Encomium in Petrum et Paulum et Andream, Thomam et Lucam et Ioannem, et in
- Edition reference
- Encomium in Petrum et Paulum et Andream, Thomam et Lucam et Joannem, et in lectionem evangelii secundum Joannem, ed. Phrantzolas, op. cit., vol. 7, 112– 130.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg143.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
116
ἡμῖν, ὦ Πέτρε, τῶν μαθητῶν ἡ γλῶττα, τῶν κηρύκων ἡ φωνή, τῶν Ἀποστόλων ἡ
ὄψις, τῶν οὐρανῶν ὁ φύλαξ, ὁ τῶν κλειδούχων πρωτότοκος. Χαίροις ἡμῖν, ὦ Πέ-
τρε, ὁ τοῦ Διαβόλου τὴν πάλην σοφισάμενος, ὁ μετὰ τὴν ἧτταν τὴν νίκην βιασά-
μενος, ὁ σκελίσας ὃν ἐσκελίσθης μείζονα, ὁ μετὰ τὸ τραῦμα τὸ βραβεῖον λαβών, ὁ
μετὰ τὸ πτῶμα καὶ τρόπαιον ἐγείρας καὶ ἁρπάσας ἐκ τῆς κεφαλῆς τοῦ ἀντιδίκου
τὸν στέφανον.
117
Χαίροις ἡμῖν, ὦ Παῦλε, ᾧ λόγοι πολλοὶ παρ' ἡμῶν ἐποφείλονται· ᾧ πᾶσά τις
πόλις εἰς εὐφημίαν ἀνακεῖται· οὗ πᾶσα γῆ καὶ τὸν σπόρον βαστάζει, καὶ τὰ δράγμα-
τα δείκνυσι· οὗ τὰ μύρα καὶ βασιλεῦσιν ἤρεσεν, ἐδυσώπησεν ἄρχοντας, τῶν ἀπίστων
τὰς ῥῖνας ἀπὸ βορβόρου μετέθηκε. Χαίροις ἡμῖν, ὦ Παῦλε, ὁ τὴν Ἀττικὴν ἐλέγξας
ὡς ἀπαίδευτον· ὁ τῶν Ἀθηναίων μεταβαλὼν τὸ φρύαγμα· ὁ τοὺς ῥήτορας πείσας
ἰδιωτῶν ἀνέχεσθαι, καὶ τοὺς σοφιστὰς τοῖς σολοικισταῖς παρέχειν τὰ ὦτα προτρε-
ψάμενος· ὁ τὸν Ἄρειον Πάγον καταπλήξας τοῖς ἐξ οὐρανοῦ δόγμασι. Χαίροις ἡμῖν,
ὦ Παῦλε, ὁ ἀναληφθεὶς εἰς οὐρανούς· οὐκ οἶδα δέ, πῶς· οὐδὲ γὰρ ὁπότερον, πτεροῖς
ἢ ποσίν, οὐκ ἐπίσταμαι· ὁ εἰς παράδεισον ἁρπαγείς, εἰ καὶ τέως τοὺς βαστάσαντας
ἔκρυψας· ὁ ῥήματα παραλαβὼν πάσης 〈ἀκοῆς〉 μείζονα· ὁ γράψας ἐπιστολὰς αἷς
ἴσα τοῖς νόμοις καὶ οἱ βάρβαροι πείθονται· ὁ καλάμῳ τὰ ἔθνη σωφρονήσας, χάρτῃ
δὲ τὸν βίον ἐπιστρέψας, καὶ τὴν γῆν διορθωσάμενος μέλανι.
Χαίροις ἡμῖν, ὦ Λουκᾶ, ἰατρὲ καὶ λογογράφε, ὁ τῆς σοφίας ἡμῖν τὰ πρωτεῖα
118
δρεψάμενος· ὁ τοῦ παραδείσου τῆς τρυφῆς τὰ ἄνθη τρυγήσας τὰ ἐξαίρετα· ὁ κρατῆρα
κεράσας τῷ συμποσίῳ μείζονα· ὁ παραθεὶς ὀψάρια, ἐν οἷς ὁ καλῶν σεμνύνεται, καὶ
τὸ δεῖπνον λαμπρύνεται, 〈καὶ〉 οἱ κληθέντες εὐφραίνονται. Χαίροις ἡμῖν, ὦ Λουκᾶ,
οὗ πᾶσαι μελετῶσιν αἱ ἐκκλησίαι τὸν ἔπαινον, παρ' οὗ πᾶς τις πλέον τι μαθεῖν ὑπὲρ
τοὺς ἄλλους προσδέχεται, εὐαγγελικῆς ὅλης ἀπηρτίσθαι χάριτος. Οὐ παρῆλθες τὰ
πρῶτα, οὐ παρῆκες τὰ δεύτερα. Βίβλον διττὴν τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας μαρτυρου-
μένην ἔγραψας. Χαίροις ἡμῖν, ὦ Λουκᾶ· σὺ γὰρ ἡμῖν ἡρμήνευσας τοῦ Γαβριὴλ τὴν
κάθοδον· σὺ τὴν κεχαριτωμένην Παρθένον ἐκόσμησας· νυμφικῶς ἀναδήσας, βασι-
λικῶς ἐνυμφαγώγησας μετὰ τοῦτο τῷ Πνεύματι· σὺ τῆς Ἐλισάβετ ἡμῖν ἔδειξας τὰ
σκιρτήματα· σὺ τοῦ Χριστοῦ τῆς σαρκὸς τὴν περιτομὴν σιωπᾶν οὐχ ὑπέμεινας, ἵνα
δείξῃς πάντα τῇ σαρκὶ τὰ ἡμέτερα πάσχοντα, τὸν καὶ σάρκα γενέσθαι δι' ἡμᾶς
ἀνασχόμενον.
119
Χαίροις ἡμῖν, Ἀνδρέα, τῶν πρώτων ὁ πρῶτος, τῶν ἐκλεκτῶν ὁ ἐκλεκτός, τῆς
λογικῆς ἀγέλης ὁ κριός· ὁ πρῶτος ἄρτος, ἄρτον παρὰ ἄρτου λαβών· ὁ πρῶτος ἀπὸ
τῆς πηγῆς πίνων, ἐξ ἧς ποταμοὶ ζωῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνω καὶ κάτω
μερίζονται. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ ἀπὸ λίμνης εἰς οὐρανοὺς μετοικήσας· ὁ τὴν
σαγήνην ἐκμισθώσας τῇ χάριτι· ὁ τὸ δίκτυον παραχωρήσας τῷ Πνεύματι· ὁ τῷ
Χριστῷ καθάπερ ἰχθὺν προσενέγκας τὸν Σίμωνα· ὁ τῆς ἁλιείας ἐξ ἁλιέων καὶ ἀπο-
στόλων καὶ κηρύκων καὶ βασιλέων καὶ στρατηγῶν κλειδούχων ἀρξάμενος· ταῦτα
γὰρ ἦν πάντα Πέτρος, ἀλλὰ καὶ τούτων μείζονα. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ τὸν Λό-
γον διὰ τῆς φωνῆς ἐπιγνούς, καὶ διὰ τοῦ λύχνου μαθητευθεὶς τὸν Ἥλιον, καὶ διὰ
τοῦ Προδρόμου προδραμὼν Βασιλεῖ τῷ λανθάνοντι· ὁ ἀκούσας ἀμνόν, καὶ νοήσας
Θεόν· ὁ ἐρωτήσας ποῦ μένεις, τὸν οὐδαμοῦ καὶ πανταχοῦ· οὐδαμοῦ μέν, ἐπειδή-
περ οὐδεὶς τόπος τὸν ὑπὲρ τόπον χωρεῖ· πανταχοῦ δέ, ὅτι πάντα πεπλήρωκε.
120
Χαίροις ἡμῖν, ὦ Ἰωάννη Βαπτιστὰ καὶ χορευτὰ καὶ σαλπιστά· ἡ τῶν ἀρχαίων
ἔξοδος, καὶ τῶν νέων ὢν εἴσοδος· ὁ φθεγξάμενος ἐκ μήτρας, ἃ τὸ γῆρας ἐλάνθανε·
παιδὶ προεφήτευσας ἃ τοὺς πρεσβύτας ἐκρύπτετο. Χαίροις ἡμῖν, Ἰωάννη, ὁ περι-
στερὰν ἰδὼν ἀθεώρητον· ὁ περιστερὰν ἰδών, ἧς οἱ πόδες ἀδέσμευτοι καὶ πτερὸν
ἐλεύθερον· ὁ περιστερὰν ἰδών, ἣν οὐ ψηλαφᾷ μάχαιρα· ὁ περιστερὰν ἰδὼν μὴ γι-
νομένην οὐσίαν.
Χαίροις ἡμῖν, Ἰωάννη, ... ἐθριάμβευσε τοῖς τραύμασι τοῖς οἰκείοις τὸν θάνα-
τον, καὶ τοῦ στρατιώτου τὴν λόγχην τὴν μακαρίαν ὁμοῦ καὶ φοβερὰν παρέστειλε
μακαρίαν τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· ἐξ αὐτῆς γὰρ ἐδείχθη ποιμὴν
ἀγαθός· ποιμὴν τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων· ἐπειδήπερ διψῶσαν
τὴν ἰδίαν ἀγέλην ἐθεώρησε, καὶ τὴν πλευρὰν ἀνοίξας ἀπὸ ταύτης ἐπότισε· μακαρίαν
121
τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· φοβερὰν καὶ τολμηράν· ἐγύμνωσε τὸν θησαυ-
ρόν, καὶ τὸν πλοῦτον οὐκ ἔλαβεν· ἤνοιξε τὴν πηγήν, καὶ πόσιν οὐχ ὑπέμεινε· πάντας
ἐπότισεν, ἑαυτὸν οὐκ ἐπότισεν· ἤνοιξε θύραν τῷ φωτί, καὶ τοὺς ὀφθαλμοὺς ἔκλεισε.
Θωμᾶς δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Αὐτοῦ ψάλλοντος μετὰ τοῦ Δαυῒδ ἄκουε·
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Τί
προσέσχε; Ὅτι οὐ δυσπιστήσας ἐξεζήτησεν, ἀλλὰ μὴ ἀσθενήσας ἔτυχεν. Ἐν ἡμέρᾳ
θλίψεώς μου, τῆς ἀπορίας τῆς ἐν διαλογισμοῖς εὔδηλον, τὸν Θεὸν ἐξεζήτησα, βουλό-
μενος μαθεῖν εἰ καθάπερ οἱ ἄρτοι, καὶ τὸ ὕδωρ, καὶ οἱ ἰχθύες—οἱ ἄρτοι πλεονάσαν-
τες, τὸ ὕδωρ μεταβληθέν, οἱ ἰχθύες αὐτομάτως εἰσπηδῶντες τῷ ἀγγίστρῳ—οὕτω
καὶ ὁ θάνατος Θεόν σε μετὰ θάνατον, ὃν εἵλω τῇ σαρκί, παριστᾷ καὶ μαρτύρεται.
Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην. Ὅρα
πόσην ἔχει εὐγένειαν τῶν Προφητῶν τὰ ῥήματα, καὶ τῶν Ἀποστόλων θεολογίας τὰ
122
δόγματα· φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε
μοι. Οὐκ εἶπε μόνον πρὸς τὸν Θεόν. Καὶ πότε πρὸς αὐτὸν ἐκέκραξε φωνῇ ὁ Θωμᾶς;
Ὅτε τῶν Ἀποστόλων εἰπόντων, ἑωράκαμεν τὸν Κύριον, αὐτὸς ἀπορῶν εἶπεν· ἐὰν
μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ 〈τὸν〉 τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν
πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Εἶτα τοῦ Χριστοῦ μεθ' ἡμέρας ἐπιφανέντος αὐτῷ
καὶ εἰπόντος· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ μὴ γίνου ἄπι-
στος, ἀλλὰ πιστός, αὐτὸς ἐκπλαγεὶς μεγάλῃ τῇ φωνῇ ἀπεκρίνατο· ὁ Κύριός μου,
καὶ ὁ Θεός μου. Ὁ δὲ Χριστὸς τὴν φωνὴν οὐκ ἀπώσατο, ἀλλὰ καὶ χαίρων ἐδέξατο·
καὶ διὰ τοῦτο ὁ κάλαμος τῆς προφητείας ἐπήγαγε· καὶ προσέσχε μοι.
Τίς δὲ ὁ προσοχῆς τρόπος; Δεῦρο δέ, δεῦρο μάνθανε. Προσεσχηκὼς γὰρ ὁ
Κύριος, ὅτι μαθητὴς ὁ ἀμφιβάλλων ἦν, ὅτι κῆρυξ ὢν ἀρνεῖται ὁ διστάσας Ἀπόστο-
λος, ἐπιτιμίαν ἄκουε. Ποίαν; Ἐκεῖνον ἐπιστύψαι, ἡμᾶς δὲ βουληθεὶς φωταγωγῆσαι,
ἐπήγαγεν· ὅτι ἑώρακάς με πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Θωμᾶς δὲ οὐ σιωπᾷ, ἀλλὰ ποίαν ἀπολογίαν πρὸς τὴν ἐπιτίμησιν ἐπεισήγαγεν; Ἰω-
123
άννης μὲν αὐτὸς οὐ λέγει, Δαυῒδ δὲ κρύπτειν οὐκ ἠνέσχετο, ἀλλὰ λαμπρᾷ κηρύττει
φωνῇ, ἐπειδὴ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται. Τίς τοίνυν ἡ ἀπολογία;
Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ,
καὶ οὐκ ἠπατήθην. Μὴ ἀγανάκτει, φησίν, ὦ Βασιλεῦ, μὴ ὀργισθῇς, ὦ Λυτρωτά,
μὴ θυμωθῇς, ὦ Δέσποτα. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· ἡ καρδία
ἐθλίβη, ὁ λόγος ἐνεχύθη, ἠπόρησεν ἡ διάνοια· ἐθορύβησάν με τῶν Φαρισαίων τὰ
ῥήματα, ἐτάραξάν με τῶν Γραμματέων οἱ λόγοι· ἐθόλωσέ μου τὴν πίστιν ἡ τοῦ
Πιλάτου προδοσία, ἐτάραξάν μου τὴν ἀνδρείαν τῶν στρατιωτῶν, τῶν ἀργυρίοις
ὠνησαμένων, τὰ ῥήματα. Ποῖα ταῦτα; Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν
αὐτόν, ἡμῶν κοιμωμένων.
Ἐπὶ τούτοις ὁ λογισμὸς ἠπόρησεν, ἡ καρδία ἐθλίβη καὶ ἡμέρα θλίψεως ἡ ἡμέ-
ρα εὐφροσύνης ἐγένετο· διὰ τοῦτο λέγει ἐν ἡμέρᾳ θλίψεώς μου· οὐχ ἁπλῶς θλίψε-
ως, ἀλλὰ θλίψεώς μου· αἱ γὰρ γυναῖκες τῶν μύρων προσδεχθέντων ηὐφραίνοντο,
Πέτρος δὲ καὶ Ἰωάννης ἰδόντες τὰς ὀθόνας, ἀναγκαίως ἐχόρευον· ὁ δὲ λοιπὸς τῶν
124
Ἀποστόλων σύλλογος τῆς σῆς ὄψεως ἀξιωθείς, οὐ μόνον ηὐφραίνοντο, ἀλλὰ καὶ
ἐσκίρτων ἀπὸ σπουδῆς, καὶ ἥλοντο· ἐσκίρτων μὲν μυστικά, ἥλοντο δὲ πνευματικά.
Ἐγὼ δὲ ἐν θλίψει, οὐδενὸς γὰρ ἀξιωθεὶς τῶν εἰρημένων, ἐτύγχανον.
Ἀλλ' οὐδ' οὕτως ὁλοκλήρως πεπλάνημαι, ἀλλ' ἐν ἡμέρᾳ θλίψεώς μου, σὲ
τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα· καὶ τῶν μαθητῶν εἰπόντων, ἑωράκαμεν τὸν Κύριον,
ᾐσχύνθην πρὸς αὐτοὺς εἰπεῖν, ὑμεῖς ἑωράκατε, περὶ οὗ οἱ Φαρισαῖοι ἔλεγον, ὅτι οἱ
μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων. Καὶ τούτοις μὲν
οὐκ εἶπον, σὲ δὲ τὸν ἐμὸν Θεὸν ἐξεζήτησα. Οὐκ εἶπον αὐτοῖς· τί μοι καὶ τῷ σταυρω-
θέντι; Τὸν κεντηθέντα Λυτρωτὴν οὐ καλῶ, τὸν παθόντα σαρκὶ Θεὸν ἐγὼ προσα-
γορεύειν οὐκ ἀνέχομαι, ἀλλὰ σὲ ἐξεζήτησα ταῖς χερσί μου εἰπών· ἐὰν μὴ βάλω τὴν
χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Σὲ τοίνυν τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον τοῦ
Θεοῦ, καὶ οὐκ ἠπατήθην· εὗρον γὰρ ὃν ἐξεζήτησα μείζονα, ἐψηλάφησα ὃν ἐπόθουν
125
λαμπρότερον. Εὗρον ἄπληγον πληγήν· εἶδον τραῦμα, καὶ φθορὰ οὐκ ἧν· ἔψαυσα
μωλώπων, καὶ ἀφθαρσία παρέστη. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. Πότε;
Ὅτε τὸν ὀνειδισμὸν τῶν Ἰουδαίων ἤκουον· ἀλλ' ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράν-
θην. Ἅμα τοὺς δακτύλους τοῖς μώλωψι τοῖς ζωηφόροις ἐπέβαλον, καὶ ἐμνήσθην ὅτι
Θεὸς ὁ σαρκωθείς· ἐμνήσθην καὶ εὐφρανθεὶς ἐθεολόγησα διπλᾶ· οὐκ εἶπον μόνον ὁ
Κύριος, οὐδὲ μόνον ὁ Θεός, ἀλλ' ὁ Κύριός μου καὶ ὁ Θεός μου, εἰς ἐκεῖνον τὴν θε-
ολογίαν ἀναγαγεῖν βουλόμενος περὶ οὗ [, φησίν,] Μωυσῆς ἔλεγεν· οὗτος Κύριος ὁ
Θεός σου· Θεὸς θεῶν ἐστι, καὶ Κύριος τῶν κυρίων·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὗτος ἡμῖν Ὠσηὲ τῷ
καλάμῳ τῆς προφητείας ᾐνίξατο· ἐπιστράφηθι, Ἰσραήλ, ἐπὶ τὸν Θεόν σου, διότι
ἠσθένησας ἐν ταῖς ἀδικίαις σου· λάβετε μεθ' ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς
Κύριον τὸν Θεὸν ὑμῶν·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ ταῦτα ὁ Ἀμὼς καὶ
οὗτος ἐν προφητείαις ἐκήρυττε· τάδε λέγει Κύριος ὁ Θεός, ὁ παντοκράτωρ· ἐν πά-
126
σαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαί, οὐαί·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ᾧ ταῦτα καὶ Ἰωὴλ προφή-
της ἄριστος καὶ θεολόγος ἐσάλπιζεν· ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι
ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς
κακίαις·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, πρὸς ὃν Ἰωνᾶς ἐκ τῆς κοι-
λίας τοῦ κήτους ἐμελῴδησεν· ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν Ὀβδιοὺ ᾐνίξατο εἰπών·
τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν
εἰς τὰ ἔθνη ἐξαπέστειλεν·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὡς ὁ μέγιστος προφήτης
Ἀββακούμ, ἰδοὺ τοιαῦτα πρὸ πολλῶν γενεῶν, τὸν Χριστὸν καὶ αὐτὸς θεολογῶν,
ἐφθέγγετο· οὐχὶ σὺ ἀπ' ἀρχῆς, Κύριε ὁ Θεὸς ὁ ἅγιος; Καὶ οὐ μὴ ἀποθάνωμεν. Καὶ
τὸ ἀπ' ἀρχῆς, Ἰωάννης μετ' ἐκεῖνον ἢ καὶ μετ' ἐκείνου παρίστησι· ἐν ἀρχῇ ἦν ὁ
127
Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, Κύριος ὁ Θεός· καὶ
οὐ μὴ ἀποθάνωμεν. Διὰ τί; Ἐπειδὴ σὺ τὸν ὑπὲρ ἡμῶν ἀνταποδῷς θάνατον·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, εἰς ὃν ἰδοὺ τοιαῦτα Σοφο-
νίας ἐφθέγγετο· εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, διότι ἐγγὺς ἡ
ἡμέρα Κυρίου, διότι ἡτοίμασε Κύριος ὁ Θεὸς τὴν θυσίαν αὐτοῦ·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὐδὲ Μαλαχίας ὁ προ-
φήτης ἠγνόησε· φησὶ δὲ οὗτος· γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· ἀλλ' ἐὰν μι-
σήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, καλύψει ἀσέβεια ἐπὶ τὸ
ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ τοιαῦτα προφήτης
ἕτερος, Ἀγγαῖος, ἐξέθετο· καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ τῆς φυλῆς
Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, [καὶ] ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά-
λοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν·
128
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, 〈περὶ〉 οὗ Ζαχαρίας ἐν λέ-
ξεσιν, ἰδού, αὐτὸς καὶ τὸ πάθος ἐκήρυξε καὶ τὴν ἀξίαν ἐμήνυσε· καὶ ἥξει Κύριος ὁ
Θεός, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται
φῶς, οὐχ ἡμέρα, οὐδὲ νύξ, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς· ὁ γὰρ δρόμος ἡμερινὸς
ἐτύγχανεν, οὐχ ἡμέρα· ἡ γὰρ νὺξ προσταχθεῖσα τὴν ἡμέραν ὑπεκάλυψε, πρὸς
ἑσπέραν δὲ ἐγένετο φῶς· ἡ γὰρ ἡμέρα πάλιν τὸ φῶς τὸ οἰκεῖον ἔλαβεν·
εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν ὁ μέγιστος Ἠσαΐας τη-
λικαῦτα ἐσάλπισε· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον,
καὶ ἐπεγερεῖ ζῆλον.
Κύριος ὁ Θεὸς πόθεν ἐξελεύσεται; Ἐκ τῶν κόλπων τοῦ Πατρὸς ἐξελεύσεται,
καὶ οὐκ ἀναχωρήσει. Ἐξελεύσεται δὲ τῇ σαρκί, μενεῖ δὲ τῇ θεότητι· καὶ συντρίψει
πόλεμον τῇ δυνάμει τοῦ σταυροῦ, ἐπειδὴ τὸ χαλεπὸν κέντρον τῆς ἁμαρτίας καὶ τῆς
ἔχθρας κατήργησε· καὶ ἐπεγερεῖ ζῆλον, ὃν οἱ παῖδες τῶν Ἑβραίων ἕνεκεν τῶν ση-
μείων καὶ τῶν θαυμάτων ὑπέμειναν.
129
Ἐπεγερεῖ δὲ κατὰ τίνος; Κατὰ τῶν βασκαινόντων, καὶ διὰ τοῦτο βλασφη-
μούντων· βλάβην γὰρ οὐδεμίαν ὁ βλασφημηθεὶς περὶ τὴν δόξαν τὴν οἰκείαν ὑπέ-
μεινε. Μαρτυρεῖ δὲ τῶν ἀποστόλων ὁ σύλλογος· μαρτυρεῖ τῶν ἁλιέων ἡ δόξα·
μαρτυρεῖ τῶν ἀγραμμάτων ἡ φωνή· μαρτυρεῖ τῶν ἀπαιδεύτων ὁ λόγος· μαρτυρεῖ
τῶν σολοικιστῶν τὰ πανταχοῦ κεκρατηκότα δόγματα. Ἔδραμον τὴν οἰκουμένην,
σχῆμα φέροντες πτωχοῦ, πλοῦτον δὲ παρ' αὐτῶν οἱ βασιλεῖς ἐδανείζοντο. Μαρτυ-
ρεῖ τῆς Ἐκκλησίας ὁ πόθος· μαρτυρεῖ τοῦ ἱερέως ὁ ἀγαθὸς σκοπός, ὅτι βιάζεται
τῆς σαρκὸς τὴν ἀσθένειαν καὶ παθῶν οὐ φροντίζει, ἵνα μιμήσηται τραύματα, καὶ
τὰ βραβεῖα κτήσηται· ὁ γὰρ συμπάσχων, εἰκότως συνδοξάζεται, ὁ ὑπομένων συμ-
βασιλεῦσαι κεκλήρωται.
Μηδεὶς ἀπατήσῃ κενοῖς λόγοις· οὐκ ἔστι λαβεῖν ἐν ἀνέσει τὸν στέφανον, οὐδὲ
ἐν τρυφῇ τὸ βραβεῖον τὸ βασιλικὸν δέξασθαι· διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελ-
θεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Σὺ δὲ πάντως ἐρεῖς· οὐκ ἔστι κινδύνων ὁ καιρός· οὐ διώκουσιν οἱ βασιλεῖς,
ἀλλὰ τοὐναντίον στεφανοῦσι τὴν Ἐκκλησίαν, δοξάζουσι τοὺς ἱερεῖς, ἀλείφουσι τὸν
130
λαὸν καὶ τοῖς ἁλιεῦσι τρέχουσι· δορυφοροῦσιν οἱ ἄρχοντες τὸ τοῦ Πνεύματος θέα-
τρον· οἱ δῆμοι μεθ' ἡμῶν τῶν πιστῶν εἰσι, καὶ τῶν ἀγαθῶν μετασχεῖν τῶν ἡμε-
τέρων εὔχονται.
Τίς τοίνυν ἡ θλῖψις, ἐπερωτᾷς. Τρυφῶσι πάντες, ἡμεῖς δὲ νηστεύομεν. Τῷ
ἱδρῶτι λούεσθε, καὶ τῷ λόγῳ παραχωρεῖν μου οὐκ ἀνέχεσθε. Ἑστηκότες κεκμή-
κατε, καὶ φλύαρον οὐ καλεῖτε τὸν ῥήτορα, ἀλλὰ τοὐναντίον ὁ πόθος ἀκμάζει, ἡ
ἀγάπη προστίθεται, ἡ προσευχὴ διπλάσιον, μᾶλλον δὲ πολυπλάσιον γίνεται, δυ-
ναμωθῆναι τὸ σκεῦος τὸ ὀστράκινον, καθαρθῆναι τὸ ἀγγεῖον τὸ πήλινον, γλῶσσαν
σαθρὰν ἀναπλασθῆναι τῷ Πνεύματι.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Ἐγκώμιον εἰς τοὺς ἁγίους Τεσσαράκοντα Μάρτυρας} Εἰκόνα μαρτυρικὴν διαγράψαι βούλομαι, καὶ δὴ διαχρώματα λαμπρὰ μὴκεκτημένος. Τὴν αὐτῆς καρτερίαν διαγορεῦσαι σκοπῶ, καὶ φοβοῦμαι τὸν Δαυΐδ,ἵνα μὴ φράσῃ πρός με· λέγει σοι ὁ Κύριος δι' ἐμοῦ, ἁμαρτωλέ· ἵνα τί 〈σὺ〉 ἐκδιηγῇτὰ δικαιώματά μου; Θέλω ἐμπορεύσασθαι τὴν ἐκείνων ἀνδρείαν, καὶ τρέμω ἀκτή-μων ὢν παντὸς κατορθώματος. Διαπεράσαι ποθῶ τὸ μέγα καὶ ἔνδοξον πέλαγοςτῶν ἐπαίνων τῆς αὐτῶν ὑπομονῆς, καὶ φρίττω καθάπερ τις ἄπειρος κυβερνήτης, ἵναμὴ τοῖς ἐκείνων ἐγκωμίοις βυθισθῶ. Τὸν στρατὸν τῶν Ἁγίων ἀνακηρύξαι ζητῶν,ἰλιγγιῶ μὴ ἔχων ὅπλα δικαιοσύνης. Εἰς τὸν λειμῶνα αὐτῶν εἰσελθεῖν ἐπείγομαι καὶἄνθεσιν ἀρετῶν εὐωδιασθῆναι, φθάσας δὲ τὸν παράδεισον τῶν ἁγίων Μαρτύρων,οὐκ ἐπαρκῶ τρυγῆσαι τοὺς καρποὺς τῶν ἐπαίνων. Τρέχω πρὸς τὴν ἔκφρασιν τῶνβραβείων τῆς νίκης, καὶ πῶς, ὅτι ἄτονος καὶ ἁμαρτωλός εἰμι; Ἐπεὶ οὖν ἀνάξιος καὶ ἀσθενὴς ὑπάρχω, σιωπήσας στερήσω ὑμᾶς τῆς ὠφε-λείας, ἢ θαρρῶν τοῖς οἰκτιρμοῖς καὶ τοῖς σπλάγχνοις τοῦ Χριστοῦ ἐπιχειρήσω λέ-γειν Μαρτύρων ἐγκώμιον; Οἶμαι τοῦ συμφέρειν εὐφημεῖν τοὺς Ἁγίους, ἢ χῶσαι τὸτάλαντον καὶ καταδικασθῆναι, μάλιστα χρεώστης ὢν καὶ ὀφείλων σὺν τόκῳ ἐκτί-σαι τὸ δάνειον τῇ ὑμῶν ὁμονοίᾳ· οὐ γὰρ ἐπιλέλησμαι τῆς ὑποσχέσεώς μου, ἧς ὑμῖνὑπεσχόμην περὶ τῶν καλλινίκων, ἡνίκα διεξίην τὰ κατὰ τὸν ὅσιον καὶ πιστὸν Βασί-λειον, τὸν θεόλεκτον ἄνδρα. Συμμαχήσατε οὖν μοι, Ἅγιοι, ταῖς πρεσβείαις ὑμῶν, καὶ ὑμεῖς, ἀγαπητοί,εὐχαῖς ὑμῶν ὁσίαις, ἵνα κινήσῃ Χριστὸς τῇ ἑαυτοῦ χάριτι τὴν γλῶτταν πρὸς τὴνφράσιν, στόμα πρὸς ἐξήγησιν, καρδίαν πρὸς σύνεσιν, ψυχὴν πρὸς κατάνυξιν, τὸννοῦν δὲ πρὸς ἔλλαμψιν, καὶ τὴν αὐτῶν μίμησιν· καὶ ὑμᾶς δὲ πρὸς νῆψιν, ζῆλον καὶἀκρόασιν, πόθον καὶ διέγερσιν, σπουδὴν καὶ καρτερίαν· ἐπειδήπερ εἰς ταύτην τὴνλαμπρὰν ἐργασίαν κατηξίωσεν ὁ πιστὸς ἀρχιερεύς. Καιρὸς λοιπὸν ἐπὶ τὰ ἀθλητικὰ σκάμματα ἐπαφῆναι τὸν λόγον, ἀδελφοὶ ἀγα-πητοί· καιρὸς πρὸς τὴν [γὰρ] κρείττονα ἐπιβῆναι πορείαν· καιρὸς τοῦ διπλασιάσαιτοῦ ταλάντου τὰ κέρδη. Εἶπον γὰρ ὅτι ἦσαν ἐν λεγεῶνί τινι τεσσαράκοντα Μάρτυ-ρες ζῶντες εὐσεβῶς, οἳ παραυτίκα ὑπέδειξαν ἀπὸ τῶν προοιμίων, ὅτι ἔνδοξος αὐ-τῶν καὶ ἔντιμος ὁ χορός. Προφητικῆς γοῦν ὑμῖν εἰκόνος ἱστορίαν ἐπισυνήγαγον εἰπεῖν πρὸς τοὺς Μάρ-τυρας. Ὁ μὲν γὰρ Μωυσῆς τεσσαράκοντα ἡμέρας νηστεύσας, ἐν ὄρει Σινὰ τὸν νό-μον ἐδέξατο· ἀλλ' οὗτοι κατὰ ἀριθμὸν τὰ σώματα πρὸς σφαγὴν τάξαντες, αἰωνίουζωῆς ἀπελαύοντο. Κἀκεῖνος μὲν κατιδὼν μαινόμενον τὸν λαόν, τὰς πλάκας ἐν τῷὄρει θυμωθεὶς συνέτριψεν· οὗτοι δὲ τοὺς δαίμονας λυττῶντας κατιδόντες ἀμετάτρε-πτον αὐτῶν τὴν πίστιν ἐφύλαξαν. Ἐκ δευτέρου ὁ πρᾷος τῶν δέλτων ἐπιλαβόμενος,εἶθ' οὕτω τοὺς Ἑβραίους πάντας ἐνομοθέτησεν· ἀλλ' οὗτοι ἐν μιᾷ σταυροφόρῳ σφρα-γῖδι τὸν Χριστὸν ἐν ἑαυτοῖς πᾶσιν ἐδογμάτισαν. Καὶ τί θαυμαστόν ἐστιν, εἰ καὶ τὴν τοῦ Ἠλιοὺ εὑρήσομεν ἀρετὴν τούτοις πα-ρισουμένην; Ἐν γὰρ ἰσχύϊ μιᾶς βρώσεως ὁ Θεσβίτης Ἠλίας διὰ τεσσαράκονταἡμερῶν τὸ ὄρος Χωρὴβ κατέλαβεν, οὗτοι δὲ τοῦ σώματος τοῦ Χριστοῦ γευσάμενοι,τεσσαράκοντα ὁμοῦ εἰς οὐρανοὺς ἔφθασαν. Ὤφθη τούτῳ ὁ Θεὸς τρέχοντι πρὸς τὴνπορείαν, λέγων· πολλὴ ἀπὸ σοῦ ἡ ὁδός, ὦ Ἠλία· ἐγνώσθη δὲ καὶ τούτοις στηρίζωντὰς διανοίας αὐτῶν, καὶ λέγων· ἡ σπουδὴ ὑμῶν καλὴ πρὸς εὐσέβειαν. Ἔλειπεν ὁ ζη-λωτὴς τὴν ἑαυτοῦ μηλωτὴν ἐπὶ τὸν Ἐλισαιέ, καὶ ἐπέβη ἅρματι· ἔδωκε καὶ ὁ Σωτὴρτὴν ἑαυτοῦ εἰρήνην ἐπὶ τοὺς τεσσαράκοντα, καὶ ἀνελήφθη ἐν δόξῃ. Καθὼς οὖν ὁ ἀριθμὸς τῶν τεσσαράκοντα ἡμερῶν πᾶσαν τὴν ἐπὶ Νῶε ἐξῆρενἀσέλγειαν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν τεσσαράκοντα Μαρτύρων τὴν ἄνομον τότε ἐξέ-λυσε μανίαν. Ἦλθεν ἡ περιστερὰ βαστάζουσα τὸ κάρφος σύμβολον τῆς γαλήνης τῷδικαίῳ διδοῦσα, ἀπῆλθον οἱ ἅγιοι τοὺς πόνους ἀράμενοι καὶ τὰ βραβεῖα τῆς νίκηςτῷ Θεῷ προσφέροντες. Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα θύματα, καὶ πολλὰ ἐξ αὐτῶνἔδωκεν εἰς λατρείαν, ἔλαβεν ἡ κάμινος τὰ ἅγια σώματα, καὶ ὅλα τῷ Δεσπότῃεἵλκυσεν εἰς θυσίαν κατὰ τὴν θεόπνευστον Γραφήν, τὴν μαρτυροῦσαν, ὅτι πᾶσα θυ-σία πυρὶ ἁλισθήσεται. Ἀλλ' εἰπάτω νῦν ἡμῖν ἡ παμφάγος κάμινος, πῶς τῶν ἁγίων πάλιν ἐγένετοσύνοικος, καὶ πῶς ἐκ τῆς ἑῴας ἐπὶ τὸ βόρειον μέρος διώδευσε, ζητοῦσα τοιοῦτο γε-ώργιον; Οὐκ εἰς γῆν Χαλδαίων εἶ παντοῖα σιτουμένη, στυππίον, θέαφον, νάφθαν καὶκληματίδα; Πῶς ἀπὸ τῆς Βαβυλῶνος ἐπὶ τὴν Σεβαστείαν μεταλλαττεύσασα ἧψαςτὸ λαμπάδιον; Ναί, φησίν, εἰς γῆν Ἀσσυρίων ἤμην αὐλιζομένη, μακρὰν τῶν ῥωμαϊ-κῶν ὅρων, καὶ ἐπέκεινα, ἀλλ' ἀκήκοα ὅτι ἐπὶ γῆς βορρᾶ τεσσαράκοντα βῶλοι εὑρέ-θησαν χρύσεοι, καὶ ἦλθον τοῦ πυρῶσαι τούτους καὶ ἐκλαμπρῦναι, ἵνα αὐτοὺς δοκί-μους τῷ τεχνίτῃ ποιήσω. Ὅπου γὰρ δεσποτικὴ εὑρεθῇ ἐργασία, ἐκεῖ μου μεταφέρωτὴν ῥοπὴν τοῦ ἀέρος· ἐργαστήριον γάρ με ἐποίησεν ὁ Θεὸς διακρίνειν ἀγαθοὺς ἐκμέσου τῶν πονηρῶν. Εἰς κάκωσιν γὰρ κεῖμαι τῶν μισούντων τὸν Θεόν· εἰς ἅγνισίνεἰμι τῶν ἀγαπώντων αὐτόν. Γινώσκω τοὺς ἁγίους, ἀγνοῶ τοὺς ἀχρείους· βδελύτ-τομαι ἀσεβεῖς, καὶ φιλῶ τοὺς εὐσεβεῖς· οὐ καίω τοὺς ὁσίους, ὡς οἴονται οἱ ἄφρονες,οὐδὲ φλέγω τοὺς πιστούς, ὡς ἐροῦσιν οἱ Ἕλληνες. Δύο πυρὰς κέκτημαι, καὶ εἰς δύοἐργάζομαι· μίαν πρὸς τὸν θάνατον, καὶ μίαν πρὸς τὴν ζωήν. Ἠ|σχύνθη Λικίνιος καὶΝαβουχοδονόσωρ σὺν τοῖς ὑπουργοῖς αὐτοῦ· ἐκεῖνος μὲν γὰρ Σεδράχ, Μισὰχ καὶἈβδεναγὼ σὺν ταῖς τιάραις ζῶντας εἰς καῦσιν ἐνέβαλεν, οὗτος δὲ τοὺς ἁγίους δίχατῶν ἐνδυμάτων κατεαγμένους πάντας πρός με ἐξαπέστειλε. Τεκμαιρόμενοι, φησίν,οἱ ἄνομοι τύραννοι, ὅτι πῦρ ὀλέθριον ἔχω κατὰ τῶν πιστῶν, καὶ οὐκ ἐλογίσαντοπῶς ἀμφοτέροις μυστικῶς ὡς δούλη ὑπήκοος ἤμελλον διακονεῖν· οὓς γὰρ ἔλαβονζῶντας, ζῶντας ἐξαπέστειλα, καὶ οὓς ἦρα θανόντας, πρὸς ζωὴν ἐπύρωσα. Οὔτεἐκείνων ἐμόλυνα τὰ ἅγια σώματα, οὔτε τούτων τὰ σεμνὰ ἐμείωσα λείψανα. Οὐκἔσπεισαν ἐκεῖνοι εἰκόνι τῇ χρυσῇ, οὔτε οὗτοι ταῖς μορφαῖς τῶν ἀτίμων εἰδώλων.Ἐκείνους ἀπέφλεγον εἰς δρόσον, ἐλάμπρυνε καὶ τούτους τὸ ῥεῖθρον τοῦ ποταμοῦ.Τρεῖς ἐκεῖσε λαβοῦσα, τέσσαρας ἀπετέλεσα. Ἵνα τῶν τεσσαράκοντα τὰς δεκάδαςὑφαίνωσι, τέσσαρας προαγέτας τῆς τετάρτης δεκάδος, πρὸ χρόνων οὐκ ὀλίγων,ἐμυσταγώγησα. Ταῦτα δὲ ἐτυποῦντο διὰ τῆς δυνάμεως τοῦ συμπαρασταθέντοςτοῖς περὶ τὸν Ἀζαρίαν· ὅς ἐστι Θεὸς ἀληθινός, ὁ εἰπὼν ἐν Προφήταις, ὅτι ἐὰν στῇςἐν πυρί, φλὸξ οὐ κατακαύσει σε. Εἶδες πόσην ἅμιλλαν ὑπέδειξεν ἡ μνήμη τῆς καλῆς ἀνδρείας τῶν γενναίωνἀθλητῶν; Ἐβουλόμην οὖν πάλιν τρυτανεῦσαι τὸν λόγον, ὅπως τῆς εὐσεβείας κατα-μάθω τὸν τρόπον, ὅτι πῶς ἐν νουμέρῳ ὄντες οἱ τεσσαράκοντα, ἔχοντες τὰ σήμαντρα,γενναῖοι καὶ ἀήττητοι, οὕτω σαφῶς ἑαυτῶν τὸ ἔνδον τῆς καρδίας τῷ σταυροφόρῳτύπῳ κατεστεμματίσθησαν· εἰ γὰρ καὶ τῷ σώματι τῷ φθαρτῷ βασιλεῖ παρίσταντο,