The Greek Library Catalogue

Anonymous

Fragmenta paraenetica

Edition reference
Fragmenta paraenetica, ed. Phrantzolas, op. cit., vol. 6, 255–261.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg131.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων τῇ χειρὶ κρατήσας ἔρριψεν αὐτό. Καὶ ὡς ἀπῆλθεν ὁκόμης, εἶπον αὐτῷ· ἀββᾶ, τί τοῦτο ἐποίησας; Ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴγὰρ σκανδαλισθῆναι. Καὶ ἀπεκρίθη ὁ γέρων· τί λέγεις μοι, ἀββᾶ; Ἀκμὴν τοῖς ἀν-θρώποις δουλεύειν ὀφείλομεν; Ἐποιήσαμεν τὴν χρείαν, καὶ παρῆλθεν. Ὁ θέλωνοὖν ὠφεληθῆναι, ὠφεληθήτω, καὶ ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθήτω·ἐγὼ δὲ ὡς ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ καὶ τῷ μαθητῇ αὐτοῦ, ἵναἐάν τις ἔλθῃ ἰδεῖν θέλων τὸν γέροντα, μὴ εἴπῃ αὐτῷ τίποτε ἀνθρώπινον, ἤτοι ψεῦ-δος δι' ἀνθρωπαρέσκειαν λεγόμενον· ἀλλὰ ἐὰν τρώγῃ ὁ γέρων, εἰπεῖν τῷ ἐλθόντιὅτι τρώγει, καὶ ἐὰν κοιμᾶται, εἰπεῖν ὅτι κοιμᾶται. Οὕτως ὑπερβαλλόντως ὁ γέ-ρων τὴν ἀνθρωπίνην δόξαν ἐμίσησεν! Ἡμεῖς δὲ καὶ ὡς ἀσθενεῖς, τὴν θαυμαστὴνταύτην ἐργασίαν τοῦ γέροντος ἐντελῶς μιμήσασθαι οὐ δυνάμεθα, καὶ τὴν ἀνθρω-παρέσκειαν οὕτω πατῆσαι· ἀλλὰ κἄν γε, ἐν οἷς μολύνομεν τὴν συνείδησιν αὐτήν,βδελυξώμεθα, καὶ μὴ διὰ τὸ ἀνθρώποις ἀρέσαι ἐχθροὶ τοῦ Θεοῦ γενώμεθα.{〈Εὐχαί〉}{〈Εὐχή〉} Ὁ Θεὸς ὁ δίκαιος καὶ αἰνετός, ὁ Θεὸς ὁ προαιώνιος, εἰσάκουσον ἁμαρτωλοῦἀνδρὸς τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσόν μου, ὁ Θεός, ἐπάκουσόν μου ἐν ἰσχύϊ, μὴ μνη-μονεύων ἐν ταύτῃ μου τῇ προσευχῇ τῶν ἀεὶ καὶ εἰσαεὶ παρακοῶν τῆς ἐμῆς ἐξουδε-νώσεως. Ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρὶ προσευχῆς, ὥς ποτε τοῦσοῦ Προφήτου. Ναί, ὁ Θεὸς τῶν ἁγίων Δυνάμεων· ναί, ὁ τῶν ἀσωμάτων ποιητής·ναί, ὁ εἰπών, αἰτεῖτε, καὶ λήψεσθε. Μὴ βδελύξῃ με τὸν ἀκάθαρτα τὰ χείλη περι-βεβλημένον καὶ ἐν ἁμαρτίαις συγκεχωσμένον. Ἐπάκουσόν μου ὁ ἐπαγγειλάμενοςὑπακούειν τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων σε, καὶ κατεύθυνον τὰ διαβήματα τῶνδούλων σου καὶ τοὺς πόδας αὐτῶν εἰς ὁδὸν εἰρήνης. Συμπάθησον ἀκάκοις παισὶνἐπὶ ξένης οὖσιν, ὁ εἰπών· γίνεσθε ἀκέραιοι ὡς αἱ περιστεραί. Ἐκέκραξά σοι ἐν ὅλῃκαρδίᾳ μου, ὁ Θεός. Ὁ Θεός, ἐπάκουσόν μου· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆςκαὶ τῶν ἐπὶ ξένης μακράν. Ἐπιτίμησον πᾶσι τοῖς ἀκαθάρτοις πνεύμασιν ἀπὸ προσ-ώπου τῶν παίδων σου. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαναὐτῶν. Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων αὐτούς.Εἰπέ, εἰπέ, ὦ Κύριε, Κύριε, τῇ ψυχῇ αὐτῶν· σωτηρία σου εἰμὶ ἐγώ. Ὑπαναχωρη-σάτω ἀπὸ τῆς διανοίας αὐτῶν πνεῦμα δειλίας, πνεῦμα ἀκηδίας, πνεῦμα ὑπερηφα-νίας καὶ πάσης κακίας, καὶ κατασβεσθήτω αὐτῶν πᾶσα πύρωσις ἐκ διαβολικῆςἐνεργείας συνισταμένη. Φωτισθήτω αὐτῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα τῷφωτὶ τῆς γνώσεώς σου, ἵνα καταντήσαντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆςἐπιγνώσεως τῆς ἁγίας καὶ προσκυνητῆς Τριάδος, εἰς ἄνδρα τέλειον, εἰς μέτρονἡλικίας, δοξάσωσιν εἰς αἰῶνα αἰῶνος σὺν Ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ' αἰῶνος εὐα-ρεστήσασι τῷ Θεῷ τὸ πάντιμον καὶ φυλακτήριον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦκαὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.{〈Εὐχή〉} Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων,εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε.Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι.Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρω-πος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρί-σκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ' οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶδιὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου. Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖςφαύλοις μου ἔργοις, ἀλλ' ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνοντοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰτὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶμὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυ-μίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰ-κτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου. Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεώνμου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους,καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης.Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸντῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων,ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖςἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνα-νήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοιχεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀ-πωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος. Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸπρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύ-ματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπε-τόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύ-νῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸπανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀμήν.{Εὐχή} Κύριε, Βασιλεῦ ἐπουράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, παρακλή-θητι καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ σου, εἴ τι ἥμαρτον σήμερον ὡς ἄν-θρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος· τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια·τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας, καὶ πολλῆς μουῥᾳθυμίας καὶ ἀμελείας· ἤτε τὸ ὄνομά σου τὸ ἅγιον ὤμοσα, ἤτε αὐτῷ ἐπιώρκησα,ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἤτε τινὰ ἐλοιδόρησα, ἢ ἐσυκοφάντησα, ἢ ἐλύπη-σα, ἤ τινι κατηρασάμην, ἢ ἔν τινι παρώργισα, ἢ ἐψευσάμην, ἢ φίλος κατῆλθεπρός με καὶ αὐτὸν παρεῖδον, ἤτε ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένουμου εἰς προσευχὴν καὶ ψαλμῳδίαν ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ βιωτικὰ καὶ πονηρὰπεριεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνωςἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ἐγαστριμάργησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μά-ταιον ἐθεασάμην, ἢ ὑπ' αὐτοῦ ἐθέλχθην, ἢ τὰ μὴ δέοντά μοι ἐφλυάρησα, ἢ τὸ ἐ-λάττωμα τοῦ ἀδελφοῦ μου ἔβλεψα καὶ τὰ ἐμὰ ἀναρίθμητα ἐλαττώματα καὶ παρα-πτώματα παρέβλεψα, ἤτε τῆς εὐχῆς μου ἠμέλησα, ἤτε τι ἄλλο πονηρὸν ἐποίησα.Ταῦτα πάντα, καὶ ἄλλα ἃ ἔπραξα, καὶ οὐ μέμνημαι, ἐλέησόν με, Κύριε, καὶ συγ-χώρησόν μοι τῷ ἀχρείῳ δούλῳ σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃκοιμηθήσομαι καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων σε σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ,νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.