The Greek Library Catalogue

Anonymous

Aduersus eos, qui dicunt terrae motus a terrae inflatione fieri

Edition reference
Aduersus eos, qui dicunt terrae motus a terrae inflatione fieri, ed. Phrantzolas, op. cit., vol. 6, 210–212.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg127.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

6

δὲ στῦλοι αὐτῆς σαλεύονται· ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων

7

κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ

8

θαλάσσης· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον, Ἀρκτοῦρον καὶ ταμιεῖα νότου· ὁ ποιῶν

9

μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ πάλιν

10

λέγει· ἐκτείνων βορρᾶν ἐπ' οὐδέν, κρεμάζων δὲ γῆν ἐπὶ οὐδενός· ὁ δεσμεύων ὕδωρ

11

ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ.

12

Ταῦτα ἀκούοντες, οὐ πιστεύετε, διότι ἐμπεπνευμάτωται ὁ νοῦς ὑμῶν τῇ ἑλλη-

13

νικῇ κραιπάλῃ· ὅθεν καὶ ληροῦντές φατε ὅτι ἐξ ἐμπνευματώσεως τῆς γῆς γίνονται

14

οἱ σεισμοί, καὶ οὐκ ἐξ ἐπισκέψεως Κυρίου. Εἴπατε οὖν ἡμῖν τὸν τρόπον, πῶς σεισμοῦ

15

γενομένου καὶ σαλευομένης τῆς μιᾶς ἀρούρας, ἐς τότε σαλευομένης, τῆς δὲ ἑτέρας

16

μὴ σαλευομένης, οὐκ ἀποτέμνεται ἡ σαλευομένη ἄρουρα τῆς μὴ σαλευομένης, ἀλλ'

17

ὥσπερ κῦμα θαλάσσης παρελθὸν μετὰ τὴν κίνησιν τοῦ κύματος πάλιν τὸ ὕδωρ ἐν

18

τῷ αὐτῷ καθίσταται, οὕτω καὶ τῆς γῆς σαλευομένης τάξει κυμάτων μετὰ τὸν σεισμὸν

19

ὡσαύτως καθίσταται ἡ γῆ.

20

Εἴπατε δὲ ἡμῖν πάλιν τὸν τρόπον, πῶς σεισμοῦ γενομένου τὰ ὄρη τὰ πρὸς

21

Ἀρμενίαν διεστῶτα ἀπ' ἀλλήλων, συνέκρουσαν ἀλλήλοις, ὥστε ὡς πῦρ ἐξαφθῆναι

22

καὶ καπνὸν πολὺν σφόδρα ἀνιέναι, ὡς ἀπὸ ἱκανοῦ διαστήματος τοῦτον ὁραθῆναι.

23

Καὶ πάλιν διασταθέντα τὰ ὄρη ἔστη ἕκαστον ἐν τῇ ἰδίᾳ τάξει καὶ τῷ ἰδίῳ τόπῳ. Τίς

24

οὖν ἀναγγελεῖ τοῦτον τὸν τρόπον; Πῶς δὲ πάλιν σεισμοῦ γενομένου ἐν ἐκστάσει γί-

25

νονται οἱ ἐν θαλάσσῃ πλέοντες, καὶ τῆς νηὸς πολλάκις ἑκατέρωθεν ὑπὸ κυμάτων

26

τυπτομένης, οὐ λέλησται τούτους ὁ σεισμός; Τῶν γὰρ φατνωμάτων ἤτοι καταλεκτίων

27

καὶ τῶν λοιπῶν σκευῶν τῶν ὄντων ἐν τῷ πλοίῳ παρὰ τὸ εἰθισμένον συγκρουόντων

28

καὶ σαλευομένων, ἐν ἐκστάσει γίνονται οἱ πλωτῆρες τοῦ ἐπικειμένου σεισμοῦ.

29

Ἀκούσατε οὖν καὶ σύνετε τὸ ὑπὸ τοῦ Ἀποστόλου λεχθέν, ἵνα τῆς ὄντως σοφίας

30

καταξιωθῆτε· ἔφη γάρ· μηδεὶς ἑαυτὸν ἀπατάτω· ὁ θέλων ἐν ὑμῖν σοφὸς γενέσθαι

31

ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου

32

τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν

33

τῇ πανουργίᾳ αὐτῶν· καί· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ

34

μάταιοι.

35

Ἀποθέμενοι οὖν τῆς ἑλληνικῆς ἀβελτηρίας τὴν ἄνοιαν, καὶ ὑπερθαυμάσαντες

36

τὴν δυναστείαν τοῦ παντοκράτορος Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, βοᾶτε μετὰ τοῦ

37

Προφήτου· μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως

38

αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Περὶ τοῦ μὴ ἀπατᾶσθαι ὑπὸ ἑλληνικῆς ἐννοίας} Προσθήσω δὲ καὶ τοῦτο τῷ λόγῳ· τῆς θνήσεως ἀρχομένης ἐν Κωνσταντι-νουπόλει, καὶ πολλῶν τελευτώντων, ἰατρός τις ὀνόματι Δόμνος, θεωρῶν πολλοὺςἀποθνῄσκοντας, καὶ ἑτέρους φόβῳ πολλῷ συνεχομένους, ἔφη· οὗτοί εἰσιν οἱ ἀπολλύ-μενοι βάναυσοι, οἱ τῷ πυρὶ μαχόμενοι, οἱ ἐν τοῖς χαμαὶ κελλίοις τὴν οἴκησιν ἔχοντες·οἱ γὰρ ἐν ὕψει οἰκοῦντες, καὶ ἀέρων καθαρῶν καὶ λεπτοτάτων ἐν ἀπολαύσει γενόμε-νοι, περιγίνονται τοῦ λοιμοῦ. Ταῦτα ἀπεφήνατο, ἐπειδὴ σπουδὴν εἶχεν ἐκμανθάνειντὰς ἑλληνικὰς ἐννοίας, καὶ ὑπὸ τῶν τοιούτων συμβέβλαπται τὸν νοῦν. Καὶ ὅμως ὁταῦτα φλυαρήσας μετὰ δύο ἢ τρεῖς ἡμέρας πληγεὶς ὑπὸ τῆς νόσου ἔκειτο ἡμιθανής·καὶ παρασκευάζει τοὺς ἰδίους δούλους ἆραι αὐτὸν ἐν τῷ προαστείῳ αὐτοῦ, ἵνα ἐκεῖτελευτήσας ταφῇ. Ἄλλος οὖν ἰατρὸς Μακεδόνιος ὀνόματι, ἰδὼν αὐτὸν βασταζόμενονκαὶ αἰρόμενον ψυχορραγοῦντα—εἷς ὑπάρχων τῶν ἀκροασαμένων τὴν ἀδολεσχίαναὐτοῦ—ἔφη· οὗτος καὶ καλλίστην οἰκίαν ἔχων καὶ ἀέρος καθαροῦ ἀπολαύων, οὐδιεσώθη, ἀλλ' ἰδοὺ καταβέβληται, καὶ αἱ φλυαρίαι αὐτοῦ οὐκ ὠφέλησαν αὐτόν. Καὶὁ μὲν Δόμνος κομισθεὶς ἐν τῷ προαστείῳ τελευτήσας ἐτάφη· ὁ δὲ Μακεδόνιος δια-σωθεὶς τῆς ἐπενηνεγμένης θνήσεως, ἀποταξάμενος τοῦ βίου, γέγονε γνήσιος μονα-χός, οὐ καταποθεὶς ὑπὸ τῆς ἐκείνου ἀνοσιότητος. Ἡμεῖς δὲ τῇ ἀληθείᾳ ἐπιστήσωμεν τὸν ἑαυτῶν νοῦν, ὁδηγούμενοι ὑπὸ τῆς θεο-πνεύστου Γραφῆς· οἱ γὰρ μὴ περιλαμπόμενοι τὸν νοῦν ὑπὸ τῆς θείας διδασκαλίας,πόρρω ἔχουσι τὸν ἑαυτῶν νοῦν ἀπὸ τῆς ἀληθείας. Ἡμεῖς δὲ ἀκούσωμεν τῆς θείαςΓραφῆς διαρρήδην βοώσης ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· καὶ προσέθετο ὀργὴ Κυρίουἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυῒδ ἐν αὐτοῖς λέγων· πορεύθητι καὶ ἀρίθμη-σον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆςἰσχύος τὸν μετ' αὐτοῦ· δίελθε δὴ πάσας τὰς φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶἕως Βηρσαβεέ, καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. Καὶμετ' ὀλίγον· καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ βασιλεῖ,καὶ ἦν ἐν Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ἰούδα ἀνδρῶνμαχητῶν πεντακόσιαι χιλιάδες. Καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν μετὰ τὸ ἀριθμῆ-σαι τὸν λαόν, καὶ εἶπε Δαυῒδ πρὸς Κύριον· ἡμάρτηκα σφόδρα ποιήσας τὸ ῥῆματοῦτο· καὶ νῦν, Κύριε, περίελε δὴ τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθην σφό-δρα. Καὶ ἀνέστη Δαυῒδ τὸ πρωΐ, καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτηντὸν ὁρῶντα λέγων· πορεύθητι καὶ λάλησον πρὸς Δαυῒδ λέγων· τάδε λέγει Κύριος·τρία ἐγὼ αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. Καὶ εἰσῆλθεΓὰδ πρὸς Δαυΐδ, καὶ ἀνήγγειλεν αὐτῷ, καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι,εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φυγεῖν σε ἔμπροσθεν τῶνἐχθρῶν σου καὶ ἔσονται καταδιώκειν σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇσου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με. Καὶ εἶπε Δαυῒδ πρὸςΓάδ· στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ τρία· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου,ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶαἱ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωῒ ἕωςἀρίστου ὥραν, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ ἀπὸ Δὰνἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος τοῦ Θεοῦτὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ, καὶ παρεκλήθη Κύριος ἐπὶτῇ κακίᾳ καὶ εἶπε τῷ Ἀγγέλῳ τῷ διαφθείροντι τὸν λαόν· πολὺ νῦν, ἄνες τὴν χεῖράσου· καὶ ὁ Ἄγγελος Κυρίου ἦν ἑστηκὼς παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. Καὶεἶπε Δαυῒδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν Ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ,καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἡμάρτηκα, ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰπρόβατα τί ἐποίησαν; Γενέσθω δὴ ἡ χείρ σου ἐπ' ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρόςμου. Καὶ ἦλθε Γὰδ 〈πρὸς Δαυῒδ〉 τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ· ἀνάβηθι, καὶστῆσον θυσιαστήριον τῷ Κυρίῳ, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ, ἐν τῇ ἅλῳ Ὀρνὰτοῦ Ἰεβουσαίου. Καὶ ἀνέβη Δαυῒδ κατὰ τὸ ῥῆμα Γὰδ τοῦ προφήτου, ὃν τρόπον ἐνε-τείλατο αὐτῷ ὁ Κύριος. Καὶ διέκυψεν Ὀρνά, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδαςαὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ὀρνά, καὶ προσεκύνησε τῷ