De Iuliano asceta
- Edition reference
- De Iuliano asceta, ed. Phrantzolas, op. cit., vol. 6, 119–130.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg123.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
124
φροντὶς τῆς ἀνταποδόσεως ἐξήγειρεν αὐτὸν ἐν σπουδῇ. Ὅσους δὲ πειρασμοὺς καὶ
θλίψεις ὑπέμεινε διὰ τῶν ἀμελεστέρων ἀδελφῶν οὐκ ἔστι λέγειν· πάντας δὲ διὰ τῆς
ταπεινώσεως καὶ ὑπομονῆς παρῄει τούτους ἀβλαβῶς. Ὁποῖος δὲ ἦν εἰρηνικός,
ἐγκρατής, ὑπομονητικός, πρᾷος, εὐλαβής, ἀκτήμων· ὁ γὰρ καθεζόμενος ἐν ἐρήμῳ
μετὰ χρημάτων, στένων καὶ τρέμων ἔσται ἐν παντὶ τόπῳ, καὶ ἐπὶ τέλει θήραμα
ἔσται κακούργοις· ὁ δὲ ἀκτήμων ἀνεπιβούλευτος ἔσται. Ἦν δὲ καὶ ἄοκνος, καὶ πρὸς
τὰ πάρεργα εὐπρόθυμος ὁ μακάριος. Λοιδορίαν ἀποστρεφόμενος, ταπεινὸς ἐν λόγῳ,
ἐν ἔργῳ, ἐν ἐσθῆτι, ἐν βαδίσματι. Οὐδὲ γὰρ ὡς ἐγὼ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι δι-
εξῆλθεν ἐν ἀμελείᾳ τὰς ἡμέρας αὐτοῦ· ἀλλὰ ἐν πάσῃ κατανύξει διετέλεσε τὰς ἡμέ-
ρας τῆς ζωῆς αὐτοῦ· καὶ ὥσπερ οἱ ἐν φρουρᾷ καθειργμένοι καὶ μέλλοντες προσάγε-
σθαι ἐπὶ τοῦ βήματος τοῦ δικάζοντος, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας κλαίουσιν,
οὕτω καὶ ὁ μακάριος Ἰουλιανὸς ἐμέμνητο διηνεκῶς τοῦ φοβεροῦ βήματος τοῦ Χρι-
στοῦ· διὸ καὶ συνεχῶς ἔκλαιεν ἀναλογιζόμενος τὴν μέλλουσαν κρίσιν. Ὅπου δὲ κα-
τάνυξις καὶ δάκρυα καὶ ταπεινοφροσύνη, ἐκεῖ οὐχὶ ἀκαταστασία καὶ πᾶν φαῦλον
125
πρᾶγμα, ἀλλ' εὐταξία καὶ πᾶν ἀγαθόν· ᾧ δὲ μὴ πάρεστι ταῦτα, λείπεται πολὺ τοῦ
ζητουμένου σκοποῦ. Παρῃτεῖτο δὲ καὶ συντυχίας γυναικῶν, τὰς ἀφορμὰς ἐκκόπτων
τῶν ματαίων ἡδονῶν. Ἡνίκα δὲ ἔκρουεν εἰς τὴν σύναξιν, πρὸ παντὸς ἀδελφοῦ ἠγω-
νίζετο ἀπαντῆσαι· οὕτω δὲ ἵστατο ἐν τῇ συνάξει ἀμετεώριστον ἔχων τὸ ὄμμα, ὡς
αὐτῷ τῷ βήματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παριστάμενος.
Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἔφην πρὸς αὐτόν· τίς ἄρα ἀφανίζει τὰ ἐνταῦθα βιβλία;
Ἔνθα γὰρ ἐγέγραπτο Θεὸς ἢ Κύριος ἢ Ἰησοῦς Χριστὸς ἢ Σωτήρ, τὰ στοιχεῖα τῶν
γραμμάτων ἐξήλειπτο. Ὁ δὲ μακάριος εἶπε πρός με· οὐκ ἀποκρύψω ἀπὸ σοῦ οὐδέν.
Ἡ πόρνη προσελθοῦσα τῷ Σωτῆρι τοῖς δάκρυσι τοὺς πόδας αὐτοῦ ἔβρεξε, καὶ ταῖς
θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· κἀγὼ ἀναγινώσκων, ὅπου δ' ἂν εὕρω τὸ ὄνο-
μα τοῦ Θεοῦ μου ἐγγεγραμμένον, τοῖς δάκρυσί μου βρέχω, ἵνα κἀγὼ λάβω παρ'
αὐτοῦ ἁμαρτιῶν ἄφεσιν. Κἀγὼ χαριέντως εἶπον· ὁ Θεὸς φιλάνθρωπος ὢν δέχεταί
σου τὴν πρόθεσιν, πλὴν τῶν βιβλίων φεῖσαι, παρακαλῶ. Ἔλεγε δέ· οὐ δροσίζεταί
μου ἡ καρδία, ἐὰν μὴ κλαύσω ἐνώπιον Κυρίου τοῦ Θεοῦ μου. Ἤσκησε δὲ διαπύ-
ρως ὑπὲρ τὰ εἴκοσι πέντε ἔτη· καὶ ἐν τούτοις τελειοῦται ἐν Κυρίῳ ἐν τῷ διωγμῷ καὶ
126
ἐν ὑποταγῇ ὑπάρχων, ἄξιος γενόμενος τοῦ μακαρισμοῦ· μακάριοι γάρ, φησίν, οἱ
πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ δε-
διωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμοῦ δὲ
οἱ ὀφθαλμοὶ κατήγαγον δάκρυα ἐπὶ τῇ διαζεύξει τοῦ ἀνθρώπου τούτου.
Οὗτος ὁ μακάριος ἔφη ποτὲ ἀδελφῷ τινι· ἀδελφὸς βούλεται, φησίν, εἰσελθεῖν
εἰς τὴν ἐσωτέραν ἔρημον τοῦ ἐπιζητῆσαι ἄνδρας διορατικούς. Συμβούλευσον οὖν
διὰ τὸν Κύριον· εἰσπορευθῶ αὐτῷ ἢ οὔ; Ὁ δὲ ἀδελφὸς ἐπιστάμενος ὅτι ἐργάτης
ἐστίν, ἔφη πρὸς αὐτόν· βέλτιον τὸ ἡσυχάζειν καὶ ἐν τῇ ἡσυχίᾳ ζητεῖν τὴν τελειότη-
τα· τὸ γὰρ περὶ μικρῶν καὶ ἀστάτων πραγμάτων πύθεσθαι, καὶ τούτου χάριν πε-
ριέρχεσθαι τὴν ἔρημον, οὐκ ἀναγκαῖον. Καὶ ὁ μακάριος ἔφη· τί ἐστι τελειότης; Τί
δὲ τὰ μικρὰ καὶ ἄστατα πράγματα; Ὁ δὲ ἀδελφὸς εἶπε πρὸς αὐτόν· τελειότης ἐστὶ
παντὸς λόγου καὶ πάσης πράξεως τὸ πέρας· γέγραπται γάρ· τέλος λόγου, τὸ πᾶν
ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. Τὰ δὲ συμβαίνοντα ἑκά-
στῳ ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ, εἴτε λυπηρά, εἴτε χρηστά, τέλος ἔχει· διὸ καὶ ὑπὸ
χρόνου καταργεῖται· τὰ δὲ μετὰ τὴν τοῦ βίου ἔξοδον, ἀθάνατα ὑπάρχει. Τὴν οὖν
127
ἡμέραν τῆς κρίσεως ἔχωμεν κατὰ νοῦν, ἵνα τὸ φρόνημα ἡμῶν τέλειον ᾖ ἐν Κυρίῳ.
Ὥσπερ δὲ δύο τινὲς ἀποδημοῦντες εἰς χώραν μακράν, καὶ ἀκηδιάσας τις αὐτῶν
κατὰ τὴν ὁδόν, ἄρξεται ἐρωτᾶν τοὺς παρατυγχάνοντας, τί ἄρα συναντήσει αὐτοῖς
κατὰ τὴν πρὸ δέκα σημείων ὁδόν· καὶ ἐκεῖνοι ἀποκριθῶσιν· ὁδὸς τραχεῖα. Καὶ μετὰ
τὴν τραχεῖαν ὁδὸν τί; Οἱ δέ· γῆ χλοηφοροῦσα. Ὁ δὲ συνοδοιπόρος αὐτοῦ θεωρῶν
αὐτὸν φιλοτίμως ἐρωτῶντα περὶ τῆς ὁδοῦ εἴπῃ πρὸς αὐτόν· παῦσαι, ὦ συνέκδημε,
πολυπραγμονῶν τὰ κατὰ τὴν ὁδὸν ἣν μέλλομεν διαβαίνειν, ὥσπερ ὀξύτατος δρο-
μεύς. Καὶ γὰρ ὁδῷ παρείκασται ὁ ἀνθρώπινος βίος. Διὰ τοῦτο μᾶλλον σκοπητέον,
οὐ τὰ συναντῶντα ἐν τῇ πορείᾳ, ἀλλὰ τὰ μετὰ τὴν ὁδὸν συμβησόμενα ἡμῖν. Ζητή-
σωμεν πῶς δεῖ ἡμᾶς ἐν ἀνέσει αὐλισθῆναι ἐν ἐκείνῃ τῇ χώρᾳ, ἐν ᾗ μέλλομεν κα-
τοικεῖν εἰς τὸ διηνεκές, μετὰ τὸ τέλος τοῦ βίου καὶ τῆς ἐνταῦθα πορείας. Ἄρα ποῦ
ἔσται ἡμῖν ἡ κατάπαυσις ἐν τῷ αἰῶνι ἐκείνῳ; Ποῦ δὲ καὶ ἡ μερίς; Ἐν βάθει ἢ ἐν
ὕψει; Ἐν ἀναπαύσει ἢ ἐν πόνοις; Ἐν σκότει ἢ ἐν φωτί; Ἐν πυρὶ ἢ ἐν ἀναψύξει; Ταῦ-
τα ἡμῖν σκαλευέτω τὸ πνεῦμα καὶ λαλήτω τὸ στόμα. Τῆς τοιαύτης φροντίδος μὴ
ἀποστήτω ἡμῶν ἡ καρδία, ἐν ὅσῳ ἐσμὲν ἐν τῷ προσκαίρῳ βίῳ. Καὶ τῶν βουλομέ-
128
νων ἡμᾶς παρεμποδίζειν τῆς τοιαύτης φροντίδος καταφρονήσωμεν, ὡς ἀπάτης καὶ
ἀπωλείας προξένων ἡμῖν γενομένων· οὐ γάρ ἐστι τινὰ ἀπελθόντα ἐκεῖσε πάλιν ἐπα-
νελθεῖν ἐν τῷδε τῷ βίῳ.
Φροντίσωμεν τοιγαροῦν, ὦ τέκνον, πῶς μέλλομεν ἐν παρρησίᾳ ὀφθῆναι τῷ
Βασιλεῖ τῆς δόξης, καὶ σπουδάσωμεν ἑαυτοὺς παραθέσθαι τῇ φιλανθρωπίᾳ αὐτοῦ,
ἵνα ἀντιλάβηται ἡμῶν τῆς ἀσθενείας, καὶ μάλιστα ὁπηνίκα γυμνωθῶμεν πάσης
ἀνθρωπίνης περιβολῆς· καὶ γὰρ δεῖ ἡμᾶς πάντα καταλείψαντας ἀπελεύσεσθαι ἐκεῖ.
Ἐὰν οὖν μὴ σχῶμεν πάντοτε κατὰ διάνοιαν τὴν κρίσιν τὴν μέλλουσαν, οὐδὲν ἡμᾶς
ὠφελήσει ἡ προδήλωσις τῶν κρυπτῶν καὶ ἀδήλων πραγμάτων. Ἤκουσέ ποτε Ἱε-
ροβοὰμ ὁ τοῦ Ναβάτ, ὃς ἐξήμαρτε τῷ Ἰσραήλ, τὴν μέλλουσαν αὐτῷ ἐπελθεῖν ὀργὴν
παρὰ Κυρίου, καὶ οὐ μετενόησεν ἐπὶ τῷ κακῷ. Ἠλέγχθη καὶ Γιεζὶ περὶ τῶν κρυ-
πτῶν αὐτοῦ πταισμάτων, καὶ οὐ διωρθώσατο τὸν τρόπον, ἐπεὶ οὐκ ἂν ἀφέθη ὑπὸ
τοῦ διδασκάλου ἐν τῷ ἀσχήμῳ τῆς λέπρας· ὁ γὰρ τὸν Νεεμάν, τὸν ἀρχιστράτηγον
Συρίας, καθαρίσας ἐν λόγῳ Κυρίου τῆς τοιαύτης νόσου, εὐκολώτερον ἦν μᾶλλον
αὐτῷ τὸν ἴδιον μαθητὴν ἀπαλλάξαι τῆς τοιαύτης συμφορᾶς. Ἔχωμεν τοιγαροῦν
129
κατὰ διάνοιαν τὸ τέλος 〈τοῦ〉 παρόντος βίου, ἵνα τὸν καθεύδοντα ἡμῶν νοῦν διε-
γείρῃ ἡ προσδοκία τοῦ φόβου τοῦ μέλλοντος πρὸς ἐργασίαν καὶ φυλακὴν τῶν ἀγαθῶν
πράξεων· ὁ γὰρ βίος ἡμῶν ἐλαφρότερός ἐστι δρομέως. Ὅταν γὰρ δοξασθῶμεν καὶ
βασιλεύσωμεν ἐν τῷδε τῷ βίῳ, τὸ γενόμενον δὲ μὴ γένηται κατὰ βούλησιν τοῦ
μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, οὐδὲν ἡμᾶς ὠφελήσει ἡ δόξα τοῦ προσκαί-
ρου βίου ἀπελθόντας ἐκεῖσε. Κλαύσωμεν τοιγαροῦν ἔμφοβοι καὶ ἔντρομοι γενόμενοι,
μή ποτε ἐξ ἀμελείας τῆς ἐνταῦθα ζωῆς, ὑπὸ ἀγανάκτησιν εὑρεθῶμεν ἐκεῖ τοῦ Βα-
σιλέως τῆς δόξης, καὶ παραπεμφθῶμεν ἐν σκότει ἐξωτέρῳ. Οὐκ ἔστιν ἀπελθόντας
ἐκεῖσε ἀπαλλαγῆναι τῶν βασάνων. Οὐκ ἔστιν τὸν κατακλεισθέντα ἐξ ἁμαρτιῶν, ἀ-
νεθῆναι τῶν δεσμῶν τῶν ἀλύτων. Ἐκεῖ γὰρ πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατος,
καὶ πυθμὴν ᾅδου σκοτεινός, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμός, καὶ βρυγμὸς
ὀδόντων. Οὐκ ἔχει πέρας τὰ δεινὰ τούτων. Οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον,
οὐδέ τις ἐπίνοια, οὔτε μηχανή, τοῦ ἐκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φυγεῖν
ἔξεστι νῦν, ἐὰν τῆς φωνῆς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἀκουσώμεθα, τοῦ δι' ὑπερ-
130
βολὴν φιλανθρωπίας δι' ἑαυτοῦ κηρύξαντος καὶ διδάξαντος τοὺς υἱοὺς τῶν ἀνθρώ-
πων παντὸς λόγου καὶ πάσης πράξεως τὴν τελειότητα, ὅπως ὑπήκοοι αὐτῷ γενό-
μενοι, τῶν μὲν κολαστηρίων ἀπαλλαγέντες, τῶν ἀγαθῶν καταξιωθῶμεν.
Ἀναγκαῖον τοιγαροῦν τοὺς λόγους Κυρίου φυλάσσειν ἐν ταπεινοφροσύνῃ πολ-
λῇ· ἡ γὰρ τήρησις τῶν ἐντολῶν αὐτοῦ ἐστὶ τελειότης· καὶ οἱ τῶν ἐντολῶν τοῦ Θεοῦ
ζηλωταὶ γενόμενοι, οὗτοι ἰσχυρῶς ἐπέβησαν δὴ τῇ τελειότητι, προσδοκῶντες αὐτὸν
ἐν εὐθύτητι καρδίας, καὶ καθ' ἑκάστην φανταζόμενοι τὴν ἔνδοξον αὐτοῦ παρουσίαν·
καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, ὅταν ἀφορίσῃ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρ-
τωλῶν, καὶ ἀποδώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φυλάξωμεν τοίνυν, ὦ τέ-
κνον, τὴν ἀγάπην εἰλικρινῶς· καὶ ἐν αὐτῇ τὰς ἀρετὰς κατορθώσαντες ἀξιωθῶμεν
τῆς ἐκ δεξιῶν στάσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· καὶ χαρήσεται ἡμῶν ἡ καρ-
δία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς ἀρεῖ ἀφ' ἡμῶν.
Ὁ δὲ ἀδελφὸς σφόδρα τὰς νουθεσίας ἀποδεξάμενος, ἐνεκαρτέρησεν ἐν τῇ ἡσυ-
χίᾳ, εὐχαριστῶν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Λόγος κατὰ αἱρετικῶν, ἐν ᾧ καὶ ἀπόδειξις ἐκ φανερῶν ὑποδειγμάτων, τοῦ τε μαργαρίτου καὶ τῶν λοιπῶν συνάγουσα τὸ πιστόν, ὅτι δίχα τῶν φυσικῶν νόμωνἡ ἁγία Θεοτόκος τὸν Κύριον καὶ Θεὸν ἡμῶν ἐπὶ σωτηρίας τοῦ κόσμουκαὶ συνέλαβε καὶ ἐκύησε} Φιλῶ σου τὸ Εὐαγγέλιον, Δέσποτα, ὅτι, ὅτε πεινῶ, τρέφει με. Ποθῶ σου τὸνλόγον, ὅτι ἐν τῇ δίψῃ πηγή μοι γίνεται. Ὅσους θέλω συγκαλῶ τοῖς σοῖς ἐδέσμασι,καὶ πλείονα ἀφίημι ὧν εὗρον. Ἐσθίω μετὰ πολλῶν, καὶ μόνος εὑρίσκομαι. Πίνωμετὰ πλήθους, καὶ μόνῳ μοι προσπίνεις τῆς σῆς χάριτος. Τί οὖν σοι ἀντιχαρίσωμαι,εἰ μὴ ἐμαυτὸν εἰς ὁμόνοιαν; Θέλω, καὶ οὐ δύναμαι· ὁ γὰρ πατήρ μου Ἀδὰμ ἀπαιτεῖτὸ χρέος τῆς φύσεως. Σπουδάζω, καὶ ἐμποδίζομαι, ὅτι οὐκ ἔχω λύσιν τοῦ ἐμοῦ ζη-τήματος. Ἄλλοις ἐπιλύω τὰ κατὰ τὴν φύσιν, καὶ ἐμαυτῷ ἐμποδίζω τοῖς πάθεσι τὴνπροαίρεσιν. Οἶδα τί σφάλλομαι, καὶ γινώσκω, ἐν τοῖς ἑτέρων, ἐμαυτοῦ κατηγορῶν.Καὶ τί; Σιωπήσω, ἵνα μὴ κατακριθῶ; Καὶ πῶς δείξω μου τὴν περὶ σὲ ἐπιθυμίαν;Λαλῶ, καὶ οὐ παύομαι· θέλω γὰρ ἐμαυτὸν κατακρίνεσθαι· μόνον σου τῇ δόξῃ λει-τουργία γένωμαι. Βούλομαι θανεῖν, ἵνα σὺ δοξασθῇς. Οἶδα ὅτι ἥκιστα κριθήσομαι,μὴ χρησάμενος ἐλέγχοις εἰς τοὺς ἁμαρτάνοντας· ἀλλ' οὐ παύομαι τοῦτο ποιῶν, ἵνασὲ δείξω ἀναμάρτητον. Γνώτωσαν Ἕλληνες ἔρωτος δύναμιν· γνώτωσαν Ἰουδαῖοι φιλίας διάθεσιν·ὅτι δίχα πυρὸς καὶ ξίφους καὶ τῶν ἄλλων ἀμυντηρίων, αἱροῦμαι τὸν ὑπὲρ σοῦ θά-νατον. Τάχα πιστεύσωσιν ἐκ ταύτης τῆς ὑποθέσεως ὅτι φέρω διὰ σὲ καὶ τὸν αἰσθητὸνθάνατον. Τάχα λέγω, καὶ οὐ ποιῶ· φοβοῦμαι γὰρ μή, σοῦ ἀπόντος, ἡττηθῶ ὑπὸτῆς φύσεως. Πεῖσόν μοι ὅτι βοηθεῖς μοι πονοῦντι, καὶ πείθω Ἕλληνας ὅτι φέρω τὴντιμωρίαν. Πληροφόρησόν με ὅτι ἐλεεῖς με πάσχοντα, καὶ ἀπογράφομαι πρὸς τὴνἄθλησιν. Ἐπαποδύομαι τοῖς δημίοις τῶν Ἑλλήνων. Ἤδη γὰρ ἡ σάλπιγξ προσκα-λεῖται τῶν Ἑλλήνων τοὺς θέλοντας· βοᾷ τὴν ἐξ Ἑλλάδος ἐπὶ Πέρσας ἐπιδρομήν·ἀπειλεῖ τὴν ἐκ δυσμῶν πρὸς ἡμᾶς τιμωρίαν. Φοβοῦμαι, ὅτι μισεῖς τοὺς ἁμαρτάνοντας,ἀλλ' εὐθυμῶ, ὅτι ὑπὲρ αὐτῶν ἀπέθανες. Δειλιῶ, ὅτι βδελύττῃ τοὺς ἐμπαθεῖς καὶσαρκικούς, ἀλλ' ἔχω παραμυθίαν, ὅτι ἔγνως τῆς φύσεως τὴν ἀσθένειαν. Οἶδας ὡςΚτίστης, ὃ ἐποίησας. Οἶδας ὡς Κριτής, ὃ κατέκρινας. Οἶδας ὡς ἐνανθρωπήσας, ὃἐνόησας. Σύ μοι δέδωκας αὐτὴν ἀρρύπωτον, ἀλλ' ὁ πατήρ μου Ἀδὰμ πολλῷ ῥύπῳαὐτὴν ἀσθενῆ ἐποίησεν. Ἔπλεξε τῷ ῥύπῳ τὴν τέρψιν τῆς ματαιότητος, καὶ νῦν ἐγὼἄκων κολάζομαι. Συνεκέρασεν ἐν τῇ φύσει φθοράν, καὶ ἰδοὺ ἐγὼ διὰ θαλασσῶνχειμῶνι κίνδυνον ἐπίσταμαι! Ἐλέησόν με, ὡς Κτίστης· συμπάθησόν μου τῇ ἀσθενείᾳ. Ὡς ἐνανθρωπήσαςδι' ἐμέ, μὴ ἀπώσῃ διὰ τὰ πάθη, ἀλλὰ σκόπησον διὰ τὴν ὁρμὴν τῆς προαιρέσεως.Μὴ βδελύξῃ διὰ τὸν ῥύπον, ἀλλ' ἴδε τῶν ἔργων τὴν ἐπιμέλειαν. Κἂν ἐκ μέρους μεἀποστραφῇς διὰ τὴν αἰσχρότητα τῶν λογισμῶν, ἀλλ' ἐπίβλεψον ἐπὶ τὸ πένθος καὶτὴν τῆς ἡδονῆς κατάγνωσιν. Ἔχω προαίρεσιν, οὐκ οἶδα εἰ καὶ δύναμιν. Δίδωμι ὃἔχω· εἰ θέλεις δοῦναι τὸ ἐνδέον, ὁρᾷς μου τὴν διάνοιαν. Πένης εἰμὶ συληθεὶς ὑπὸτοῦ Δράκοντος. Ἀσθενής εἰμι ὑπὸ φθορᾶς πεδηθείς. Ἀδρανὴς ὑπάρχω ὑπὸ τῆςἁμαρτίας ἀποκρουσθείς. Ἀπώλεσά σου τὸ δῶρον, διὰ τοῦτο οὐκ ἔχω τελείαν φρό-νησιν. Ἀπώλεσά σου τὴν συνομιλίαν, διὸ οὐ γινώσκω ποῦ πορεύομαι. Οὐδὲν ἔχω.Ἐὰν ἔχω, σύ μοι δέδωκας, γεννηθείς. Πένομαι ἰσχυρῶς. Ἐὰν δὲ πλουτήσω, σόνἐστι τὸ χάρισμα τὸ πᾶν. Καὶ νῦν καὶ πάλαι, σόν ἐστι. Μόνον αἰτῶ τὴν χάριν. Ὁμο-λογῶ ὅτι διὰ σὲ περιγενήσομαι, εἴγε καὶ περιγένωμαι. Οἶδά τινα πλούσιον ἐν τῇ Γραφῇ, ἀλλὰ φρόνιμος ὤν, ἰδών σε, πένητα ἑαυτὸνπροσηγόρευσεν. Εἰ ὁ πλούσιος ἑαυτῷ πτωχείαν προσεγράψατο, ἀπιδών σου τὸ κρά-τος, ἐγὼ τί εἴπω, ἢ τί λογίσωμαι; Οἴδατ' ὑμεῖς τοῦτον τὸν ἄνθρωπον· διηγήσατοἡμῖν τὸ Εὐαγγέλιον παραβολήν, ἣν εἴρηκε δι' αὐτόν. Ἅπας ὁ μόχθος τῶν Ἁγίων διὰτὸν ἄνθρωπον γεγένηται. Λέγει γάρ· ἦν τις πλούσιος, καὶ γνοὺς ἐν ἀγρῷ θησαυρόν,ἐπώλησεν ἅπαντα, καὶ τὸν ἀγρὸν ἠγόρασεν. Ἕτερος δὲ τὸ αὐτὸ ποιεῖ διὰ μαργα-ρίτην πολύτιμον. Καὶ ὀφείλομεν ἐν ἑκατέρῳ γνῶναι τὸ διάφορον, καὶ ἐπιλῦσαι τὴνἑκάστου δύναμιν. Οἱ δύο ἕν εἰσιν. Ἀλλ' ἔχει βραχὺν λόγον τῆς ἐπιλύσεως ὁ τοῦμαργαρίτου νοῦς. Διὸ ἐν πρώτοις αὐτὸν διέλθωμεν. Ὁ μαργαρίτης ὁ τίμιος, ὁ ἀπὸ θαλάττης εὑρισκόμενος, πολλῆς τιμῆς ἄξιόςἐστι, διὰ τὸ δυσεύρετον. Οὐ παρέχει βρῶσιν, ἀλλὰ καύχημα. Οὐ παρέχει ποτοῦἀπόλαυσιν, ἀλλ' εὐδοξίαν. Πολλὰ χρήματα ποιοῦσιν ὄγκον, οὗτος δὲ ἐπικουφίζει τὸβάρος. Βραχὺς ὤν, μεγάλα δύναται· ἀλλὰ καὶ σύντομος εἰς τὸ βασταχθῆναι, καὶεὐμετάθετος εἰς ἀποκατάστασιν. Ῥᾳδίως κρύπτεται καὶ δυσκόλως εὑρίσκεται. Οὗτόςἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οὖτός ἐστιν ὁ Θεὸς Λόγος, ἐν βραχεῖ πολλὴν δύναμινμυστηρίων ἐμπεριέχων σαφῶς. Οὐ πρόκειται εἰς βρῶσιν, οὐ γάρ ἐστι πρόσκαιρος.Οὐκ ἔστι πενήτων εἰς χρῆσιν, ἀλλὰ τῶν ἐν γνώσει πλουτούντων ἡ κατάληψις.Οὐδεὶς αὐτὸν ἔχειν δύναται τῶν πτωχῶν ἐν ἀρετῇ· τελείων δὲ κτῆμα γίνεται. Εἰσὶ βαθμοὶ ἐν οἴκῳ ὑψηλῷ, δι' ὧν τις ἐπὶ τὸ ἄκρον ἀνέρχεται. Καὶ ἐν τῷ Εὐ-αγγελίῳ διαφοραὶ τῶν προσιόντων Θεῷ τυγχάνουσιν οὖσαι. Πένης εἶ; Γίνεταί σοιἄρτος εἰς τὴν τῆς πενίας παραμυθίαν. Ἀσθενὴς ὑπάρχεις; Λαχάνῳ σε διατρέφει.Τῷ πολυσάρκῳ σίνηπι ἐπιδίδωσι, καὶ τῷ ἡπατικῷ καὶ τῷ ἰκτεριῶντι οἶνος προσ-φέρεται. Ἄλλοις ὡς ἰχθὺς πρόκειται. Ἑτέροις σῖτος. Ἐνίοις δρέπανον. Τισὶ δὲ καὶἀξίνη γίνεται. Καὶ κρίθινος ἄρτος τοῖς ἀγροικοτέροις παρατίθεται. Καὶ μάχαιρανεἰς χειρουργίαν προσάγει, καὶ μαστίζει μάστιγι τῇ ἀπὸ σχοίνων, καὶ ἐν ῥάβδοιςπαιδεύει, καὶ ἐν βακτηρίαις καταπονεῖ. Ταῦτα πάντα βαθμοὺς ἔχει τὸ Εὐαγγέλιον. Ταῦτα πάντα ἐν παραβολαῖς εἴρη-ται. Καὶ οἶδε πλουσίους ἐν ἀρετῇ καὶ πένητας. Οἶδεν ἀσθενεῖς καὶ ὑγιαίνοντας ἐν