[2Precationes ad dei matrem]2
- Edition reference
- <Precationes ad dei matrem>, ed. Phrantzolas, op. cit., vol. 6, 354–413.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg134.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
360
σου, ἡ τοῦ Ὑψίστου δύναμις· σὺ γὰρ εἶ βοηθὸς τῶν καταπονουμένων, προστάτις
τῶν κινδυνευόντων, σωτὴρ τῶν χειμαζομένων, λιμὴν τῶν ἐν ζάλῃ, ἐπίκουρος καὶ
ἀντιλήπτωρ τῶν περιστατουμένων.
Δώρησαι κατάνυξιν τῷ δούλῳ σου, γαλήνην λογισμῶν, εὐστάθειαν νοός,
σώφρονα νοῦν, νῆψιν ψυχῆς, φρόνημα ταπεινόν, κατάστασιν ἁγιοπρεπῆ καὶ νηφά-
λιον, ἦθος συνετὸν καὶ κατεσταλμένον, σύμβολα φαῖνον τῆς ἔνδον ψυχῆς τε τὴν
εὐταξίαν καὶ τὴν εἰρήνην, ἣν ὁ Κύριος ἡμῶν τοῖς οἰκείοις μαθηταῖς ἐχαρίσατο.
361
Ἀφίκοιτό μου ἡ δέησις εἰς ναὸν ἅγιόν σου, καὶ εἰς κατοικητήριον δόξης σου. Στα-
λαξάτωσάν μου οἱ ὀφθαλμοὶ πηγὰς δακρύων, ἵνα ἀποπλύνῃς με τοῖς οἰκείοις δά-
κρυσι, καὶ ἀποσμήξῃς τοῖς νασμοῖς τῶν δακρύων μου, καθαίρουσά με τοῦ ῥύπου
τῶν παθῶν. Τὸ χειρόγραφον ἀπάλειψον τῶν ἐμῶν πλημμελημάτων. Διασκέδασον
τὰ νέφη τῆς ἀθυμίας μου, τῶν λογισμῶν τὴν ὁμίχλην καὶ ταραχήν. Τῶν παθῶν
τὴν καταιγίδα καὶ θύελλαν μακρὰν ποίησον ἀπ' ἐμοῦ, καὶ ἐν ἀταραξίᾳ καὶ γαλήνῃ
με διαφύλαξον. Πλάτυνον τὴν καρδίαν μου πλατυσμῷ πνευματικῷ. Εὔφρανον καὶ
χαροποίησόν με χαρὰν ἀνεκλάλητον καὶ εὐφροσύνην διηνεκῆ, ὅπως τὰς ὁδοὺς τὰς
εὐθείας τῶν ἐντολῶν τοῦ Υἱοῦ σου εὐθυδρόμως δραμοῦμαι, καὶ πορεύσομαι ἀκα-
ταγνώστῳ συνειδότι καὶ ἀπροσκόπῳ διαγωγῇ. Δὸς δὲ καὶ εὐχὴν ἐμοὶ καθαρὰν τῷ
εὐχομένῳ πρὸς σέ, ἵνα ἀθολώτῳ νοῒ καὶ ἀρρεμβάστῳ διαλογισμῷ μελετῶ διη-
νεκῶς ἀκορέστῳ ψυχῇ, ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὰ τῶν θείων Γραφῶν λόγια, καὶ
ψάλλω ἐν ἐξομολογήσει, καὶ ἀγαλλιάσει καρδίας προσεύχωμαι εἰς δόξαν καὶ
τιμὴν καὶ μεγαλωσύνην τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-
στοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
4
362
{Εὐχὴ τῆς Θεοτόκου}
Δέσποινα, ὑπεραγία μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλο-
γημένη θεοχαρίτωτε Θεομῆτορ, δοχεῖον τῆς 〈ἀστέκτου〉 Θεότητος τοῦ μονογενοῦς
Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, θρόνε πυρίμορφε, τῶν τετραμόρφων
ὑπερενδοξοτέρα, πάναγνε, πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε,
πανύμνητε, πανάφθορε, παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παν-
τευλόγητε, παντομνημόνευτε, παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ
νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι' ἧς οἱ ἐπὶ γῆς
εἰς οὐρανοὺς ἀνατρέχομεν, νύμφη Θεοῦ, δι' ἧς αὐτῷ κατηλλάγημεν· ἀκατανόητον
θαῦμα, ἀνερμήνευτον ἄκουσμα, μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκα-
ταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον
τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων 〈καὶ
ἀσωμάτων〉 Δυνάμεων 〈καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα〉, βάθος τῶν ἀποκρύφων
νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν
χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων 〈τῶν ποιημάτων〉 Δέσποινα, ἡ μετὰ τὸν Πα-
363
ράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην 〈Χριστὸν μεσίτρια τοῦ〉 κό-
σμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, 〈τὸ δοχεῖον〉 τοῦ φωτὸς τοῦ ἀληθινοῦ
τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα 〈ἐν ἀγκάλαις
τὸν〉 τῷ ῥήματι τὰ πάντα φέροντα· τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς
ἱμάτιον, ἡ γέφυρα κόσμου παντὸς πρὸς τὸν ὑπερκόσμιον οὐρανὸν ἡμᾶς ἀνάγουσα,
ὑπερτέρα 〈τῶν Χερουβείμ, ἀσυγκρίτως ὑπερενδοξοτέρα τῶν Σεραφείμ, καὶ τιμιω-
τέρα πάσης τῆς κτίσεως〉· Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς
τὸν οὐρανὸν ἡμᾶς ἡ εἰσάγουσα, μήτηρ καὶ δούλη τοῦ ἀδύτου ἡλίου, αὐγὴ τῆς ἀλη-
θινῆς καὶ μυστικῆς ἡμέρας, τῆς ἀνεξιχνιάστου τοῦ Θεοῦ φιλανθρωπίας ἡ ἄβυσσος,
〈ἡ τιμιωτέρα τῆς Ἐδέμ, ἡ τῆς ἐπαγγελίας γῆ ἁγία, τῆς χάριτος〉 ἅρμα τὸ θεῖον
καὶ πολυώνυμον, τῆς ἀληθινῆς πίστεως στερρότατον ἔρεισμα, χωρίον τοῦ ἀχωρή-
του τὸ εὐρυχωρότατον, ἄμπελος ἡ ἀληθινὴ τὸν καρπὸν τῆς ζωῆς ἡ βλαστήσασα,
ἐλαία κατάκαρπος τὰς ψυχὰς τῶν πιστῶν ἱλαρύνουσα, σκέπη τοῦ κόσμου παγκό-
σμιος, θύρα τοῦ ὑπὲρ νοῦν σεπτοῦ μυστηρίου, 〈ἀκτὶς τοῦ νοητοῦ ἡλίου Χριστοῦ〉,
τριαδικῶν χαρίτων πλήρωμα, ὡς τὰ δευτερεῖα τῆς Θεότητος φέρουσα, ἀστραπὴ
364
〈τὰς〉 ψυχὰς τῶν πιστῶν καταλάμπουσα, τῶν ἁμαρτωλῶν ἡ καταλλαγή, τῶν
ἑστώτων ἡ ἀσφάλεια, τῶν πιπτόντων ἡ ἀνάκλησις, τῶν ῥᾳθυμούντων ἡ διέγερσις,
τῶν εὐεκτούντων ἡ ἰσχύς, τῶν Ἐκκλησιῶν ἡ ὁμόνοια, τῶν στρατοπέδων ἡ εὐτυ-
χία, τῶν καλῶν ἁπάντων ἡ χορηγία, ἡ εὐνομία τῶν πόλεων, ἡ τῆς οἰκουμένης
εἰρήνη, ἡ καρτερία τῶν ἀσκητῶν, ἡ ἀνδρεία τῶν ἀθλητῶν· θησαυρὲ ζωῆς ἀκηρά-
του, νεφέλη φέρουσα τὴν οὐράνιον δρόσον τοῖς ἐπὶ γῆς, 〈λαμπὰς τοῦ ἀπροσίτου
φωτός,〉 κλίμαξ 〈ἡ μετάρσιος〉, δι' ἧς οἱ ἐπουράνιοι Ἄγγελοι πρὸς ἡμᾶς κατεφοίτη-
σαν, τῶν χειμαζομένων λιμήν, τῶν θλιβομένων χαρά, τῶν ἀδικουμένων προστά-
τις, 〈τῶν πενθούντων παράκλησις,〉 τῶν ἀβοηθήτων ἡ βοήθεια, τῶν ἀσθενούντων
ἡ ῥῶσις, τῶν καταπονουμένων ἡ ἀντίληψις, τῶν τυφλῶν βακτηρία, τῶν πεπλα-
νημένων σωτήριος ὁδηγός, τῶν ἐν ἀνάγκαις ἐπίκουρος ἀσφαλής.
Κιβωτὲ ἁγία, δι' ἧς τοῦ τῆς ἁμαρτίας κατακλυσμοῦ διεσώθημεν· βάτε ἀκα-
τάφλεκτε, ἣν εἶδε Μωυσῆς ὁ θεόπτης· θυμιατήριον χρυσοῦν, ἐν ᾧ ὁ Λόγος τὴν σάρ-
κα ἀνάψας, τὴν οἰκουμένην εὐωδίας ἐπλήρωσε, καὶ τὰ τῆς παρακοῆς κατεκαύθη
365
ἐγκλήματα· θεόγραφε πλάξ· λυχνία ἑπτάφωτε, ἧς τὸ φέγγος τὰς ἡλιακὰς λαμπηδό-
νας ὑπερηκόντισε· σκηνὴ ἁγία, ἣν ὁ πνευματικὸς Βεσελεήλ, ὁ Χριστός, ἐτεκτήνα-
το 〈διὰ τῶν ἀρετῶν πανσόφως, καὶ οἰκητήριον αὐτοῦ ἀπειργάσατο〉· τὸ βασιλικὸν
ὄχημα, στάμνε μανναδόχε, κῆπε κεκλεισμένε· πηγὴ ἐσφραγισμένη, ἧς τὰ καθαρὰ
νάματα τὴν οἰκουμένην ἀρδεύουσι· ῥάβδος ἁγιόβλαστε τοῦ Ἀαρών· πόκε δροσο-
φόρε τοῦ Γεδεών· τόμος ὁ θεόγραφος, δι' οὗ τὸ τοῦ Ἀδὰμ ἐσχίσθη χειρόγραφον·
ὄρος τοῦ Θεοῦ· ὄρος τὸ ἅγιον, ὃ ὁ Κύριος εὐδόκησε κατοικεῖν ἐν αὐτῷ· ῥίζα ἁγία
τοῦ Ἰεσσαί· πόλις τοῦ Θεοῦ, περὶ ἧς δεδοξασμένα λελάληνται, ὡς φάσκει Δαυΐδ.
Τῆς λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέωσις, ἡ
ὡραία τῇ φύσει καὶ μώμου παντὸς ἀνεπίδεκτος· ἡ ἀπὸ λιβάνου τῆς παρθενίας
ἀνοῦσα καὶ τὸν κόσμον μυρίζουσα· ἐξ ἧς ὁ γλυκασμὸς ἀπορρέων τὴν παλαιὰν τοῦ
ξύλου πικρίαν ἐγλύκανεν· ἡ τὴν οὐσίαν ὅλην φρικτῶς χωρήσασα τῆς Θεότητος·
366
τιμῆς ἁπάσης ὑπέρτερον δώρημα, καὶ κάλλους παντὸς ὑπέρτιμον ἐγκαλλώπισμα·
Σολομῶντος ἡ κλίνη, ᾗ παρίστανται κύκλῳ οἱ ἑξήκοντα δυνατοί, αἱ ῥήσεις δη-
λαδὴ τῆς θεοπνεύστου Γραφῆς· φωτοδόχον χωρίον, ἐξ οὗ σωτηρίας ἀκτῖνες τῇ
οἰκουμένῃ ἐπέλαμψαν· τὸ μεγαλεῖον τῆς φρικτῆς οἰκονομίας· τὸ περικαλλὲς τῆς
θείας συγκαταβάσεως ἐνδιαίτημα· τὸ τοῦ κόσμου διαλλακτήριον· τὸ ἡμέτερον
ἱλαστήριον καὶ προσφύγιον· τὸ πάντων τῶν καλῶν εὐκταιότατον δώρημα.
Φλογοφόρε λαβίς, ἣν 〈ὁ μέγας ἐν Προφήταις〉 Ἠσαΐας ἑώρακεν· ὄρος ἀρε-
ταῖς κατάσκιον, ὃ προεῖδεν Ἀββακούμ· ὄρος ἀλατόμητον τοῦ Δανιήλ· πύλη ἡ
κατὰ ἀνατολὰς βλέπουσα τοῦ Ἰεζεκιήλ· παράδεισε ἐν Ἐδὲμ ἁγιώτατε· ξύλον τὸ
ζωηφόρον τὸν ὡραιότατον καὶ ἡδύτατον καρπὸν φέρον· μῆλον εὔοσμον, ῥόδον ἡδύ-
πνοον, ἄνθος ἀμάραντον, κρίνον λευκότατον, ἐσφραγισμένον βιβλίον, ὃ οὐδεὶς ἀνα-
γνῶναι δύναται· παρθενίας ὁ τύπος ὁ ἄγραφος, ὅρασις τῶν Προφητῶν ἡ τιμία, 〈ἡ
367
θεοποίκιλτος στολή,〉 ἡ θεοΰφαντος πορφύρα· τὸ πάσης προφητείας ἐκφανέστατον
πλήρωμα, στόμα ἀσίγητον τῶν Ἀποστόλων, θάρσος ἀνίκητον τῶν ἀθλοφόρων,
βασιλέων στήριγμα, ἱερέων καύχημα, πταιόντων συγχώρησις, Κριτοῦ δικαίου
δυσώπησις, ἀνάστασις τῶν πεπτωκότων, ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώ-
ματος κοσμοπόθητε.
Σωτηρία μου, παρηγορία μου, ἐμὴ ζωή, ἐμὸν φῶς, ἐμὴ ἐλπίς, ἀναψυχή μου,
θυμηδία μου, καταφυγή μου, σκέπη, ῥῶσις 〈τῆς ἐμῆς ψυχῆς〉, εὐφροσύνη, ἡδύ-
της, τεῖχος, προσφύγιον, ὀχύρωμα, ὅπλον, ἀντίληψις, δόξα, 〈πνοή μου,〉 προστά-
τις, μεσῖτις, γαλήνη, ἐπίσκεψις, καύχημα, εἰρήνη, 〈ἰσχύς, βάδισμα,〉 ὕμνησις,
〈τροφή, στολή,〉 χαρά, εὐλογία, ἄγκυρα, εὐπορία, δρόσος, σεμνοπρέπεια, ἁγιω-
σύνη, μεγαλωσύνη, λύτρωσις· τῶν λυπηρῶν μου παράκλησις, 〈βοηθὸς τῆς ἐμῆς
ἀπορίας,〉 φωτισμὸς καὶ ἁγιασμὸς τῆς ψυχῆς μου, τῶν ἁμαρτιῶν μου ἡ ἀπολύ-
τρωσις, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος
ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς γυμνότητός μου ἡ
ἀμφίασις, τῶν στεναγμῶν μου ἡ κατάπαυσις, τῶν συμφορῶν μου ἡ μεταποίησις·
ἐγκράτεια, ἁγνεία, ἀνδρεία, σωφροσύνη, τῶν ἀρετῶν ὁ κόσμος, ἐλευθερία μου,
368
λιμήν, θησαυρός, ἐμπόρευμα τὸ ὄντως αἰώνιον, ἐπίκυρος μετάνοια, ὕψωμα, εὐε-
ξία, κάλλος, ἰσχύς, εὐβουλία, σύνεσις, ἀγαλλίαμα, 〈λαμπρότης μου〉.
Κυρία μου, καὶ πρὸς τὸν Θεόν μου ἀκοίμητος προστασία καὶ ἀκαταίσχυντος.
Ἴδε τὴν πίστιν μου, καὶ τὸν πόθον τὸν ἔνθεόν μου, καὶ ὡς ἔχουσα τὸ συμπαθὲς καὶ
τὸ δύνασθαι, οἷα δὴ Θεοῦ Μήτηρ, τοῦ μόνου ἀγαθοῦ καὶ ἐλεήμονος, δέξαι τὴν πανα-
θλίαν μου ψυχὴν καὶ ἀξίωσον αὐτήν, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, τῆς
δεξιᾶς μερίδος τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τῆς καταπαύσεως τῶν ἐκλεκτῶν καὶ
ἁγίων αὐτοῦ, ὅτι οὐκ ἔχω πλήν σου βοηθόν, οὐδὲ ἀντίληψιν. Εἰς σὲ ἐλπίζων, μὴ
ἀστοχήσω. Εἰς σὲ καυχῶμαι· μὴ διὰ τὰς πολλάς μου ἁμαρτίας καὶ ἀνομίας ἀπο-
στρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ τοῦ ἀναξίου δούλου σου· ἔχεις γὰρ τὸ θέλειν
καὶ δύνασθαι, ὡς τὸν ἕνα τῆς Τριάδος ἀρρήτως γεννήσασα. Ἔχεις οἷς πείσεις, οἷς
δυσωπήσεις· τὰς χεῖρας, αἷς αὐτὸν ἀρρήτως ἐβάστασας, τοὺς μαστούς, οἷς ἐθήλα-
σας· τῶν σπαργάνων ἀνάμνησον· τῆς ἄλλης ἐκ βρέφους ἀναγωγῆς. Τοῖς σοῖς τὰ
ἐκείνου σύμμιξον· τὸν σταυρόν, τὸ αἷμα, τὰ τραύματα, δι' ὧν σεσώσμεθα, δι' ὧν
δεδοξάσμεθα. Μὴ δὴ μακρύνῃς ἀπ' ἐμοῦ τὴν σὴν προστασίαν, ἀλλ' ἐπικούρει, καὶ
369
σκέπε, καὶ περίσῳζε διὰ παντός· 〈τέρπεται γὰρ ταῖς αἰτήσεσί σου ὁ μονογενής σου
Υἱός·〉 ὑπόχρεων ἔχεις αὐτὸν εἰπόντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ
πολλῷ μᾶλλον αὐτὸς ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν, κατὰ τὸ
ἴδιον δόγμα, σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαί-
ρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκ-
πληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν ἀνάξιον· μηδὲ αἱ τῶν πράξεών
μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος.
Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώ-
τατον τρόπαιον. Σὺ γὰρ ἀφεῖλες πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς· σὺ τὴν κτί-
σιν ἐνέπλησας παντοίας εὐεργεσίας. Τὰ οὐράνια εὔφρανας, τὰ ἐπίγεια ἔσωσας· τὸ
πλάσμα κατήλλαξας, ἐξιλάσω τὸν Πλάστην· τοὺς Ἀγγέλους ὑπέκλινας, τοὺς
ἀνθρώπους ἀνύψωσας· τὰ ἄνω τοῖς κάτω δι' ἑαυτῆς ἐμεσίτευσας· μετεσκεύασας
ἄριστα τὸ πᾶν πρὸς τὸ βέλτιον. Διὰ σοῦ τῆς ἀναστάσεως ἡμῶν ἀψευδῆ τὰ σύμβολα
κατέχομεν· διὰ σοῦ τῆς ἐπουρανίου βασιλείας ἐπιτυχεῖν ἐλπίζομεν. Σὲ τῆς ἡμῶν
σωτηρίας ἐπίκουρον κεκτήμεθα, 〈σὲ τῆς ἡμῶν βοηθείας ὑπέρμαχον ἔχομεν, σὲ τῆς
370
ἡμῶν ἀπολογίας προβαλλόμεθα στόμα, σὲ τῆς ἡμῶν ἐλπίδος περιφέρομεν καύχη-
μα,〉 σὲ Χριστιανῶν ἡ πληθὺς ὀχυρώτατον τεῖχος κέκτηται. Σὺ τὰ τοῦ παραδείσου
κλεῖθρα διήνοιξας, σὺ τὸ βαίνειν πρὸς οὐρανοὺς παρεσκεύασας, σὺ τῷ Υἱῷ σου καὶ
Θεῷ ἡμᾶς προσῳκείωσας. Διὰ σοῦ πᾶσα δόξα, τιμὴ καὶ ἁγιωσύνη, ἀπ' αὐτοῦ τοῦ
πρώτου Ἀδὰμ καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, Ἀποστόλοις, Προφήταις, Μάρ-
τυσι, δικαίοις καὶ ταπεινοῖς τῇ καρδίᾳ, μόνη Πανάχραντε, καὶ ἐγένετο καὶ γίνεται
καὶ γενήσεται· καὶ ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· κἀγὼ ἐπὶ σοὶ θαρ-
ρῶ, διὰ σοῦ τῆς κυρίως τεκούσης κατὰ σάρκα Θεὸν ἀληθινόν, ᾧ πρέπει πᾶσα δόξα,
τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζω-
οποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5
370
{Εὐχὴ Θεοτόκου}
Ἐπεὶ σὲ προστάτιν καὶ μεσῖτιν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν τὸ ἀνθρώπι-
νον γένος, Θεοτόκε, εὐμοίρησε, καὶ τῆς σῆς ἀεὶ προστασίας ἐξήρτηται, καὶ σὲ μό-
371
νην ἔχει καταφυγὴν καὶ ἀντίληψιν, ὡς παρρησίαν ἔχουσαν πρὸς αὐτόν, ἰδοὺ κἀγώ
σοι προσέρχομαι ζεούσῃ ψυχῇ, μὴ τολμῶν μετὰ παρρησίας τῷ σῷ Υἱῷ προσελ-
θεῖν, ἀλλὰ διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας σωτηρίας τυχεῖν ἱκετεύω σε.
Μὴ οὖν παρίδῃς 〈με, Δέσποινα, μηδὲ ἀπώσῃ〉 τὸν δοῦλόν σου, τὸν τὴν ἐλπί-
δα μου πᾶσαν μετὰ Θεὸν εἰς σὲ ἀναθέμενον. Μὴ βδελύξῃ 〈τὸν ἄσωτον, μηδὲ παρα-
βλέψῃς〉 τὸν παντελῶς κινδυνεύοντα καὶ ἐν μεγίσταις ὀδύναις ἐξεταζόμενον, ἀλλ'
ὡς συμπαθὴς καὶ τοῦ ἐλεήμονος Θεοῦ Μήτηρ, τὸν σὸν οἰκέτην ἐλέησον, καὶ τοῦ
κατεγνωσμένου με συνειδότος ἀπάλλαξον, καὶ τὸν κλύδωνα τῶν 〈πονηρῶν〉 λο-
γισμῶν καταπράϋνον, καὶ τῶν ἡδονῶν τὴν κάμινον κατάσβεσον, καὶ τὴν φλόγα
τῆς σαρκὸς κατακοίμησον, καὶ τὸν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν πόθον μου ἄναψον,
καὶ πάσας μου τὰς αἰσθήσεις ἀσφάλισαι, μηδεμίαν εἴσοδον ταῖς ἀτόποις ἐπιθυμίαις
παρέχουσα.
Καιρὸν μετανοίας μοι δοθῆναι ἱκετεύω, μὴ ἄκαρπόν με ἡ τοῦ θανάτου ἐκκόψῃ
δρεπάνη, καὶ τῷ πυρὶ ὡς ἄκαρπος ἐκδοθήσομαι. Τῆς ψυχῆς μου λαμπάδα ἐσβε-
σμένην ἐπάναψον, καὶ τὸν ζόφον τῶν ἀνομιῶν μου διασκέδασον, καὶ τὴν τῶν ἐμπα-
θῶν ὀρέξεων ὁμίχλην τῇ σῇ πρεσβείᾳ ἀπέλασον· πολλὰ γὰρ ἰσχύει δέησις μητρικὴ
372
πρὸς υἱὸν εὐδιάλλακτον. Δός μοι φῶς μετανοίας, καὶ πρὸς ἡμέραν κατανύξεως χει-
ραγώγησον, καὶ ἀξίωσόν με κατὰ τὸ εὐάρεστον τοῦ φιλανθρώπου Θεοῦ πολιτεύεσθαι
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ ἕως μὲν ἐν τῷ πολυωδύνῳ τούτῳ βίῳ εἰμί,
φρούρει, σκέπε, διαφύλαττε· πλέοντι σύμπλευσον· ὁδοιποροῦντι συνοδοιπόρησον·
〈ἐγρηγορῶτα συντήρησον·〉 καθεύδοντα σκέπασον· καὶ πάσας τὰς ὁδούς μου κα-
τεύθυνον. Ἡνίκα δὲ μέλλω τοῦ σώματος ἐκδημεῖν, παράστηθί μοι, φιλάγαθε Δέ-
σποινα, καὶ τὴν ἀφόρητον ἐκείνην ὀδύνην ἐλάφρυνον, καὶ τὸν πόνον μου κούφισον,
〈τὴν στενοχωρίαν μου παραμύθησον,〉 καὶ χειραγώγησον τὴν ἐμὴν ἀθλίαν ψυχὴν
πρὸς τὰς αἰωνίους μονάς, μὴ ζοφερὰ δύναμις συναντήσῃ μοι καὶ εἰς ᾅδου βυθὸν
κατασπάσῃ με. Ἵλεων ἴδοιμι τὸν Κριτὴν καὶ εὐμενῶς μοι προσβλέποντα. Ῥυσθεί-
ην τῆς αἰωνιζούσης φλογὸς διὰ σοῦ, Θεονύμφευτε. Τῆς τοῦ παραδείσου τρυφῆς
καταπολαύσαιμι, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχοιμι· ἵνα σὲ τὴν μόνην τοῦ ἀν-
θρωπείου γένους γεγονυῖαν ἀντίληψιν, καὶ τὸ τῆς προμήτορος διὰ 〈τοῦ〉 σοῦ τόκου
373
ἐπανορθώσασαν ἥττημα, τὴν τῶν ἁμαρτωλῶν προστάτιν τυγχάνουσαν, τὴν τῶν
ἀθυμούντων παραμυθίαν ὑπάρχουσαν, τὴν τῶν θλιβομένων ἀναψυχὴν χρηματί-
ζουσαν, μεγαλύνω καὶ μακαρίζω διαπαντός, ὑπὸ σοῦ φυλαττόμενος 〈καὶ σκεπό-
μενος〉· σὲ γὰρ μακαριοῦσι πᾶσαι αἱ γενεαί, Παρθένε Δέσποινα Θεοτόκε, ἡ ἐλπὶς
πάντων τῶν Χριστιανῶν.
Ἀποδίωξον ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ καὶ παναθλίου δούλου σου τὴν ἀκηδίαν, τὴν
λήθην, τὴν ἄγνοιαν, τὴν ἀμέλειαν, τὴν κενοδοξίαν, τὴν μοιχείαν, τὴν πορνείαν,
τὴν ἀρσενοκοιτίαν, τὴν γαστριμαργίαν, καὶ πάντας τοὺς πονηροὺς καὶ αἰσχροὺς
καὶ βλασφήμους λογισμοὺς ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ τοῦ
ἐσκοτισμένου μου νοός, καὶ πάντων τῶν κακῶν μου πράξεων ἐλευθέρωσον, καὶ
κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν, ὅτι ἀσθενὴς καὶ ταλαίπωρός εἰμι· ὅτι δε-
δοξασμένη ὑπάρχεις πάντων τῶν γηγενῶν.
Εὐχαριστῶ σοι, Δέσποινα Θεοτόκε, καὶ μεγαλύνω καὶ δοξάζω σε, ὅτι ἐνί-
σχυσάς με πρὸς τὸ τέλος τῆς ἡμέρας καὶ εἰς τὴν ἀρχὴν τῆς νυκτὸς ἐλθεῖν, ἐν ᾗ δέ-
ομαι τῆς σῆς εὐπροσδέκτου πρεσβείας. Δός μοι συγχώρησιν, Πάναγνε, τῆς ἐν
αὐτῇ μέχρι τοῦ νῦν κατακυριευσάσης με ὀλιγωρίας καὶ ὀκνηρίας, καὶ ταῖς σαῖς
374
ἱκεσίαις προθυμίας ἔμπλησον τοῦ ἀενάως σχολάζειν τοῖς θείοις ὕμνοις σου, καὶ
τοῦ φιλανθρώπου Υἱοῦ καὶ Θεοῦ σου, ἀνθ' ὧν ἐρρύσθην καὶ ῥύομαι παντοίων νό-
σων, συμφορῶν τε καὶ θλίψεων, καὶ κινδύνων ψυχικῶν ὁμοῦ καὶ σωματικῶν, ὁ
τάλας. Προσπίπτω δέ σοι, καὶ θερμῶς ἀνακράζω χαριστήριον ᾠδὴν ὁ σὸς οἰκέ-
της, ὃν ἠλέησας, Ὑπερευλογημένη, διὰ ἔλεος ἀμέτρητόν τε καὶ οἶκτον, ὡς Μή-
τηρ Θεοῦ οὖσα τοῦ φιλανθρώπου.
Χαίροις, πάναγνε Κεχαριτωμένη· χαίροις, ἄχραντε παρθενομῆτορ Κόρη.
Χαίροις, ἡ δόξα τῶν ἀνθρώπων, Παρθένε· χαίροις, πλήρωμα τῶν Προ-
φητῶν ἁπάντων.
Χαίροις, τέλεσμα τῶν συνταγῶν Κυρίου· χαίροις, σφράγισμα τῆς αὑτοῦ
διαθήκης.
Χαίροις, τὸ πέρας τῶν αὑτοῦ βουλευμάτων· χαίροις, δήλωσις τῶν αὑτοῦ
μυστηρίων.
Χαίροις, σύλλογε τῶν κακῶς δυσφημούντων· χαίροις, σύναξις τῶν πάλαι
διεστώτων.
375
Χαίροις, στήριγμα τῶν κάτω νενευκότων· χαίροις, τὸ σέλας τῶν ἐν σκότει
κειμένων.
Χαίροις, καινισμὸς τῶν πεπαλαιωμένων· χαίροις, ἱλασμὸς τῶν πταιόντων
καὶ λύσις.
Χαίροις, ὁδηγὸς τῶν πλανωμένων 〈καὶ〉 φάος· χαίροις, ὁ λιμὴν τῶν πλεό-
ντων καὶ σκέπη.
Χαίροις, προστάτις ἐν ἀνάγκαις καὶ τεῖχος· χαίροις, ἀσφαλὴς τῶν πιστῶν
σωτηρία.
Χαίροις, δώρημα καινότατον καὶ θεῖον· χαίροις, Δέσποινα τῶν γηγενῶν
ἁπάντων.
Χαίροις, ἡ χαρὰ τῶν Ἀγγέλων καὶ κλέος· χαίροις, ἁπάντων κτισμάτων
ὑπερτέρα.
Χαίροις, τοῦ Θεοῦ οὖσα 〈Μήτηρ〉 καὶ δούλη· χαίροις, Παντευλόγητε, εἰς
αἰῶνας αἰώνων.
Χαίροις, ξύλον εὔσκιον, Παρθένε Κόρη, ἐξ οὗ πάντες καρπὸν τρυγῶμεν, ὃν
οἱ φαγόντες χαίρουσιν, οὐ θανατοῦνται· χαίροις, Μαριὰμ μητροπάρθενε, μητρό-
νυμφε.
376
Χαίροις, τὸ κάλλος τοῦ γυναικείου κόσμου· χαίροις, Δαυῒδ θύγατερ ὡραϊ-
σμένη.
Χαίροις, τράπεζα μυστικῶν χαρισμάτων· χαίροις, τὸ νῖκος τοῦ Βασιλέως τε
καὶ Θεοῦ μου.
Χαίροις, καύχημα Πατριαρχῶν τε καὶ Ἀθλοφόρων· χαίροις, τὸ τεῖχος τῶν
σὲ προσκαλουμένων.
Χαίροις, ἀμυντήριον καὶ στερεὰ σκέπη· χαίροις, Παναμώμητε, τοῦ Θεοῦ
θεῖε θρόνε.
Χαίροις, φαεινὴ τοῦ Θεοῦ Μήτηρ μόνη· χαίροις, Σολομὼν ἁγιωτάτη κλίνη.
Χαίροις, ἀΰλων τιμιωτέρα νόων· χαίροις, τῶν ἐμῶν ἁμαρτάδων λύσις.
Χαίροις, Δέσποινα ἀδαμιαίου γένους· χαίροις, μάχαιρα τῶν πονηρῶν δαι-
μόνων.
Χαίροις, δότειρα τῶν καλῶν ἀπλέτων· χαίροις, σοφίας ἀφθονωτάτη δόσις.
Χαίροις, παρηγόρημα τῶν ἐν κινδύνοις· χαίροις, πενήτων ἀντίληψις πλουσία.
Χαίροις, ἁπάντων τῶν καλῶν τῶν τοῦ βίου, χαίροις, ἁπάντων τῶν ἀγαθῶν
αἰτία.
377
Ἀλλ', ὦ Δέσποινα μόνη, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύ-
σωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ξηραν-
θείσης μου τῶν δακρύων πηγῆς ἡ ἀνάβλυσις, πρὸς κάθαρσιν τῶν ἐμῶν ἀνομιῶν,
τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς ἀπορίας ἡ ποδηγία,
τῆς ἀσθενείας ἡ δύναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος,
τῶν ἀνιάτων τραυμάτων τὸ ἴαμα, ἡ τῶν δακρύων ἀναίρεσις, τῶν στεναγμῶν ἡ
κατάπαυσις, τῶν συμφορῶν 〈ἡ μεταποίησις, τῶν ὀδυνῶν〉 ὁ κουφισμός, τῶν δε-
σμῶν ἡ λύσις, 〈τῆς σωτηρίας μου ἡ ἐλπίς〉. Εἰσάκουσόν μου τῶν προσευχῶν, οἰ-
κτείρησόν μου τοὺς στεναγμούς, καὶ πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με
ἐπικαμφθεῖσα τοῖς ἐμοῖς δάκρυσι. Σπλαγχνίσθητι ἐπ' ἐμοί, ὡς Μήτηρ τοῦ φιλαν-
θρώπου Θεοῦ. Ἐπίβλεψον καὶ κατάνευσον πρὸς τὴν ἐμὴν ἱκεσίαν. Ἐκπλήρωσόν μου
τὸ ἐκδιψώμενον καταθύμιον, καὶ ἐπίσκεψαι τὸν δεινῶς ἀσθενοῦντα καὶ ψυχικῶς
κατακείμενον. Ἀπάλλαξον τοῦ τυραννοῦντός με πάθους καὶ δεινῶς πολεμοῦντός
με ἀεί, ἡμέρας τε καὶ νυκτός, καὶ θανατοῦντος τὴν ἀθλίαν μου ψυχήν, καὶ λύτρω-
σαί με τῶν βελῶν τοῦ Βελίαρ, καὶ τῶν ἐχθρῶν 〈τῶν ὁρατῶν〉 καὶ ἀοράτων, καὶ
πλήρωσόν με θεϊκῆς θυμηδίας, δεικνύουσά με κοινωνὸν τῶν ὁσίων τε καὶ δικαίων
378
ἅμα, τῇ σῇ πρὸς Θεὸν ἀγαθῇ μεσιτείᾳ, καὶ σύναψόν με τοῖς σοῖς δούλοις καὶ λά-
τραις ἐν γῇ τῶν πραέων, ἐν σκηναῖς οὐρανίαις, ἐν χώρᾳ ζώντων, ἐν τρυφῇ τῶν Ἁ-
γίων. Ἀξίωσόν με ἡ πάντων προστασία, καὶ πάντων χαρὰ καὶ θυμηδία. Συνευφραν-
θῆναι αὐτοῖς δέομαί σου ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ὄντως ἀνεκφράστῳ τοῦ ἐκ σοῦ γεν-
νηθέντος Υἱοῦ καὶ Βασιλέως, καὶ ἐν τῷ νυμφῶνι αὐτοῦ καὶ ἀπεράντῳ βασιλείᾳ.
Ναί, Δέσποινα, τὸ ἐμὸν καταφύγιον, ἡ ζωὴ καὶ ἀντίληψις, τὸ ὅπλον καὶ
καύχημα, ἡ ἐλπὶς καὶ τὸ σθένος. Δός μοι σὺν αὐτοῖς ἀπολαῦσαι τῶν τοῦ Υἱοῦ σου
ἀνεκδιηγήτων καὶ ἀκαταλήπτων δωρεῶν τε καὶ θησαυρῶν ἐν τῇ ἐπουρανίῳ δια-
μονῇ· ἔχεις γὰρ σύνδρομον τῇ θελήσει τὸ δύνασθαι, ὡς τοῦ Ὑψίστου Μήτηρ· καὶ
διὰ τοῦτο τολμῶ μὴ ἀποστερηθῆναι, Κυρία μου, τῆς ἐμῆς προσδοκίας, ἀλλὰ τύ-
χοιμι ταύτης, Θεόνυμφε· ἡ τῶν ὅλων προσδοκία, ἡ ὑπὲρ λόγον τεκοῦσα τὸν Κύ-
ριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6
379
{Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου}
Ἀνεσπέρου φωτὸς ἡ γεννήτρια,
ἐξαγγέλλοντι πρόσχες μοι, δέομαι.
Βεβορβόρωμαι γὰρ καὶ ῥερύπωμαι,
καὶ ζοφώδης ὁ τάλας γεγένημαι.
Γῆν ἐμίανα, οἴμοι, ὁ ἄθλιος,
ταῖς πολλαῖς ἁμαρτίαις μου, Δέσποινα!
Διὰ τοῦτο βοᾷ νῦν στενάζουσα
κατ' ἐμοῦ πρὸς Κριτὴν τὸν ἀδέκαστον,
ἐπιφέρουσα, οἴμοι, καὶ μάρτυρας
οὐρανὸν σὺν τοῖς ἄστροις καὶ ἥλιον.
Ζάλη δὲ λογισμῶν μου 〈ἐκύκλωσεν〉,
καὶ βυθίζει λοιπὸν πρὸς ἀπόγνωσιν.
Ἡ ψυχή μου τῷ τρόμῳ συνέχεται,
ἀναμένουσα, φεῦ, τὴν ἀπόφασιν.
380
Θεοτόκε, τὴν πᾶσαν ἐλπίδα μου
ἐπὶ σὲ ἀνεθέμην ὁ ἄσωτος.
Ἴδε, πάσης αἰσχύνης πεπλήρωται
τοῦ οἰκέτου σου, οἴμοι, τὸ πρόσωπον!
Κἂν δυσώπει ἀπαύστως ὃν ἔτεκες,
οἰκτειρῆσαι κἀμὲ τὸν ἀνάξιον.
Λῦσον μόνη δεσμά μου τὰ ἄλυτα,
λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα.
Μελανθέντα καὶ σκότος γενόμενον,
μετανοίας με δάκρυσι λεύκανον.
Νεκρωθέντα πολλῇ ῥᾳθυμίᾳ με,
τὴν ζωήν μου ἡ τέξασα ἔγειρον.
Ξενωθέντα Θεοῦ καὶ Ἀγγέλων με,
πρὸς αὐτούς 〈με〉 αὖ ἐπανάγαγε.
Ὄντως θαῦμα φρικτόν! Πῶς ὑπέμεινε
〈τὰς〉 ἐμὰς ἁμαρτίας ὁ Κύριος!
Πῶς εὐθὺς εἰς πυθμένα τοῦ ᾅδου με
οὐ κατήγαγε ζῶντα τὸν ἄθλιον!
381
Ῥάβδον πῶς οὐ κατέπεμψεν ἄνωθεν
ἀφανῶς, ἢ ῥομφαίαν πατάξαι με!
Σὺ δὲ πάντως ταῖς σαῖς παρακλήσεσι
τὴν ζωὴν ἐδωρήσω μοι, Δέσποινα,
τὴν ἐμὴν ἐκζητοῦσα μετάνοιαν,
ἣν αὐτή μοι παράσχου τῷ δούλῳ σου.
Ὑπεράγαθε, σὺ γὰρ τεῖχός μου
καὶ λιμὴν καὶ ὀχύρωμα πέφυκας.
Φῶς μοι λάμψον τοῦ θείου προσώπου σου,
τῆς νυκτὸς ἐν μέσῳ ὕμνον τίσαντι.
Χάρισαί μοι κατάνυξιν, Δέσποινα,
στεναγμοὺς ἀσιγήτους καὶ δάκρυα.
Ψυχικάς μοι σπιλάδας ἀπόπλυνον,
καὶ τελείαν μοι δώρησαι ἄφεσιν,
ὡς βροτὸς θεοφόρος ὑπάρχουσα,
καὶ Θεὸν βροτοφόρον κυήσασα.
Ἴδοιμί σε νυκτὸς μέσον, Ἄχραντε,
νοεροῖς ὀφθαλμοῖς καὶ χαρήσομαι.
382
Ὦ ἰσχύς, ὦ ἐλπὶς ἀκαταίσχυντε,
ὦ ζωὴ καὶ γλυκὺ φῶς τοῦ δούλου σου,
ἀπὸ γλώσσης βεβήλου καὶ στόματος
ῥυπαροῦ τὴν εὐχὴν ταύτην πρόσδεξαι.
Νῦν ἡ νὺξ γενηθήτω τῷ δούλῳ σου
σωτηρίας ἡμέρα, Θεόνυμφε.
Νῦν χαρήτωσαν Ἄγγελοι, Δέσποινα,
ἐπ' ἐμοὶ καὶ δικαίων τὰ πνεύματα,
ὅπως ἂν εὐχαρίστως δοξάζω σου
γεγηθὼς τὸ πανάγιον ὄνομα.
Ὑπερύμνητε, δύνασαι, οἶδα γάρ,
πρὸς Θεὸν ὅσα θέλεις, ὃν ἔτεκες·
ὦ Τριάς, ἡ προσκύνησις πρέπει σοι.
Ὦ Θεοῦ Μῆτερ, ὑπὲρ πάντα καὶ νοῦν καὶ λόγον! Ὦ Παρθένε, πάσης παρθε-
νίας ἀσυγκρίτως ὑπερκειμένη, ὡς καὶ πρὸ τοῦ θείου τόκου παρθένος ὑπὲρ πάσας
οὖσα τὰς παρθένους, καὶ ἐν αὐτῷ τῷ τόκῳ καὶ μετὰ τὸ τεκεῖν ἡ αὐτὴ μείνασα! Δι'
ἧς ἡ τῶν ἀνθρώπων φύσις, ἡ πάλαι ἔκπτωτος καὶ μακρὰν ἀπῳκισμένη Θεοῦ, λό-
383
γοις ἀφάτου φιλανθρωπίας καὶ ἀνεικάστου συγκαταβάσεως ἥνωτο τῇ μακαρίᾳ καὶ
θείᾳ φύσει, μηδαμῶς ὑποστᾶσα τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν· δι' ἧς, καὶ μετὰ
τὴν φρικωδεστάτην ἕνωσιν καὶ καταλλαγήν, φθόνῳ τε τοῦ Πονηροῦ καὶ τῇ τοῦ
νοὸς ἡμῶν ματαιότητι τοῦ καθήκοντος ἀποπίπτοντες, αὖθις ἀνακαλούμεθα καὶ
τὸν σὸν Υἱὸν καὶ Θεὸν περὶ ἡμᾶς εὑρίσκομεν ἵλεων, ταῖς πρὸς αὐτὸν ἀκαμάτοις
μεσιτείαις σου.
Δέσποινα, δέομαι καὶ σὲ παρακαλῶ τὴν ἐλεήμονα καὶ φιλάνθρωπον τοῦ
ἐλεήμονος καὶ φιλανθρώπου Θεοῦ Μητέρα, πρόστηθί μου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ,
πλείστης ὑπέρποτε καὶ τὰ νῦν δεομένου μου τῆς παρὰ σοῦ σκέπης καὶ ἀντιλήψεως.
Ἐπειδὴ γὰρ ὅλος ὢν ἀκαθαρσία καὶ τῶν ἁμαρτιῶν βόρβορος, καὶ συνόλως εἰπεῖν,
τῶν ψυχοφθόρων πάντων παθῶν οἰκητήριον, τοῖς ὑπεραχράντοις καὶ φρικτοῖς μυ-
στηρίοις τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ προσελθεῖν βούλομαι, ἀγωνιῶ καὶ τρόμῳ συνέχο-
μαι πρὸς τὸ τῶν ἐμῶν ἁμαρτιῶν ἀφορῶν πλῆθος. Τίνα γὰρ τῶν ἐμῶν αἰσθήσεων
〈ὁ〉 ταλαίπωρος οὐ κατέχρανα; Ποῖον σατανικὸν ἐπιτήδευμα οὐ μεθ' ὑποκρίσεως
καὶ μετὰ διαθέσεως καὶ μεθ' ὑπερβολῆς εἰργασάμην; Ποίοις οὐ διεφθάρην ἀτόποις
λογισμοῖς καὶ ἀναπλάσμασι ματαιότητος; Ποῖος αἰχμαλωσίας τρόπος οὐ κατε-
384
κράτησέ μου τελέως τοῦ νοῦ; Οὐ μόνον γὰρ ἐν οἷς ἀθλίως περιπέπτωκα πάθεσιν,
ἐν τούτοις κατὰ πρόληψιν, ὡς αἰχμάλωτος περιάγομαι, οὐδ' ἅπερ διὰ τῆς τῶν
αἰσθήσεων ἀκρασίας ἐξ ἀλλοτρίων πράξεων ἢ ὁμιλιῶν, ἢ ἐκ τοῦ παρήκοντος εἰς
ἀκοὴν ἐλθόντων ἢ ὁραθέντων, ἐμαυτῷ ἐπεσώρευσα πονηρὰ εἴδωλα, ταῦτα σκε-
δαννύουσι τὴν διάνοιαν, ἀλλὰ καὶ τὰ μήπω γεγονότα, μήτε μὴν γενησόμενα, μή-
τε ἀκουσθέντα, μήθ' ὁραθέντα· συνερχόμενος ὁ ἐμπαθὴς καὶ σαθρὸς καὶ νηπιό-
φρων καὶ ἄκαρπός μου νοῦς τῷ δημιουργῷ τῆς κακίας, καὶ ὡς ὄντα εἰδοποιῶν, ἐν
τούτοις τὸν τῆς ἐλεεινῆς ζωῆς κατηνάλωσε χρόνον.
Τοσούτοις καὶ τηλικούτοις ὁ δυστυχὴς ἐνισχημένος κακοῖς, πρὸς τοιαῦτα
ὑπερφυῆ καὶ θειότατα, πρὸς ἃ δὴ καὶ Ἄγγελοι παρακύψαι ἐπιθυμοῦσι, προσελθεῖν
προσεθέμην, ὦ Δέσποινα, καὶ δέδοικα μή πως, ὡς ἀνάξιος, κατ' ἐκεῖνον τὸν μὴ
ἐνδεδυμένον ἔνδυμα γάμου, χεῖρας καὶ πόδας δεθεὶς εἰς τὸ σκότος ῥιφῶ, ἀντὶ φω-
τισμοῦ καὶ κοινωνίας θείας χάριτος, τὴν ἐμὴν κατάλληλον τοῦ σκότους κατοίκη-
σιν καταδικασθείς. Ἀλλὰ τί πάθω; Ἀναξίως μὲν τῶν τοιούτων φρικωδεστάτων
μυστηρίων μετέχων, τοιαύτας καὶ χείρονας προσδοκῶ τὰς εὐθύνας ὑφέξειν· ἀμέ-
385
τοχος δὲ τούτων, ἐσθ' ὅτε, διαμένων, καὶ πολὺ προβαλλόμενος τὸ ἀνάξιον, εἰς
βάθος, ὡς εἰπεῖν, τῶν κακῶν ἐμπίπτω καταφρονῶν, καὶ ταῖς αὐταῖς κολάσεσιν, ἢ
καὶ μείζοσι, [καὶ] οὕτως ὑπόδικος γίνομαι.
Στενά μοι τοίνυν τὰ τοῦ πράγματος ἑκατέρωθεν. Διὸ καὶ πρὸς σὲ καταφεύ-
γω τὴν ἀπροσμάχητον καὶ κραταιοτάτην ὄντως βοήθειαν. Σπλαγχνίσθητι οὖν,
ὑπέραγνε Δέσποινά μου, ἐπ' ἐμοί, καὶ χρησαμένη τῇ πρὸς τὸν σὸν Υἱὸν καὶ Θεὸν
μητρικῇ παρρησίᾳ, ἄφεσιν μέντοι τῶν προγεγονότων σφαλμάτων ἐξαίτησαι,
ἄφλεκτον δέ με τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ τῶν αὑτοῦ ζωοποιῶν μυστηρίων
ἀνάδειξον· μᾶλλον μὲν οὖν ὡς τὸ βούλεσθαι τῷ δύνασθαι συντρέχον ὑπερφυῶς κε-
κτημένη, καθαρθῆναι καὶ φωτισθῆναι τῇ κοινωνίᾳ τούτων ἀξίωσον· καὶ τὸ ὑπό-
λοιπον τῆς ἐμῆς ζωῆς ἐν μετανοίᾳ καὶ ἁγνείᾳ καὶ ταπεινώσει διελθεῖν εὐόδωσον, ἐν
ἔργοις, ἐν λόγοις, ἐν λογισμοῖς, ἐν πᾶσι ψυχῆς καὶ σώματος τοῖς κινήμασιν· ἀεὶ
συμπαροῦσα, διευθετοῦσα, προϊσταμένη, χειραγωγοῦσα· τὰς ἐναντίας ἀποτρεπο-
μένη δυνάμεις, καὶ ὡς δοῦλον, εἰ καὶ ἀχρεῖον, τῆς σῆς χρηστότητος, παντοίως πε-
ριποιουμένη καὶ φυλάττουσα.
386
Ναί, Δέσποινα παντευλόγητε, μὴ ἀποστρέψῃς κενὰς τὰς ἀναξίους μου καὶ
οἰκτροτάτας δεήσεις, ἀλλὰ κἀν τῷ τῇδε βίῳ, κἀν τῇ ἐξόδῳ τῆς ταλαιπώρου μου
ψυχῆς, ἔν τε τῇ μελλούσῃ φοβερᾷ καὶ ἀδεκάστῳ κρίσει, πάρεσό μοι συμμαχοῦσα
καὶ τῶν ἀπευκτῶν ῥυομένη πάντων, ἵνα χάριτι σῇ σεσωσμένος εὐλογῶ καὶ δοξά-
ζω σε· καὶ ταῖς σαῖς αὐγαῖς φωτιζόμενος πρὸς ὕμνον, πρὸς δόξαν, πρὸ προσκύνη-
σιν ἀνατείνωμαι τῆς παναγάθου καὶ παντουργοῦ καὶ μακαρίας Τριάδος, εἰς τοὺς
σύμπαντας αἰῶνας τῶν αἰώνων.
7
386
{Εὐχὴ τῆς Θεοτόκου}
Δέσποινα πανύμνητε καὶ πανάγαθε, ἡ τοῦ ἐλέους πηγή, ἡ τῆς φιλανθρω-
πίας ἄβυσσος, τὸ ὕδωρ τὸ ζῶν, ἡ τῶν ἁμαρτανόντων προστάτις καὶ τῶν χειμαζο-
μένων λιμήν· ἡ τὸν Θεὸν ἀσπόρως ἐν γαστρὶ δεξαμένη καὶ ἀξιωθεῖσα γενέσθαι
Μήτηρ Θεοῦ· ἡ ἄμπελος ἡ ἀληθινή, ἡ μανναδόχος στάμνος, ἡ τῶν πιπτόντων
ἀνόρθωσις, ἡ πάντων καταφυγὴ καὶ παντὸς τοῦ κόσμου ζωή, τὸν ἐναγῆ, τὸν φιλό-
387
πορνον καὶ φιλοτάραχον, τὸν ἀμελῆ τῇ γνώμῃ καὶ πράξει καὶ προαιρέσει ἀσώτως
τὸν βίον μου δαπανήσαντα, [ἀλλ'] ὡς Θεοῦ Μήτηρ φιλάνθρωπός τε καὶ συμπα-
θής, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἄσωτον, ἀλλὰ προφθάνουσα τὴν ἐκ
ῥυπαρῶν χειλέων μου φερομένην σοι πρόσδεξαι δέησιν, ἵλεών μοι τὸν Κριτὴν
ἀπεργασαμένη ταῖς εὐπροσδέκτοις καὶ παναγάθοις δεήσεσί σου τῆς ἀληθῶς πανά-
γνου καὶ Θεομήτορος. Ἄνοιξόν μοι σπλάγχνα τοῦ φιλοικτίρμονος Υἱοῦ σου· παρι-
δεῖν ἱκέτευσόν μου τὰ πταίσματα· ἴθυνόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν· καὶ τῶν
αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀνάδειξόν με· καὶ μὴ ἐάσῃς με γενέσθαι κτῆμα ἢ
βρῶμα τοῦ ψυχοφθόρου Σατᾶν, ἀλλ' ἐγκαίνισόν με τῇ μεσιτείᾳ σου, τὸν πολλαῖς
ἤδη παλαιωθέντα ταῖς ἁμαρτίαις, καὶ τόνδε τὸν ῥακώδη μου βίον κατεύθυνον, ἵνα
σε μεσῖτιν ἔχων τὴν ὑπεράγαθον ἀμέμπτως τῷ Κριτῇ παραστήσωμαι, καὶ τὴν φο-
βερὰν ἐκφύγοιμι κόλασιν, καὶ τῆς αὑτοῦ δόξης κληρονόμον ἀναδείξῃς τῇ μεσιτείᾳ
σου, ἧς καὶ τύχω, Πανάμωμε, τὸν Ποιητήν μου καθικετεύουσα· ᾧ πρέπει δόξα,
τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Παρθένε Δέσποινα, ἡ Μήτηρ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, οἶδα ὅτι ἀκά-
θαρτός εἰμι καὶ βέβηλος καὶ ἐναγὴς καὶ ἀνάξιος, ὅτι ὑπερῆραν τὴν κεφαλήν μου αἱ
ἀνομίαι μου· ἐπληθύνθησαν γὰρ ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης· προσώζεσαν
388
καὶ ἐσάπησαν οἱ μώλωπες τῆς ψυχῆς μου ἐκ τῶν πολλῶν μου κακῶν. Ἀλλὰ προσ-
έρχομαί σοι μετανοῶν καὶ προσπίπτων σοι, ἐξομολογούμενος πάντα μου τὰ δεινὰ
ἁμαρτήματα. Σὲ τὴν τοῦ Θεοῦ Μητέρα πολλάκις παρώργισα, ῥυπούμενος ταῖς
ἀκαθαρσίαις μου. Ἐλέησόν με ἡ πάντας ἐλεοῦσα φιλανθρώπως, καὶ συγχώρησόν
μοι, καὶ μὴ βδελύξῃ με, Δέσποινα, μηδὲ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
καὶ ἀποστραφῶ τεταπεινωμένος, οἴμοι, οἴμοι, ἀπὸ σοῦ! Μή, Δέσποινα, μὴ ἐπιχα-
ρῶσί με ἐν τούτῳ, οἴμοι, οἴμοι, οἱ ἐχθροί μου! Διέγειρόν μου τὸν λογισμόν [μου]
πρὸς μετάνοιαν, καὶ χειραγώγησόν με πρὸς σωτήριον ὁδόν, ἣν εὑρὼν καὶ ὁδεύσας
σχῶ σε συνοδοιπόρον, καὶ τῇ σῇ ὁδηγίᾳ σωθήσομαι.
Ναί, Δέσποινα, Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ, σύντριψον τὴν καρδίαν μου,
καὶ ταπείνωσον αὐτήν, καὶ ἔμπλησον τοὺς ὀφθαλμούς μου δακρύων πνευματι-
κῶν, καὶ φώτισον αὐτοὺς τῷ φωτὶ τῶν σῶν πρεσβειῶν, ἵνα μὴ ὑπνώσω εἰς θάνα-
τον. Ῥάντισόν με τῷ ὑσσώπῳ τοῦ ἐλέους σου καὶ καθάρισόν με· πλῦνόν με τῇ σῇ
χάριτι τοῖς ἐμοῖς δάκρυσι, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ναί, ἡ Μήτηρ τοῦ Κυ-
ρίου μου Ἰησοῦ Χριστοῦ, δέξαι μου τὴν οἰκτρὰν ταύτην ἐξομολόγησιν καὶ δέησιν,
389
καὶ πρόστηθι τῆς ἐμῆς διανοίας, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου ἀσκανδάλιστον ἐν
μετανοίᾳ διατήρησον· καὶ ἐν τῷ καιρῷ τῆς ἀπὸ τοῦ σώματος ἐξόδου τῆς ταπεινῆς
μου ψυχῆς, ὅταν τοῖς Ἐχθροῖς ἐν πύλῃ μέλλω λαλεῖν, οἴμοι, τότε φάνηθί μοι,
Δέσποινα, ἱλέῳ σου ὄμματι, καὶ ἐλευθέρωσόν με ἐκ τῶν πικρῶν συλλογιστῶν καὶ
δεινῶν φορολόγων τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. Γενοῦ μοι συνήγορος, καὶ ἀ-
φάνισον πάντα τὰ τῶν ἁμαρτιῶν μου χειρόγραφα τότε, καὶ προσάγαγέ με ἀκαταί-
σχυντον καὶ σεσωσμένον τῷ βήματι τοῦ σοῦ Υἱοῦ καὶ τοῦ ἀνάρχου Πατρὸς αὐτοῦ
καὶ τοῦ παναγίου Πνεύματος, τῆς μιᾶς καὶ ἀρχιφώτου καὶ ὁμοουσίου Τριάδος.
Φιλάγαθε Μῆτερ τοῦ φιλανθρώπου καὶ ἐλεήμονος Θεοῦ, ἡ ἐλεήμων καὶ ἀγα-
θὴ τοῦ ἀγαθοῦ καὶ οἰκτίρμονος γαλουχός, 〈τοῦ ἐκ σοῦ βρεφουργηθέντος ὑπερφυῶς,〉
Παρθένε Δέσποινα, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου ἐκ τοῦ ὕψους τῆς δόξης
σου. Τὰ ῥήματά μου ἐνώτισον, Πάναγνε· σύνες τῆς ἐκ βάθους κραυγῆς μου· πρόσχες
τῇ φωνῇ τῆς ἐπιπόνου δεήσεώς μου, ἡ βοηθός μου 〈καὶ ἐλπίς〉. Δός μοι λόγον ἐν
ἀνοίξει τοῦ στόματός μου, ἡ παρασχοῦσά μοι τὸ ζῆν τῇ μεσιτείᾳ σου, ὅπως ἂν ἐξ-
αγγείλω τὰ μεγαλεῖά σου, πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκ ἔστιν ἐκεῖ ἐξομολογήσα-
390
σθαι, μετὰ τὸν ἐνθένδε πικρὸν συγκλεισμόν. Ἡμάρτηκα, Πάναγνε, ἡμάρτηκα· καὶ
τὰς ἀνομίας μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Ἐ-
πίβλεψον εἰς τὴν τελευταίαν μου ταύτην προσευχὴν καὶ ἐξομολόγησιν τοῦ δούλου
σου. Παράσχου μοι πηγὰς ἐπιπόνων δακρύων, ψυχῆς ἐσπιλωμένης καθάρσιον
λουτρόν. Ἀπόπλυνον τῶν ἁμαρτιῶν μου τὸν βόρβορον. Ἐμφύτευσον ἐν τῇ πετρώδει
καρδίᾳ μου τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὸν φόβον τὸν ἅγιον. Εἰσέλθῃ εἰς τὰ ἐντός μου,
δι' οὗ ὠδινήσω ἐκ κατωδύνου ψυχῆς μου [καὶ] καθάρσιον δάκρυον καὶ ἀποκυηθή-
σεταί μοι πνεῦμα σωτήριον. Ἡλίου τοῦ 〈νοητοῦ〉 φαεινοτάτη νεφέλη, λάμψον μοι
φῶς νοερὸν τῷ 〈ζοφώδει καὶ σκοτεινῷ〉 νοΐ μου, διασχίζουσα καὶ ἀπελαύνουσα
τὴν παχεῖαν ὁμίχλην τῶν πονηρῶν λογισμῶν μου, ὅπως ἂν ἐν γαλήνῃ καὶ φωτὸς
ἱλαρότητι τῆς σῆς ἐπιλάμψεως καὶ ἐπισκοπῆς θυσίαν θύσω ὁλόκληρον καὶ δεκτὴν
[θυσίαν], ἣν ἐπηγγείλατο ὁ Υἱός σου καὶ Θεός μου, ὁ μὴ καλέσαι δικαίους ἐλθών,
ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, κἀμὲ τὸν ἀνάξιον τῇ σῇ μεσιτείᾳ προσδέξηται.
391
Πολλοὶ τῶν ἁμαρτησάντων ἐξ αἰῶνος, ὑπεράγαθε Δέσποινα, πολλοὶ τῶν
παραπεσόντων, πολλοὶ τῶν παροργισάντων καὶ μὴ φυλαξάντων τὰς ἐντολὰς τοῦ
Υἱοῦ σου, ἀλλ' οὐκ ἔστιν οὐδείς, ὃν οὐχ ὑπερῆρεν ἡ πληθὺς τῶν ἐμῶν ἐν γνώσει
ἀνομιῶν· πᾶσα γὰρ παλαιὰ καὶ καινὴ Διαθήκη τάς τε τῶν δικαίων ἐσάλπισεν
ἀρετὰς καὶ τῶν ἁμαρτωλῶν καὶ ἀνόμων ἐστηλίτευσεν ἀνοσιουργίας καὶ πράξεις,
ἀλλὰ τὸ ἔνδον κριτήριον τῆς συνειδήσεώς μου βαρυτέραν πάντων συνορᾷ, περιφέ-
ρον τὴν ἀπέχθειαν τῶν ἁμαρτιῶν. Πλείω τῶν ἀπ' αἰῶνος τὰ φορτία κακῶν· ὅσον
καὶ τὸ ἐν ἀγνοίᾳ κατάκριμα τοῦ ἐν γνώσει κουφότερόν τε καὶ ἐλαφρότερον.
Ἐντολὴν καὶ νόμον ἔλαβεν ὁ Ἀδάμ, καὶ οὐκ ἐφύλαξεν· ἀλλ' οὔπω πεῖραν εἶχε,
Πανάχραντε, πτώσεως ἑτέρου καὶ κατακρίσεως. Ἐγὼ δὲ 〈ὁ ἀσελγής, καὶ ἀκρα-
τής, καὶ ἀκόλαστος, ὁ εἰδὼς καὶ γνοὺς πάντα, καὶ σπουδάσας γενέσθαι κακός,〉 τί
ἀπολογήσομαι ὁ ἄθλιος; Πάντως οὐδέν. Ὡς γὰρ ἀκρατὴς καὶ ἀκόλαστος, ἔσπευσα
γενέσθαι κακός, καὶ διὰ τοῦτο ἀναπολόγητός εἰμι. Πάντων ἀθλίων ἀθλιώτερος
γέγονα, τῶν ἐξ Ἀδάμ, τοῦ Κάϊν, τοῦ Λάμεχ, τῶν ἀνοήτων πυργοποιῶν, τῶν πυρι-
392
βρόχων Σοδομιτῶν, τῶν ἐπὶ Νῶε κατακλυσμῷ· τῶν Αἰγυπτίων μοχθηρῶν κατα-
κρίτων κατακριτώτερος. Πάντων ἀθλίων ἐγὼ ἀθλιώτερος, καὶ τῶν τῆς νέας Δια-
θήκης ἁμαρτωλῶν ἐμαυτὸν οἶδα ἁμαρτωλότερον. Βαπτισθεὶς γὰρ ῥερύπωμαι,
λουσάμενος μεμόλυσμαι, τιμηθεὶς ἀξιώματι χάριτος τὴν ἀτιμίαν τῆς ἁμαρτίας
ἐνδέδυμαι· τὴν χάριν ἠχρείωσα τοῦ μοναχικοῦ ἐπαγγέλματος.
Ποῖος ἄρα ἀρκέσει μοι λόγος καὶ χρόνος καὶ τρόπος εἰς κάθαρσιν τῶν τοιού-
των μου ἁμαρτημάτων; Τοσοῦτον γάρ, Παναγία, τῶν ἁμαρτημάτων μου τὸ ἀνυ-
πόστατον πέλαγος· τοιαύτη τῶν ἐμῶν κακῶν ἡ ἐπιβουλή. Τίς γένωμαι; Ποίαν
ὁδὸν βαδιοῦμαι; Ἡ οὐράνιος ἄβατος· στενόχωρος ἡ ἐπίγειος· ἡ ὑπόγειος δεινή· ἡ
ἐν θαλάσσῃ κεκράτηται.
Ὁρᾷς ἀνάγκην ἀνεπινόητον; Βλέπεις ἀπορίαν ἀμήχανον; Ὁ κίνδυνος βίαι-
ος! Μικροῦ καὶ τοῦ λόγου κεκένωταί μου τὸ ὄργανον. Ἡ δυνατὴ τοῦ δυνατοῦ καὶ
ζῶντος Θεοῦ Μήτηρ δός μοι χεῖρα βοηθείας ἀπορουμένῳ. Θαυμάστωσον ἐπ' ἐμοὶ
τῷ ἀθλίῳ τὰ ἐλέη σου. Ἐξέγειρόν μου τὴν ψυχὴν εἰποῦσα· σωτηρία σου εἰμὶ ἐγώ.
393
Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ, Ἄχραντε. Δέξαι τὴν δέησιν τοῦ ἀναξίου
δούλου σου. Πιστεύω, Πάναγνε, ὅτι δύνασαι τοῦτο ποιῆσαι. Σῶσόν με ἡ ἀπλανὴς
τῶν μετανοούντων ὁδός. Δεῖξον ἐν ἐμοὶ τῷ πάντων ἐλεεινῷ καὶ ἀθλίῳ μᾶλλον θαυ-
μασιώτερα τὰ ἐλέη σου, ἡ ἐλπίς, Δέσποινα Θεοτόκε. Σὺ γὰρ γινώσκεις τοὺς λογι-
σμοὺς καὶ τὰς πράξεις μου, καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς φύσεως, καὶ σοὶ τὴν
ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σὺ
βλέπεις, Δέσποινά μου, τὰ ἕλκη μου τῶν τραυμάτων καὶ τὰς πονηρὰς ἐνθυμήσεις.
Σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας.
Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενῆ ποίησόν μοι τὸν Υἱόν σου καὶ πάν-
των Βασιλέα, τὸν μέλλοντά μοι δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων
τοὺς πονηροὺς λογισμούς μου καὶ τὰς πράξεις. Δέχεταί σε, ὡς Μητέρα φιλάνθρω-
πον, ὑπὲρ ψυχῆς ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν τῶν ἁμαρτωλῶν
ὑπάρχουσαν. Τοιαύτην γὰρ σὲ ἔθετο ἀντίληψιν καὶ καταφυγὴν καὶ βοηθὸν τοῖς
κατ' ἐμὲ ἁμαρτωλοῖς ὁ Υἱὸς καὶ Θεός σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύ-
νησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ
αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8
394
{Εὐχὴ τῆς Θεοτόκου}
Παρθένε Δέσποινα Θεοτόκε, ἡ κοινὴ σωτηρία τοῦ τῶν Χριστιανῶν γένους.
Σὺ μέν, ὥσπερ Μήτηρ, οὐ διέλιπες προνοουμένη ἡμᾶς, ἀλλ' ὡς φιλόπαις ὁμοῦ καὶ
φιλόστοργος, οὕτως ἀεὶ τὰς σὰς εὐεργεσίας ἐπιχορηγεῖς ἡμῖν, διασῴζουσα, περι-
σκέπουσα, φυλάττουσα, κινδύνων [μου] ἐλευθεροῦσα, πειρασμῶν ἀπαλλάττουσα,
ἁμαρτιῶν τοῦ πλήθους ἐλευθεροῦσα· ἡμεῖς δὲ ἀντὶ τούτων εὐχαριστοῦμεν, ἀνακη-
ρύττομεν τὰς χάριτας, οὐ κρύπτομεν τὰς εὐεργεσίας, ᾄδομεν μεγαλοφώνως τὰ σὰ
θαυμάσια, τὴν κηδεμονίαν δοξάζομεν, τὴν πρόνοιαν μεγαλύνομεν, τὴν προστα-
σίαν ὑμνοῦμεν, τὴν εὐσπλαγχνίαν δοξολογοῦμεν· καὶ ἐπὶ μὲν τοῖς παρελθοῦσι, με-
μνημένοι τῶν σῶν μεγάλων δωρεῶν, καὶ ἐξ ὅσων κινδύνων ἐρρύσθημεν διὰ σοῦ,
ταύτην σοι τὴν εὐχαριστήριον ᾠδὴν ὡς χρέος προσάγομεν, οὐκ ἀντάξιον μὲν
οὖσαν ταῖς σαῖς εὐεργεσίαις—τί γὰρ εἴη τούτων ἀντάξιον; —ὅμως θαρροῦντες
ἱκετεύομεν τὴν σὴν εὐσπλαγχνίαν οἶκτον λαβεῖν τῶν σῶν οἰκετῶν, καὶ στῆναι πρε-
σβείαν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν ἡμῶν, τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ τῆς αἰωνίου
395
κολάσεως, ὅπως δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.
Ὁρᾷς, ὦ Παναγία Δέσποινα Θεοτόκε, ὅσοις κακοῖς περιέχει ἡμᾶς ὁ πο-
νηρὸς καὶ παγκάκιστος Δαίμων; Ἰδού, εἰς πάθη πάμπολλα καὶ ἀνεκδιήγητα ἡμᾶς
ἐπιτρέπει! Ἀνάστηθι οὖν καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀπο-
στρέφῃς, καὶ ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Διάλυσον τοῦ Πονηροῦ τὰ ἔνεδρα,
ἄνελε τοὺς ἡμᾶς πολεμοῦντας, παῦσον τὴν καθ' ἡμῶν ἐπεγειρομένην διὰ τῶν
πολλῶν [μου] πταισμάτων τοῦ Θεοῦ ὀργὴν τῇ σῇ μεσιτείᾳ· ἵνα ταῖς πολλαῖς εὐερ-
γεσίαις προστεθείσης καὶ ταύτης δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Υἱοῦ σου καὶ
Θεοῦ ἡμῶν, ἅμα τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, σὺν τῷ ἀνάρχῳ καὶ θείῳ 〈Πνεύματι〉.
Δέσποινα Θεοτόκε, ἡ τὸν…
σὲ…
τῶ…
The complete text is available when the reading interface loads.