The Greek Library Catalogue

Anonymous

[2Fragmenta]2

Edition reference
<Fragmenta>, ed. Phrantzolas, op. cit., vol. 6, 243–254.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg130.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

245

θεν ἐπασφαλίζειν ἑαυτούς, καὶ μὴ διδόναι ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν· Θεὸς

γὰρ οὐ μυκτηρίζεται· καί, φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ᾧ ἡ δόξα

εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

246

{Περὶ τοῦ ἐμφυσήματος}

Οὕτως ἐστὶν ἡ ψυχὴ ἐν τῷ σώματι, ὡς δεσμὸς φυσικὸς δυσδιάλυτος. Ὁ δὲ

χωρισμὸς αὐτῆς δηλοῖ τὸν δεσμόν, ὅτι ἀφίησι τὸ πλάσμα ὁλόκληρον, ἵνα δείξῃ ὅτι

οὐχ ὡς μέρος σαρκός ἐστιν, οἰκείαν δὲ ἔχει ὑπόστασιν. Οὕτως ἐν πᾶσιν ἐνεργεῖ,

ὡς ἄρχουσα τοῦ σώματος. Οὕτως ἐνεργεῖ τὴν ζωὴν ἐν σαρκί, ὡς φυσικῷ κρατου-

μένη δεσμῷ. Οὐ χρῄζει φαγεῖν, ἄνευ δὲ αὐτῆς οὐ δύναται ἡ σὰρξ ἑστιᾶσαι· οὐ γάρ

ἐστιν ἄλλη ψυχὴ ἐν τοῖς αἰσθητοῖς ἐνεργοῦσα, ἑτέρα δὲ ἐν τοῖς νοητοῖς. Συγγεγέ-

νηται ἡ ψυχή, ἀλλ' οὐ συνέσπαρται· συνεκτίσθη τῷ σώματι, ἀλλ' οἰκείαν ἔχουσα

ὑπόστασιν· ἡ γὰρ φύσις ἐστὶν ὁ δεσμός, ἥτις ἐν τῷ σώματι συσπείρεται, καὶ τὴν

ψυχὴν συγκτιζομένην κρατεῖ. Ὁ σπόρος ἐκ συνουσίας· ἡ δὲ πλάσις τοῦ ἀνθρώπου

ἐκ θείου Πνεύματος. Τότε συγκτίζεται ἡ ψυχή, ὅτε καὶ τὸ σῶμα τοῦ ἀνθρώπου εἰ-

κόνα λαμβάνει, εἰς ἀποδιάκρισιν τοῦ συγκεχυμένου σπέρματος. Ἐκτὸς τοῦ εἴδους

ἐστὶν ἡ συνουσία· παραχωρεῖ γὰρ τῷ Κτίστῃ τὴν διάπλασιν. Ἄνευ μελῶν τὸ κα-

ταβληθέν ἐστι σὰρξ ἄμορος· οὐ γὰρ δύναται ἡ φύσις δίχα Θεοῦ παραστῆσαι ἄν-

247

θρωπον. Αὐτὸς γὰρ εἶπε τῷ Ἱερεμίᾳ· πρὸ τοῦ με πλάσαι 〈σε〉 ἐν κοιλίᾳ, ἐπίστα-

μαί σε.

Τί οὖν ἐστιν ἡ φύσις; Ὕλης μόρφωσις, τὸν Δημιουργὸν προκαλουμένη εἰς

χορηγίαν τῆς ὑποστάσεως, καὶ εἰς τὴν τοῦ γένους διαμονὴν τὸ θεῖον Πνεῦμα. Ἐνε-

φύσησε δὲ ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ· ἐκ τοῦ κυρίου μέρους τῆς ὄψεως

δεικνὺς τὸ ἀξίωμα τῆς ψυχῆς, ὅτι ἡγεῖται παρ' αὐτοῦ τῆς ὑποστάσεως. Εἶπε δέ,

ὅτι ἐγένετο εἰς ψυχὴν ζῶσαν, δηλῶν ὅτι τότε ἐγένετο εἰς ψυχὴν ζῶσαν, καὶ οὐ πρὸ

χρόνου τινός.

Εἶπεν ὅτι ἔθετο αὐτὸν ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον, μηνύων

τὴν διὰ σώματος πρᾶξιν τῆς ψυχῆς. Εἶπεν ὅτι καὶ ἐντολὴν διέθετο πρὸς αὐτὸν περὶ

τοῦ ξύλου τοῦ διπλοῦ, αἰνιττόμενος ὅτι πρὸ τούτου οὔπωγε ἔμαθε τί ἐστι γνῶσις

καλοῦ καὶ πονηροῦ ἡ ψυχή, ἐπεὶ μηδὲ ἦν.

248

{Καὶ ἦν οἰκοδομῶν πόλιν ...}

Δύο φόνους ἐτόλμησε· ἄλλο γὰρ ἀνὴρ καὶ ἄλλο νεανίσκος. Καὶ τῶν ἀναιρε-

θέντων, φησίν, ἔλαβε τὰς γυναῖκας, πρὸς ἃς ἐξομολογεῖται, πρὸς ἄνδρας μὴ ἐξο-

μολογούμενος. Πάντως γὰρ ἀσέλγεια κατ' ἐκεῖνο τοῦ καιροῦ κατεκράτησε, καὶ

συνεχεῖς ἀνδροφονίαι διὰ τὰς γυναῖκας ἐγίνοντο, καὶ αὐτὰς τοὺς ἄνδρας ἀμειβού-

σας ἀναιδῶς, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μῖξιν τοὺς ἐκ τοῦ γέ-

νους τοῦ Σήθ, ὥς που φησὶ περὶ Χριστοῦ τὸ Εὐαγγέλιον, ὅτι γέγονεν υἱὸς Σήθ,

υἱὸς Ἀδάμ, υἱὸς τοῦ Θεοῦ.

{Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ρʹ ...}

Ἤκουσα Ἰουδαϊκῆς αἱρέσεως λεγούσης· εἰ ὁ Κύριος διὰ τὸ καταργῆσαι τὸν

θάνατον παρεγένετο, πῶς Ἐνὼχ οὐκ ἀπέθανεν, οὐδὲ Ἠλίας; Καὶ εἰ ἐν τῷ Ἐνώχ,

249

φησί, κατήργητο, ἄρα μείζων ὁ Ἐνὼχ καὶ ὁ Ἠλίας τοῦ Χριστοῦ. Καὶ εἰ Ἠλίας καὶ

Ἐνὼχ πρὸ Χριστοῦ παράδεισον ᾤκησαν καὶ οὐρανόν, τίς ἡ χρεία τῆς τοῦ Χριστοῦ

ἀναστάσεως, τί δὲ πλέον ὁ Χριστὸς παρέσχετο ἢ ἔσχε; Συντόμως λέγω· ὁ Χριστὸς

διὰ τὸν θανατωθέντα Ἀδὰμ παρεγένετο, οὐ διὰ Ἠλίαν τὸν εἰς λειτουργίαν τηρού-

μενον. Ἦλθεν ὁ Χριστὸς λῦσαι τῆς ἁμαρτίας τὸ κράτος, οὐ μὴν δὲ διὰ τὴν τοῦ Ἐ-

νὼχ φύσιν, ἥτις εἰς ἀπόδειξιν τοῦ Κτίστου τέως οὐκ ἀπέθανεν. Ἡ χάρις διεφύλαξε

τὸν Ἐνώχ, οὐχ ἡ φύσις αὐτοῦ τὸν θάνατον ἐνίκησεν. Ὁ Χριστὸς ἦλθε διὰ τὴν φύ-

σιν, οὐ διὰ τὴν χάριν, διὰ τοῦτο καὶ ἡ φύσις ὑπόκειται τῷ θανάτῳ, ἵνα ὁμοῦ καὶ

Ἐνὼχ μετὰ πάντων ἀπολαύῃ τὴν φύσιν τὴν ἀθάνατον διὰ Ἰησοῦ Χριστοῦ.

{Καὶ μετ' ὀλίγα}

Οὐκ ἀπώλεσε τὸ κράτος ὁ θάνατος, τοῦ Ἐνὼχ μὴ θανόντος, ἐπειδὴ ἔτι ὑπὸ

τὸν θάνατον εἶναι πιστεύεται· οὐ λυπεῖ τὸν θάνατον ἡ τοῦ Ἠλιοὺ ζωή· ἡ γὰρ ἐλπὶς

τοῦ θανεῖν αὐτοὺς τὴν νομὴν αὐτῷ οὐ ποιεῖ ἄκυρον. Ἐπὶ Χριστοῦ ὁ θάνατος σφό-

250

δρα λελύπητο, ὅτι ὑπ' αὐτοῦ νεκροῦ ἡττήθη ἀναστάντος. Οἶδα τὸν Ἐνὼχ δοῦλον

τῆς χάριτος, καὶ αὐτὸν γὰρ ἀπὸ τοῦ τῆς ἁμαρτίας χρέους ἠλευθέρωσε.

Ἐνὼχ γέγονεν ἀνὴρ εὐσεβέστατος, καὶ τὸν Ἀδὰμ τὸν προπάτορα ἤλεγξε

περὶ τῆς παραβάσεως, καὶ ἐμαρτύρησε τῷ Θεῷ, ὅτι ἃ εἶπε παρείχετο τῷ Ἀδάμ,

εἰ μὴ παρέβη· ἐπειδὴ τῇ πίστει τῆς ἀθανασίας ἔτυχε, καὶ θνητὸς ὤν, οὐκ ἀπέθανε.

Πῶς οὖν ὁ Ἀδὰμ ἀπέθανεν; Ἐπειδὴ οὐκ ἐφύλαξε τὴν ἐντολήν. Ἀνθίσταται ταῖς

αἱρέσεσιν ὁ δίκαιος ταῖς λεγούσαις, ὅτι ἀδίκως ἐκ τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξέ-

βαλεν. Ἰδὼν γὰρ τὸν Ἐνὼχ δικαίως διατρίψαντα, ἐκ γῆς ταύτης εἰς τὸν παράδει-

σον εἰσήγαγεν. Εἰ ἀδυνατῶν τὸν Ἀδὰμ ἀπώσατο διὰ προφάσεως τοῦ παραδείσου,

πῶς τὸν Ἐνὼχ εἰσήγαγε διὰ τῆς πίστεως, καὶ ἀθάνατον διετήρησεν, ἕβδομον ἀπὸ

Ἀδάμ, εὑρὼν τὸν δίκαιον εὐαρεστήσαντα;

{Καὶ μετ' ὀλίγα}

Ἐν τῷ Ἐνὼχ ἔδειξεν ὁ Θεὸς πῶς ἐπὶ τῆς ἀναστάσεως οἱ δίκαιοι τῶν ἁμαρ-

τωλῶν χωρίζονται, καὶ ἐν τῷ Ἠλίᾳ πῶς τὰ σώματα ἐν ἀέρι κουφίζονται.

251

Δύο τέχνας εὕρασθαι τοῖς τότε ἡ Γραφὴ εἴρηκε, ψαλτήριον καὶ κιθάραν, καὶ

χαλκείαν χαλκοῦ καὶ σιδήρου· τὴν κιθάραν πρὸς τοὺς κώμους, καὶ πρὸς πόλεμον

τὴν χαλκείαν· δεινὸς γὰρ ὄλεθρος κατεῖχε τὸν βίον, κομπαζόντων, πορνευόντων,

παροινούντων εἰς τὴν εὐσέβειαν. Οὐκ ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις. Καὶ

γὰρ ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἄγοντες, καὶ

ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες, ἐπεὶ καὶ φόνοις ἀνδρῶν γυνὴ πε-

ριεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε, καὶ 〈αἱ〉

γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ καύχημα, ἀλλ' ἐν τῇ πολυανδρίᾳ. Οὕτω καὶ

αὗται ἐξεμάνησαν, οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. Τοὺς ἔχον-

τας αὐτὰς ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ ἐκμανῶς λειτουργήσωσι· προέκοπτε γὰρ

ἐν αὐταῖς τὸ πάθος τῆς ἀκρασίας τοσοῦτον, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν

πρὸς τὴν μῖξιν τὴν ἄτιμον, οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ Θεοῦ, ἐπειδὴ

252

καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σήθ, υἱὸς Ἀδάμ, υἱὸς

Θεοῦ· καὶ τὸν Ἰσραὴλ υἱὸν πρωτότοκον ὠνόμασε. Τίς ἀπιστήσειε τοῖς εἰρημένοις

μὴ ἕπεσθαι τὰς φθορὰς καὶ θάνατον; Καὶ διὰ τί ταῦτα εἶπον; Ἵνα δείξω τὴν συντέ-

λειαν τὴν ἐπὶ τοῦ Νῶε συμβᾶσαν, ἤτοι τὸν κατακλυσμόν, διὰ ταῦτα γενόμενον.

{Οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν}

Ἐντεῦθεν μανθάνομεν ὅτι ἀδύνατόν ἐστι τοῖς φοβουμένοις τὸν Κύριον ἐν ἀλη-

θείᾳ κατακυριευθῆναι ὑπὸ τοῦ Διαβόλου. Ἐπιχειρεῖ μὲν γὰρ τοῦ σαλεύειν, ἀλλ'

ἐκριζῶσαι οὐκ ἰσχύει, καθάπερ ἐγένετο καὶ ἐπὶ τοῦ Ἰώβ· παρεδόθη μὲν εἰς χεῖρας

τοῦ πειράζοντος, ἀλλ' οὐκ ἐτόλμησεν αὐτοῦ ἐφάψασθαι δίχα τῆς τοῦ Θεοῦ ἐπι-

τροπῆς, καίπερ λαβὼν ἐξουσίαν παρὰ τοῦ Θεοῦ χρήσασθαι αὐτῷ, καθὼς ἂν βου-

ληθῇ, δίχα τῆς ψυχῆς τοῦ δικαίου· ὅπου γε οὐδὲ κατὰ τῶν χοίρων τὴν ἐξουσίαν

ἔχει ὁ Ἐχθρός, δίχα τῆς τοῦ Θεοῦ συγχωρήσεως. Ἐνίκησε δὲ ὁ δίκαιος τὸν ἀντί-

253

παλον, ὡς καὶ Παῦλος τὸν δοθέντα σκόλοπα, ἄγγελον Σατάν, μόνῳ τῷ πόθῳ, ᾧ

εἶχε πρὸς τὸν Θεὸν ἀληθείᾳ. Οὐδὲ γὰρ τὸ ἀσθενῆσαι κατὰ σάρκα ἐστὶν ἥττημα,

οὐδὲ ταῖς ζημίαις καὶ θλίψεσι περιπεσεῖν ἐστὶ πτῶμα, ἀλλὰ τὸ ἐν πειρασμοῖς εὑ-

ρεθῆναι ἀδόκιμον.

{Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας}

Μὴ οἰκείτω ἐν τῇ καρδίᾳ σου δυναστεία τοῦ Διαβόλου, ὁ κατὰ πρόσταγμα

τοῦ Θεοῦ ἀσκεῖσθαι βουλόμενος.

Ἀρχὴ ἐγκαταλείψεως ἀνθρώπου ἀφιστᾶν ἑαυτὸν τῆς ταπεινοφροσύνης· καὶ

ὁ ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ πνιγήσεται ὡς ὁ Σαοὺλ ὑπὸ πονηροῦ πνεύματος.

{Ὁ δὲ Τελώνης, μακρόθεν ἑστώς ...}

Εἰ τοίνυν ὀρθοῦ βίου ὀρέγῃ, ταπεινοφροσύνην ἄσκησον· ταύτης γὰρ ἐκτὸς

ὀρθὸς βίος οὐχ ἵσταται.

Ὁδοιπόρος ἀρχὴν ὁδοῦ ἀπολέσας ἐν ἀλλοδαπῇ χώρᾳ πλανᾶται, καὶ ὁ ἐκκλί-

254

νας ἑαυτὸν τῆς ὁδοῦ τῶν ταπεινῶν οὐ πήξει σκηνὴν αὐτοῦ ἐν παρεμβολαῖς ὁσίων.

Ἔργασαι οὖν ἐν ταπεινοφροσύνῃ πάντα σου τὰ ἔργα, καὶ ἐν τούτῳ ὑψωθήσεταί σου

ὁ καρπὸς εἰς οὐρανόν· ἡ γὰρ ὑπερηφανία ἔοικεν ὑψηλοτάτῳ δένδρῳ σεσηπότι πάν-

τοθεν, εὐθλάστους ἔχοντι τοὺς κλάδους, καὶ ὁ ἀνελθὼν ἐν αὐτῷ κατερράγη ἐξ ὕψους.

{〈Περὶ τῆς γεννήσεως τοῦ Κυρίου〉}

Ἐν μὲν οὖν τῷ Ξανθικῷ τῷ φαιδρῷ, σύλληψις τοῦ φαιδροῦ καρποῦ καὶ θείου

φωτός· τότε δὴ δραμὸν ὀξέως τὸ σκότος, οὐκ ἴσχυσεν ἀμαυρῶσαι τὴν φωτεινὴν

σύλληψιν. Ἐν δὲ τῷ Ἀπελλαίῳ γέγονεν ἡ γέννησις τοῦ φωτὸς τοῦ τὸ ἡμέτερον

σκότος διασκεδάσαντος. Καὶ τῷ μηνί, ἐν ᾧ λείπεται τὸ σκότος, ἀνέτειλεν ἡμῖν

φῶς νικητικόν. Ὁ τῆς συλλήψεως αὐτοῦ μὴν ἡρμήνευεν ἡμῖν τὸν τύπον, ὃν ὁ Μωυ-

σῆς διὰ γραμμάτων ἐμήνυσε, καὶ ὁ μὴν τῆς γεννήσεως αὐτοῦ ὁμοίως ἐδήλωσεν

ἡμῖν τὸ μυστήριον.

{〈Ἀποσπάσματα παραινέσεων〉} Ἀδιαλείπτως τῷ Κυρίῳ προσεύχεσθαι χρή, κρείττους ἡμᾶς ὀφθῆναι τῆςτῶν δαιμόνων ἐπιβουλῆς. Οὐ γὰρ μόνον ἐν ἡσυχίᾳ κατὰ μόνας ὄντας ἐκθλίβουσιν,ἀλλὰ 〈καὶ〉 ἐν οἴκῳ Θεοῦ συνελθοῦσιν ἡμῖν σφοδρῶς ἐπανίστανται, καὶ τὰς τῶνἀρρένων ὄψεις ἀναιδῶς τε καὶ ἀφυλάκτως ὁρᾶν ὑποβάλλουσιν, ἄχρι τοῦ καὶ αὐτῆςτῆς μυσαρᾶς πράξεως τὴν φαντασίαν ἡμῖν ὑπογράφοντες, ἵνα φυρμόν τινα λογι-σμῶν ταῖς φρεσὶν ἡμῶν καταχέωσι, καὶ τρόπῳ τοιῷδε τῶν τοῦ Χριστοῦ κωλύσωσιμυστηρίων· ἀλλ' ὅμως διὰ τῆς τῶν ὀφθαλμῶν φυλακῆς καὶ τῆς τοῦ νοῦ προσοχῆςπερίεσται τούτων ὁ ἐγκρατής, τῆς χάριτος συνεργούσης. Πάσῃ φυλακῇ τὴν ἑαυτῶνκαρδίαν καὶ τὰς αἰσθήσεις συντηρητέον, καθότι μέγας ἡμῶν ὁ πόλεμος καὶ πολλὴτῷ ἐχθραίνοντι καθ' ἡμῶν ἡ μανία· ἀλλ' οὐ παρὰ τοῦτο τὸν ἀγῶνα παραιτητέον,ἀλλ' ἐνεργοὺς αὐτοῦ τὰς ἐνθυμήσεις μὴ ποιητέον, καὶ οὕτως ἐῶμεν αὐτὸν διαρρή-γνυσθαι· οἶδε γὰρ ὁ Κύριος τὸν θλίβοντα ἡμᾶς, καὶ ἡλίκους ταῖς ἡμῶν καρδίαιςτοὺς καυτῆρας ἐμβάλλει. Πλὴν τῶν πυκτευόντων ἐπὶ τὸ καλῶς προσέχοντας μὴπαραδέξασθαι τὴν πυγμήν· ὁ δέ γε πρὸς τὰ πάθη σπενδόμενος, ποῖον ἀνέληται τὸνπρὸς αὐτὰ πόλεμον; Ὅπου γὰρ ἔχθρα, ἐκεῖ καὶ πόλεμος· καὶ ὅπου πόλεμος, ἐκεῖκαὶ ἀγών· ὅπου δὲ ἀγών, ἐκεῖ καὶ στέφανοι. Ὥστε εἴ τις βούλοιτο τῆς πικρᾶς ἀ-παλλαγῆναι δουλείας, πόλεμον πρὸς τὸν Ἐχθρὸν συναπτέτω. Ἐν τῷ κοσμικῷ βίῳ ὁ φιλοκαλῶν τὸ σῶμα αὐτοῦ καὶ ἐξαλλάσσων ἱματίοις,δόξαν ἔχει ἀνθρωπίνην· ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ τούτων καταφρονῶν, προ-σέχων δὲ μόνον τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος, δόξαν περιποιεῖται ἑαυτῷ ἐντοῖς οὐρανοῖς κατὰ τὸν λέγοντα· ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοιςἀρκεσθησόμεθα. Δουλεύσωμεν οὖν εὐαρέστως τῷ Θεῷ τῷ ἡμᾶς ἐλευθερώσαντι,καὶ μὴ δελεασθῶμεν πρὸς τὰ πάθη τῆς φθορᾶς, μηδὲ προσχῶμεν εὐπρεπείᾳ στο-λισμῶν, ἢ κουκουλίου, ἢ ζωναρίου, ἢ ἕως ἀναλάβου πιθανοῦ· ἀλλὰ τὰ ταπεινὰμεταδιώξωμεν καὶ τὰ ἀκενόδοξα, καθὼς πρέπει ἁγίοις. Ἐν περιβολῇ ἱματίων μὴκαυχήσῃ, μιμνῃσκόμενος τῆς μηλωτῆς Ἠλιοὺ καὶ Ἠσαΐου τὸν σάκκον, καθὼς γέ-γραπται· πορεύου καὶ ἄφελε τὸν σάκκον ἐκ τῆς ὀσφύος σου· καὶ τὰ σανδάλια ἀπό-λυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ τοῦ Βαπτιστοῦ τὸ ἔνδυμα μὴ ἐπιλανθάνου. Μὴ οὖνδι' ἐσθῆτος λαμπρᾶς περίβλεπτος ἔσο, ἀλλὰ δι' ἔργων ἀγαθῶν λαμψάτω τὸ φῶςσου ἔμπροσθεν πάντων, ἵνα δοξασθῇ ὁ Κύριος. Ἀδελφοί, εἴποτε συμβῇ ἡμᾶς ὀνειδισθῆναι περὶ ἀγαθοῦ ἔργου, μὴ ἐν-τραπῶμεν τὸν ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἀνθρώπων ἀδίκως ἡμῖν ἐπαγόμενον, καὶπράξωμεν ἃ μὴ δεῖ. Γέγραπται γάρ· λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε·ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσεται ὑπὸσητός· ἡ δὲ δικαιοσύνη 〈μου〉 εἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριόν μου εἰς γενεὰςγενεῶν. Καὶ πάλιν λέγει· ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκαεἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπε-στράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτοοὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτιοὐ μὴ αἰσχυνθῶ. Διόπερ καὶ ἡμεῖς, ἀγαπητοί, κἂν ὑβριζώμεθα, ἢ ἐμπαιζώμεθα, ἢ ἄλλο τιτῶν δεινῶν πάσχωμεν παρὰ τῶν ἀνθρώπων, ἕνεκεν τοῦ ἀγαθοῦ, μὴ δειλιάσωμεν,μηδὲ ἐγκαταλίπωμεν τὴν εὐθεῖαν ὁδὸν κατὰ τὸν Προφήτην τὸν λέγοντα· ἐὰν πα-ρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ πάλιν· ὑπερή-φανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Καὶ ἐν ἑτέρῳ·ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, καὶ ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Λέγειδὲ καὶ ὁ Σωτήρ· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ τὰ ἑξῆς. Μὴ οὖν αἰσχυνθῶμεν, ἀγαπητοί, κληθῆναι ὑποκριταὶ ὑπὸ τῶν ἀθετούντωντὰς ἐντολὰς τοῦ Κυρίου. Δῆλον γὰρ ὅτι οὐ κατὰ διόρθωσιν ἡμῶν τὴν μνήμην〈τῆς〉 ὑποκρίσεως ἄγουσιν, ἀλλ' ἵνα ἐντραπέντες τοὺς ὀνειδισμοὺς αὐτῶν ἀπαι-δευσίαν ἀναλάβωμεν· τοῖς γὰρ ἀπαιδεύτοις θάνατος συναντᾷ, κατὰ τὴν Γραφήν.Λέγει δὲ καὶ ἐν ἑτέρῳ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίανἔχομεν πρὸς τὸν Θεόν. Καὶ πάλιν· 〈εἰ〉 ὀνειδίζεσθε ἐν ὀνόματι τοῦ Θεοῦ, μακά-ριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπαύεται. Μή τις γὰρὑμῶν πασχέτω ὡς φονεὺς καὶ ὡς κλέπτης· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω,δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁἀσεβὴς καὶ ὁ ἁμαρτωλὸς ποῦ φανεῖται; Φεύγωμεν οὖν τὴν παρρησίαν καὶ τὸν γέλωτα· ταῦτα γὰρ καταστρέφει τὴνψυχὴν μοναχοῦ. Διὸ λέγει· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν.Καὶ τοὺς γελοιαστὰς ἀνθρώπους καὶ ἀπροσεχεῖς ἐκτρεπώμεθα· τίς γάρ, φησί,μερὶς πιστῷ μετὰ ἀπίστου; Ἢ τίς κοινωνία Χριστοῦ πρὸς Βελίαλ; Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς τῷ μαθητῇ αὐτοῦ· τέκνον, τιμήσωμεντὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνός, ὅς ἐστιν ὁΘεός, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν. Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτιἀπῆλθόν ποτε τῇ δείλῃ πρὸς αὐτόν, θέρους ὄντος, καὶ εὗρον αὐτὸν φοροῦντα κε-κομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνόν, καὶ τὸ κουκούλιον αὐτοῦ ἔμ-προσθεν κείμενον. Καὶ ὁμιλούντων ἡμῶν, ἰδού, τὶς κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι· καὶ ὑπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύρανσὺν τῷ ἐλθόντι, καὶ ἐλάλει αὐτῷ· ἐγὼ δὲ ἔλαβον κόμμα μαφορίου καὶ ἐσκέπασα