θεὸς λόγονεὐθὺς ἀκούσας δούλου ζῆλον ἔχοντος, κατ' αὐτοῦ ὀμόσαντος, εὐθὺς ἀνεπλήρωσε τὴνἐκείνου κατ' αὐτῶν ἐν τῷ θεϊκῷ ζήλῳ γενομένην πρόρρησιν. Κλεισθέντος δὲ οὐρα-νοῦ καὶ σφραγισθέντων νεφῶν, ἅπαντα ἐξηράνθη ἀπὸ προσώπου τῆς γῆς. Ἄμπελοςἐξηράνθη, σῖτος οὐκ ἐβλάστησε, πᾶν δένδρον καρποφόρον ἀπέκρυψε τοὺς καρπούς.Ἡ γῆ καρπὸν οὐκ ἔδωκε, χλόη οὐκ ὤφθη ἐν τῇ γῇ, καὶ ἁπλῶς ὁμοῦ πᾶν χλοερὸνἀπὸ τῆς γῆς ἐκρύβη, καὶ τὰ ἐν αὐτῇ δένδρα ἠφανίσθη ἐξ αὐτῆς, ἐκλείψασιν ὕδασινἀποφάσει Ἠλιού. Οὐρανοῦ οὖν δεθέντος τοῦ μὴ βρέξαι ὑετόν, ὁ εὔσπλαγχνος ἐπλή-ρου τὴν ἀπόφασιν Ἠλιοῦ· καί γε μὴ βουλόμενος ἐπίορκον ἐνδεῖξαι τὸν δοῦλον ὁΔεσπότης ὀμόσαντα κατ' αὐτοῦ πληρῶσαι τὸν ὅρκον, ἐπειρᾶτο τοῦ λοιποῦ τὸνδοῦλον μεταβαλεῖν ἐξ ὀργῆς εἰς οἰκτιρμούς. Ἐπέτρεψε γὰρ αὐτῷ ἐν χειμάρρῳκαθῆσθαι καὶ τροφὴν ἀπέστειλε δι' ὀρνέου τοῦ κόρακος. Ὅμως δὲ ὁ εὔσπλαγχνοςθέλων τὸν κόσμον σῶσαι, μεταβαλῶν Ἠλίαν ἐξήρανε τὸ ὕδωρ, ὅπως τούτου δι-ψήσας καὶ συχνὸς τοῖς πταίσασι λύσῃ τὴν ἀπόφασιν, ἣν ζηλώσας ἔδησεν. Ὁ δὲθερμὸς ζηλωτὴς οὐδὲ οὕτως ἔκλινε λῦσαι ἅπερ ἔδησεν, ἀλλ' ἔμεινεν ἄκαμπτος.Ὁ δὲ Κύριος ὡς εἶδε τὸν Ἠλίαν τῇ πολλῇ μένοντα ὠμότητι καὶ ἀνένδοτον ὄντα,ἄλλην ἀφορμὴν προσφέρει τῷ δικαίῳ· ἄπελθε, φησίν, εἰς Σαραφθίαν τὴν πόλιν.Ἰδοὺ γὰρ ἐντέλλομαι 〈ἐκεῖ〉 χήρᾳ γυναικὶ ὥστε διαθρέψαι σε ἐν τοσαύτῃ ἀνάγκῃ. Ὢ εὐσπλαγχνία Θεοῦ! Μακρᾶς ὁδοῦ προστάττει τῷ δικαίῳ βαδίσαι, ἵναδιερχόμενος διὰ τῆς οἰκουμένης θεωρήσῃ τὴν φθορὰν τῆς γῆς καὶ τὰ ἐν αὐτῇ, καὶλύσῃ τὸν οὐρανόν. Ἦν 〈γὰρ〉 ἰδεῖν πρεσβύτας φθειρομένους ἐν λιμῷ, νεανίσκουςδὲ πάλιν εὐμεγέθεις τῷ εἴδει, τοὺς τρόπαια καὶ νίκας ἐν πολέμοις στήσαντας,ἄφνω πίπτοντας χαμαὶ καὶ τὸ ζῆν ἐκλείποντας. Ὁμοίως δὲ καὶ βρέφη μασθοὺςἕλκοντα μητέρων ἔθνῃσκον οὐκ ἔχοντα γάλα εἰς διατροφήν. Ἐξεδίδου ἡ μήτηρ τὸν〈μασθὸν ἴδιον〉, τὸ δὲ γάλα οὐκέτι ἠδύνατο παρασχεῖν, διὰ τὸ ξηρανθῆναι τὴν θη-λὴν ἐκ τοῦ λιμοῦ καὶ διὰ τὸ τὴν σάρκα ἐκ τῆς δίψης τηχθῆναι· λαμβάνον τε τὸβρέφος τὸν μασθὸν κατέτεινεν ἐν τῷ στόματι ἕλκον, τροφὴν δὲ οὐχ εὕρισκε. Συν-έβαινε πολλάκις ἐν τῷ εἶναι τὸν μασθὸν ἐν τῷ στόματι τοῦ βρέφους ἐκλείπειν τὸνήπιον· συνέκλεισε δὲ ἐν τάφῳ καὶ τὴν τούτου μητέρα. Συνεῖχε δὲ ἅπαντας συμ-φορὰ ἀνείκαστος· νύμφη γὰρ καὶ νυμφίος ἐν παστῷ ἀπέθνῃσκον καὶ ἀντὶ εὐφρο-σύνης σφοδρὸν πένθος ἤγειραν· καὶ ὁρῶντος τοῦ πατρὸς τελευτᾷ ὁ υἱός· ὁ δὲτοῦτον γεννήσας προσκομίσας ἔθαψεν. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν εἰς τὴν οἰκίανεὗρε τὴν θυγατέρα ἐκπνεύσασαν ἐκ λιμοῦ· καὶ νομίσας εὑρεῖν ἐν τῷ οἴκῳ ἄνεσινεὗρε διπλῆν συμφοράν, τεθνηκυίας τῆς παιδός. Ὁ δὲ καὶ ἐπὶ ταύτην δείξας σφο-δρὸν κοπετόν, κατέθετο ἐν τῇ γῇ καθὰ καὶ τὸ πρότερον. Ἐν δὲ τῷ εἶναι αὐτὸν ἐνθύραις τοῦ μνημείου ἦλθεν ἐπαγγελία καὶ αὐτὴ ἐλεεινή· ὅτι ἐτελεύτησεν ἀδελφὸςἢ ἀδελφή, ἤ τις ἐκ τῶν συγγενῶν ἢ τῶν γνησίων φίλων. Ἐκεῖνος δὲ ἀκούσας καὶμὴ φέρων τὴν θλῖψιν τῆς λύπης καὶ τοῦ λιμοῦ ἀπέπνευσεν ἐκεῖσε. Καὶ γέγονεν ὁτόπος τάφος ὁμοῦ καὶ θάπτης· ἐν γὰρ τῷ θάπτειν ἄλλον εὑρέθη θαπτόμενος. Συνέ-βη δὲ πολλάκις τὸν κηδεύσαντα, ἵνα ὑφ' ἑτέρου κηδευθῇ ἐν αὐτῇ τῇ ἡμέρᾳ. Ὥσ-περ γὰρ τὰ κύματα τῆς θαλάσσης εἰσέρχονται συνεχῆ ἐπάλληλα ἀνέμοις κινού-μενα, οὕτως ἤρχοντο τότε συμφοραὶ τοῖς ἀνθρώποις ἐξ ἀνάγκης τοῦ λιμοῦ καὶτῆς δίψης τῆς πολλῆς. Ἧν γὰρ ἰδεῖν θέαμα χαλεπὸν καὶ σφόδρα ὀδυνηρὸν ναυά-γιον ἐν τῇ γῇ, ὡς ἐν ταῖς ἡμέραις Νῶε· οὐ μόνον γὰρ ἄνθρωποι ἀπέθνῃσκον, ἀλλὰκαὶ τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ὦ ζηλωτὰ Ἠλία, νόμιζον ὅτι ἄνθρωποι ἥμαρτον τῷ Κυρίῳ, πλανηθέντεςὑπὸ τοῦ Ἐχθροῦ. Τὰ βρέφη τί ἥμαρτον; Τὰ κτήνη καὶ θηρία καὶ πετεινὰ τί ἥμαρ-τον; Ὅτι καὶ ταῦτα πάντα ἐξέδωκας τῷ θανάτῳ. Κἂν τούτους ἀναιτίους ὄνταςἐλέησον καὶ δὸς ὑετὸν ἐν τῇ γῇ! Τῷ δὲ θερμῷ Ἠλίᾳ οὐδὲν τῶν τοιούτων ἔμελλεν. Οἱ πλούσιοι χρημάτωνἐφθάρησαν ἐν λιμῷ, ὁμοίως καὶ ἐν δίψῃ, μὴ ὀφθέντος ὑετοῦ. Ἀλλ' ὁ πάντων Δε-σπότης ἀεὶ θέλων οἰκτειρῆσαι τὸ γένος τῶν ἀνθρώπων, πάντα μηχανεύεται ἐφέλ-κων τὸν Ἠλίαν εὐσπλαγχνίαν ἐνδεῖξαι. Ὡς δὲ οὐκ ἔπεισε διαλλάξαι τὴν ὀργήν,τότε ἐπιπέμπεται δεηθῆναι τῆς χήρας, καὶ αὐτῆς ἐλεεινῆς καὶ πενομένης σφόδρα.Ἐπιστὰς δὲ ὁ Ἠλίας ἔνθα ἐπετρέπετο, ἐθεάσατο τὴν χήραν ξυλάρια συλλέγουσαν.Ἐπιγνοὺς οὖν τὴν ἐσχάτην πενίαν, τὴν οὖσαν ἐν αὐτῇ, ᾐσχύνετο τοῦ λαλῆσαι ἢφθέγξασθαι πρὸς αὐτήν· ἅμα δὲ καὶ ἐρυθριῶν ἐπλήρου τὸ πρόσταγμα, καὶ οἱονεὶἀποτολμῶν μετὰ αἰδοῦς ἐφώνησε λέγων· γύναι, λήψῃ δή μοι μικρὸν ὕδωρ, ὅπωςπίω· τοῦτο γὰρ ἦν ὃ ἔδησε μὴ δροσίσαι ἐπὶ τὴν γῆν. Καὶ ἡ χήρα πρὸς Ἠλίανἐβόησεν· ὦ ζηλωτά, ὅτι ὅρκῳ σῆς γλώττης ἔκλεισας τοὺς οὐρανοὺς τοῦ μὴ δοῦναιὑετόν, ἐμοὶ ὕδωρ πῶς σὺ ζητεῖς; Ὅπερ τῇ γλώττῃ ἐχαλίνωσας καὶ κατέχεις ξη-ράνας τὴν γῆν, καὶ θανατοῖς πάντα τὰ ἐν αὐτῇ, πόθεν σοι ὕδωρ δώσω; Ὁ δὲ εὐθὺςκατενύγη ἐπὶ τῷ λόγῳ τῆς χήρας, καὶ ἐκινήθη ἐν αὐτῷ ἐκ μέρους τι ἡ εὐσπλαγ-χνία. Ἡ χήρα δὲ ἀκούσασα τὴν φωνὴν τοῦ Προφήτου ὑπέσχετο δοῦναι αὐτῷὕδωρ, ὅπερ ᾔτησεν. Ὡς δὲ ἀπῄει ἐκβαλεῖν, ἔτι ἔφησεν Ἠλίας πρὸς αὐτήν· λήψῃ