Encomium in martyres
- Edition reference
- Encomium in martyres, ed. Phrantzolas, op. cit., vol. 7, 176–186.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg146.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
177
ἀθλοφόρων Μαρτύρων· γενναῖοι γὰρ γεγόνασιν ἀληθῶς τῇ προθέσει, καὶ σφόδρα
ἐπαινετοί· ἐν καιρῷ γὰρ διωγμοῦ, ὅτε πάντες οἱ δειλοὶ ἔφυγον τοῦ σκάμματος, τοῦ
μὴ ὁμολογῆσαι τὸν Χριστὸν Υἱὸν Θεοῦ, ἔστησαν οἱ γενναῖοι μετὰ πάσης ἀνδρείας,
καὶ περιεζωσμένοι πίστει τῇ εἰλικρινεῖ τὴν ὀσφὺν τὴν ἑαυτῶν, ὡμολόγουν ἀφόβως
ἐν πολλῇ παρρησίᾳ τὸν Χριστὸν Υἱὸν Θεοῦ. Καὶ τί λέγω σκάμματος ἀπέδρασαν οἱ
δειλοί; Οὐκ ἔφυγαν σκάμματος, ἀλλὰ τῆς βασιλείας τοῦ οὐρανίου Θεοῦ, ὡς ἀναξί-
ους ἑαυτοὺς ποιήσαντες οἱ χαῦνοι. Ἐν καιρῷ οὖν τοῦ ἀγῶνος εἱστήκεισαν οἱ γεν-
ναῖοι καὶ ἅγιοι τῇ προθέσει, ὑπομένοντες πάντα τὰ βασανιστήρια μετὰ χαρᾶς με-
γάλης ὑπὲρ τοῦ ὀνόματος τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τοῦ κόσμου.
Πῶς οὖν οὐκ εἰσὶ γενναῖοι οὗτοι οἱ μακάριοι, ὁρῶντες τοῖς ὀφθαλμοῖς φρικτὰ
κολαστήρια προκείμενα κατ' αὐτῶν καὶ πυρὰν καιομένην, τήγανα καὶ λέβητας
178
πεμπομένους οἷον στραγῶνας, οἳ καὶ ἐξηκόντιζον ἐκ πίσσης καὶ στέατος; Πάλιν δὲ
ἐθεώρουν τοὺς τροχοὺς μετὰ τρισμοῦ ἐν βίᾳ στρεφομένους ἐν πυρὶ καιομένῳ, καὶ ἔτι
ἀρθρέμβολα πυρούμενα ἐν πυρί, καὶ περιστῆρας καὶ βασάνους καὶ τρυπανιστήρια,
πέδας καὶ ἁλύσεις, καὶ ἅπαξ πᾶσαν τέχνην, ὅσην ὁ ἐχθρὸς πάσης τῆς ἀληθείας εὗρε
κατὰ τῶν ὁμολογούντων τὸ ὄνομα τοῦ Σωτῆρος. Προσέθηκεν ἅπαντα ἔμπροσθεν
τῶν Μαρτύρων, εἰς φόβον καὶ δειλίαν ἐμβαλεῖν τοὺς ἁγίους, ὅπως ἀπὸ τῆς θέας
χαλινωθῇ ἡ γλῶττα ἐκ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν Ἰησοῦν.
Τί δὲ οἱ φιλόθεοι καὶ τέλειοι ἀθληταὶ πρὸς τὸ θέαμα τοῦτο τῶν πολλῶν κο-
λάσεων κειμένων πρὸ ὀφθαλμῶν; Προθυμίαν λαβόντες κατὰ τούτων ἁπάντων, ἐν
πολλῇ παρρησίᾳ, ἀφόβως 〈καὶ〉 ἀδιστάκτως τὸν Χριστὸν ὡμολόγουν ἔμπροσθεν
τοῦ βήματος ἀρχόντων καὶ δικαστῶν. Οὐ πυρὸς συριγμός, οὐ τηγάνων βράσματα,
οὐ λεβήτων κοχλάσματα, οὐ τροχῶν περιστροφαί, οὔτε μὴν ἀρθρέμβολα, οὐ περι-
στήρων ὀδόντες, οὐ τρυπανιστηρίων ἡ ὀξύτης ἡ πολλή, οὐ πέδων τὰ σφίγματα, οὐχ
179
ἁλύσεων βάρος, οὐ τυράννων ἀπειλή, οὐκ ἀρχόντων βρυγμός, οὔτε ἅπασα τέχνη
τοῦ μισοκάλου Ἐχθροῦ καὶ τῶν ὑπουργῶν αὐτοῦ, ἐφόβησε τοὺς γενναίους ἀθλητὰς
τοῦ Χριστοῦ ἀπαρνήσασθαι αὐτόν, τὸν Θεὸν καὶ Σωτῆρα· ἀλλὰ μετὰ πίστεως κα-
τεπάτουν ἅπαντα τὰ μηχανήματα τοῦ Ἐχθροῦ, μὴ ἐγγισάσης αὐτοῖς παντελῶς
τῆς δειλίας.
Εἶδες γενναιότητα οἰκετῶν φιλοθέων; Εἶδες γαυρίαμα ἀθλητῶν φιλοχρίστων;
Εἶδες τὴν προθυμίαν τῶν ποθούντων βασιλείαν τοῦ Θεοῦ τοῦ ὑψίστου; Εἶδες πίστιν
τελείαν πιστῶν ὄντων τελείων; Εἶδες ἀγάπην Θεοῦ· πῶς κατεφρόνουν πάντων τῶν
ὄντων ἐπὶ τῆς γῆς, ἵνα ἴδωσι Θεὸν ὄντα, ὃν ἠγάπησαν; Εἶδες πόθον τοῦ Χριστοῦ·
πῶς ὑψοῖ ἀπὸ τῆς γῆς τοὺς θέλοντας ὑψωθῆναι; Εἶδες τὸν παράδεισον ποθοῦντα
στεφανίτας θεάσασθαι ἐν αὐτῷ, χαιρομένους ἐν φωτί;
Πρόσελθε, κατάμαθε, ἀδελφέ μου γνήσιε, ἔγγονον τῶν Μαρτύρων, ἐν ὀφθαλ-
μοῖς καρδίας, ὑπερβολὴν πίστεως τελείων ἀθλητῶν καὶ τὸν ἀμετάθετον λογισμὸν
τὸν εὐσεβῆ, πῶς οὐκ ἴσχυσε βία τῶν βασάνων τῶν δικαίων χαυνῶσαι τὸν λογισμὸν
καὶ τὴν ἀγάπην αὐτῶν, ἣν εἶχον πρὸς τὸν Θεόν, ἀλλὰ αἰκιζόμενοι μετὰ χαρᾶς με-
γάλης ἐδέχοντο τὰς πληγάς, ὥσπερ μεγίστην τρυφήν, καὶ ἱλαρῷ προσώπῳ ηὐχα-
ρίστουν τῷ Θεῷ, ὅτι ἠξιώθησαν τοῦ παθεῖν ὑπὲρ αὐτοῦ.
180
Πῶς ὑμᾶς ἐπαινέσω, χριστοφόροι τέλειοι; Ἢ πῶς ὑμᾶς καλέσω, ἔνδοξοι
μακάριοι; Τίς ἄρα δυνηθείη ἐξειπεῖν τὸν ἔπαινον τῆς ἡμετέρας πίστεως; Ἐξέστη ἡ
σοφία τῶν ῥητόρων καὶ τῶν σοφῶν, ὁρώντων παράδοξα εἰς τοὺς δούλους τοῦ Χρι-
στοῦ. Ἐξέλιπον ῥήματα τυράννων καὶ δικαστῶν, βλεπόντων προθυμίαν τῶν ἁγίων
μαρτύρων, καὶ πολλὴν ὑπομονὴν τῶν ἁγίων ἀθλητῶν· ὡς γὰρ ἐβασάνιζον ὑπηρέ-
ται ἄνομοι τὰς σάρκας τῶν ὁσίων, οὐκ εἶδον λυπουμένους καὶ σκυθρωπάζοντας,
ὡς ὄντας ἐν βασάνοις, ἀλλὰ ἐν χαρᾷ πολλῇ ἔβλεπον τοὺς ἁγίους· ἀναπαυόμενοι
γὰρ καὶ ἀγαλλιώμενοι ἦσαν ἐν ταῖς βασάνοις.
Ἡμεῖς δέ, ὦ ἀδελφοί, ποίαν ἀπολογίαν ἔχομεν πρὸς τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ
κρίσεως ἐκείνῃ τῇ φοβερᾷ· ὅτι χωρὶς διωγμοῦ καὶ παντοίας θλίψεως, οὕτως ἠμε-
λήσαμεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ ἡμετέρας ζωῆς; Οἱ Μάρτυρες θλιβόμενοι, καὶ
πάλιν πειραζόμενοι καὶ βασανιζόμενοι ἐν δειναῖς τιμωρίαις, ἠγάπησαν τὸν Θεὸν
ἐξ ὅλης αὐτῶν ψυχῆς, καὶ οὐκ ἴσχυσαν πειρασμοί, οὐ χαλεπαὶ βάσανοι αὐτῶν ἕνα
χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ· ἡμεῖς δὲ ἐν ἀνέσει καὶ τρυφῇ ὑπάρχοντες, οὐκ
ἀγαπῶμεν τὸν Θεόν, τὸν ἀγαθὸν Δεσπότην. Καὶ τί οὖν ποιήσωμεν, ὅταν δείξωσιν
181
ἐκεῖ ἐν τῇ φρικτῇ ἡμέρᾳ ἀθλοφόροι Μάρτυρες ἔμπροσθεν τοῦ βήματος, ἐν πολλῇ
παρρησίᾳ, τὰς οὐλὰς τῶν τραυμάτων καὶ δεινῶν τιμωριῶν; Ἡμεῖς ἄρα, ἀδελφοί,
τί ἂν δείξωμεν ἐκεῖ; Ποῖα κατορθώματα; Τὴν ἀγάπην τοῦ Θεοῦ ἢ ἄρα πρᾳότητα;
Τὴν ἐλεημοσύνην ἢ ἄρα συμπάθειαν; Τὰς εὐχὰς τὰς καθαρὰς ἢ ἄρα κατάνυξιν τὴν
ἁγνήν; Ἀγρυπνίαν ἢ ἄρα τὰ δάκρυα; Μακάριος ὁ ἔχων ταῦτα κατορθώματα, ὅπως
ἔσται ἐκεῖ συμμέτοχος Μαρτύρων, καὶ μὴ ἐκβαλλόμενος ἐκ παστοῦ τοῦ φωτός,
ἀλλὰ ἔχει πεποιθὼς παρρησίαν τὴν αὐτὴν διὰ κατορθωμάτων ἐνώπιον τοῦ Χρι-
στοῦ καὶ τῶν Ἀγγέλων αὐτοῦ.
Ἀθλοφόροι Μάρτυρες, θλιβόμενοι ἑκουσίως ἕνεκεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ
Σωτῆρος, παρρησίαν ἔχοντες πρὸς αὐτὸν τὸν Δεσπότην, πρεσβεύσατε, Ἅγιοι, ὑπὲρ
ἡμῶν τῶν χαύνων, καὶ ἁμαρτωλῶν, καὶ μεστῶν ῥᾳθυμίας, ἵνα ἔλθῃ ἐφ' ἡμᾶς ἡ χά-
ρις τοῦ Χριστοῦ καὶ φωτίσῃ καρδίας ἁπάντων τῶν ῥᾳθύμων, ἵνα αὐτὸν ἀγαπῶμεν.
Ὑμεῖς ἐστὲ ἀληθῶς μακάριοι καὶ ἔνδοξοι. Ἄγγελοι καὶ ἄνθρωποι ὑμᾶς μακαρίζου-
σιν· ἐν καιρῷ γὰρ θλίψεως, ὅταν ἐπληθύνετο ἀλγηδὼν τῶν βασάνων, ὑμεῖς τὸν
παράδεισον εἴχετε πρὸ ὀφθαλμῶν, λέγοντες ἐν ἑαυτοῖς· πληθυνθῶσιν ἐνταῦθα βά-
182
σανοι τοῦ σώματος, ὅπως πληθυνθῇ ἐκεῖ ἐν παραδείσῳ τρυφῆς ἡ ἀνάπαυσις αὐτοῦ·
καὶ ὅταν ἠγείρετο ζάλη τοῦ κλύδωνος διὰ τῶν τιμωριῶν, τὸν μακαρισμὸν τοῦ Θεοῦ
εἴχετε πρὸ ὀφθαλμῶν, πεισθέντες ὅτι ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος Θεὸς ὁ ὕψι-
στος. Ἐπειδὴ πρὸ ὀφθαλμῶν ταῦτα εἴχετε τὰ μέλλοντα ἀγαθά, πεπληροφορημένοι
ἀτελευτήτως αὐτῶν ἀπολαύειν ἐν χαρᾷ, διὰ τοῦτο, Ἅγιοι, οὐκ ἐχαυνώθη ὑμῶν ὁ
ἰσχυρὸς λογισμός. Ἡ χαρὰ τῶν μελλόντων, ἡ ἀγαλλίασις τῆς προσδοκίας ὑμῶν,
ἀνδρείους καὶ γενναίους κατειργάσατο ὑμᾶς καθ' ἑκάστην ὥραν, μηδὲν κορεννυμέ-
νους ποτὲ τῶν τιμωριῶν. Εἶδεν ὑμᾶς ὁ Ἐχθρὸς στήκοντας ἐν ἀγῶνι θαρσηροὺς καὶ
ἀφόβους, μὴ ἔχοντας παντελῶς δειλίαν ἐν καρδίᾳ βασάνων καὶ πειρασμῶν, καὶ
ἐξελύθη ἡ ἰσχὺς τῆς αὐτοῦ πονηρίας.
Νικησάντων δὲ ἡμῶν πάσας αὐτοῦ βασάνους, ὑπέλαβεν ὁ Ἐχθρὸς διὰ φόβον
τοῦ ξίφους εἰς δειλίαν ἐμβαλεῖν τὴν ὑμετέραν ἀνδρείαν, ἵνα ἀρνήσησθε Χριστόν, τὸν
ποθούμενον ἀεὶ ἐν ταῖς ψυχαῖς τῶν φοβουμένων αὐτόν· καὶ οὐκ εἴδῃ ὁ ἄθλιος ὅτι τὸ
ξίφος αὐτοῦ πηγὰς αἱμάτων πολλῶν βρύει ἐκ τῶν αὐχένων τῶν ἁγίων ἀθλητῶν, ἵνα
ἀποπνιγῇ αὐτὸς ἀνὰ μέσον τῶν κυμάτων αἱμάτων τῶν Ἁγίων· ταῖς δυνάμεσι δὲ αὐ-
183
τοῦ ἔλεγε μετ' αἰσχύνης· φοβοῦμαι καὶ δειλιῶ ἐκ τοῦ αἵματος τούτου, τοῦ βρύοντος
ἐξ αὐχένων τῶν σφαγιαζομένων ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ Ναζαρηνοῦ· ἀλλήλους
γὰρ προσκαλοῦνται τοῦ θανεῖν ὑπὲρ αὐτοῦ. Σκοτοῖ με ἀποφορὰ ἡ τοῦ αἵματος αὐ-
τῶν. Οὐκ ἰσχύω οὐκέτι σταθῆναι μίαν ὥραν ἢ ῥοπὴν ἔμπροσθεν συμφωνίας τῶν
μαθητῶν τοῦ Χριστοῦ. Βέλτιον ἦν μοι πολύ, ἵνα μὴ ἐξήγειρα τοὺς βασιλεῖς κατ'
αὐτῶν. Ἰδοὺ γὰρ τὰ αἵματα αὐτῶν διώκει με πάντοθεν· ἡ ὀσμὴ τοῦ αἵματος ἐκλύει
μου τὴν δύναμιν· οὐ δύναμαι γὰρ προσχεῖν παντελῶς εἰς τὸν τόπον, ὅπου εἰσὶ τὰ
ὀστᾶ τῶν μαθητῶν Ἰησοῦ.
Ταῦτα τὰ λαμπρὰ ἆθλα τῆς γενναιότητος ὑμῶν, ἀγωνισταὶ τέλειοι, καὶ ἀν-
δραγαθήματα τῆς ὑμετέρας πίστεως, ἀθληταὶ χριστοφόροι. Τοῦτο τὸ γαυρίαμα τῆς
ὑμετέρας νίκης, γενναῖοι θεοφόροι καὶ φιλόθεοι· ταῦτα τὰ καυχήματα. Ὁ ὑμέτερος
θάνατος μᾶλλον [δὲ] ζωὴν ὑμῖν κατειργάσατο. Κατενόησαν σοφοὶ εἰς ὑμετέρας
σφαγάς, καὶ ἐξέστη ἡ φρόνησις τῶν διανοιῶν αὐτῶν· ἐνεοὶ γενόμενοι πρὸς ἀλλή-
λους ἔλεγον· μέγας Θεὸς ἀληθῶς ὁ Θεὸς τῶν Χριστιανῶν, εἰς ὃν πεπιστεύκασι
πάντες οἱ μαθηταὶ αὐτοῦ. Πλειστάκις δὲ γεγόνασιν αὐτοὶ οἱ τιμωρηταὶ προσκυνηταὶ
184
ἀληθῶς, καὶ φοβούμενοι Θεόν, καὶ τέλειοι τῇ πίστει, ὁρῶντες ὑπομονὴν τῶν ἁγίων
Μαρτύρων, καὶ καλὴν παράκλησιν, ἣν εἶχον πρὸς ἀλλήλους ἐν αὐτῷ τῷ ἀγῶνι.
Ἴδετε, ὦ ἀδελφοί, συμφωνίαν θεϊκήν! Ἴδετε, ἀγαπητοί, ἀγάπην κατὰ Θεὸν
στηρίζουσαν ἐν πόνῳ τὰ μέλη τὰ ἴδια! Ἐκεῖνοι γὰρ οἱ Ἅγιοι ἀλλήλους παρεκάλουν
ἐν αὐτῷ τῷ ἀγῶνι, καὶ τοὺς ὀλιγοψύχους παρεμυθοῦντο ἀεί, ἵνα καὶ αὐτοὶ οἱ δοῦλοι
σὺν αὐτοῖς στεφανωθῶσι μετὰ χαρᾶς· ἡμεῖς δὲ οἱ πονηροὶ ἀλλήλους φθονοῦντες,
ἀλλήλους ἐσθίομεν καὶ ἀλλήλους δάκνομεν διὰ τὴν πικρότητα τῆς ἡμῶν πονηρίας.
Δεῦρο γενοῦ μαθητὴς τῶν ἁγίων Μαρτύρων. Ἐὰν θέλῃς μαθητεῦσαι, γίνονταί
σοι καὶ αὐτοὶ διδάσκαλοι ἀγαθοί, καὶ μανθάνεις ἐξ αὐτῶν τὴν καλὴν ἀπάθειαν, τὴν
πίστιν τελείαν, τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ συμπάθειαν πολλήν, καὶ πόθον τῶν μελ-
λόντων. Οὗτοι γὰρ ἐνίκησαν καιομένην τὴν πυρὰν ἐκ δυνάμεως τοῦ Θεοῦ καὶ τε-
λείας πίστεως· νίκησον καὶ αὐτὸς φλεγομένην πάντοτε ἐπιθυμίαν κακήν. Πάλιν δὲ
ἐνίκησαν ἐκεῖνοι τὰς βασάνους διὰ τῆς ὑπομονῆς καὶ τῆς ἐν Χριστῷ ἐλπίδος· νίκη-
σον πάλιν 〈καὶ〉 αὐτὸς διὰ τῆς σωφροσύνης καὶ εὐσεβοῦς λογισμοῦ πάντα τὰ αἰσχρὰ
185
πάθη. Ἐνίκησαν τυράννους διὰ τῆς πρᾳότητος καὶ τῆς μακροθυμίας· νίκησον δὲ καὶ
αὐτὸς τυραννίδα τῆς ὀργῆς. Ἐκεῖνοι μὲν φανερῶς γεγόνασι μάρτυρες· γενοῦ δὲ καὶ
αὐτὸς ἐν κρυπτῷ μάρτυς ἀεὶ τέλειος. Ἐκεῖνοι ἐτέλεσαν ἀγῶνα παρρησίας· ἐπιτέ-
λεσον καὶ σὺ τὸν ἐν κρυπτῷ ἀγῶνα, ἵνα καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως σὺν αὐτοῖς
στεφανωθῇς, καὶ ἐν τῇ βασιλείᾳ συγκληρονόμος αὐτῶν εὑρεθῇς, χαιρόμενος εἰς
αἰῶνα αἰῶνος.
Καὶ περὶ ἁμαρτωλοῦ καθεύδοντος ἐν καιρῷ τῆς αὐτοῦ εὐεργεσίας, πρεσβεύ-
σατε νῦν, Ἅγιοι, ὅπως ἐλέους τύχῃ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν φανεροῦνται τὰ κρυπτὰ
τῶν ἀνθρώπων. Ὡς οἰνοχόος οἰκτρὸς γέγονα ὑμῖν ἐγώ, ἀθλοφόροι Μάρτυρες· ἐκ
τοῦ ἀγαθοῦ οἴνου τῆς ὑμῶν ἀθλήσεως ὑπηρέτησα πόθῳ τοῖς τέκνοις καὶ ἀδελφοῖς
τῆς ὑμετέρας πίστεως· ἐκ τῆς καλῆς τραπέζης τῆς ὑμετέρας νίκης, τῆς γεμούσης
πάντοτε ἐδέσματα, πατράσι καὶ ἀδελφοῖς καὶ ὑμῶν συγγενεῦσι, προσερχομένοις
ἀεὶ ἐσθίειν τε καὶ πίνειν ἐκ τῆς αὐτῆς τραπέζης, ἡμέραν καθ' ἡμέραν, μετὰ πόθου
καρδίας. Ἰδοὺ γὰρ ψάλλουσι καὶ ἀγαλλόμενοι τὸν Θεὸν δοξολογοῦσι, τὸν στεφα-
νοῦντα τὰς κεφαλὰς τῆς γενναιότητος ὑμῶν, καὶ μετὰ χαρᾶς πολλῆς, κύκλῳ πε-
ριστήκουσι τῶν ἁγίων λειψάνων τῆς ἀθλήσεως ὑμῶν, θέλοντες εὐλογηθῆναι καὶ
186
λαβεῖν μεθ' ἑαυτῶν ἰάματα τῆς ψυχῆς 〈καὶ〉 τοῦ σώματος. Εὐλογεῖτε οὖν πάντας
ὡς ἀγαθοὶ μαθηταὶ τοῦ ἀγαθοῦ Δεσπότου. Κἀγὼ οὖν ἀσθενῶν, ἐνισχυθεὶς ἀφ'
ὑμῶν ἔψαλα μετὰ πόθου ἔμπροσθεν τῶν λειψάνων ὑμῶν τῶν ἁγίων. Γίνεσθε οὖν
πρεσβευταὶ ὑπὲρ ἐμοῦ τοῦ χαύνου ἔμπροσθεν τοῦ βήματος, ὅπως εὑρεθῶ ἐκεῖ δι'
ὑμῶν πρεσβειῶν σῳζόμενος, χάριτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
{Λόγος εἰς τὸ μαρτύριον τοῦ ἁγίουμεγαλομάρτυρος Βονιφατίου} Ὁ Θεὸς ὁ φιλάνθρωπος, ὁ προνοῶν τῆς τῶν ἀνθρώπων σωτηρίας· ὁ εἰπὼνδιὰ τοῦ Προφήτου, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶζῆν αὐτόν· ὁ εἰπών, οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·ὁ ταχὺς εἰς μετάνοιαν καὶ πολὺς ἐν οἰκτιρμοῖς· ὁ εἰπών, ὅταν ἀποστραφῇς στενά-ξας καὶ στενάξῃς, τότε σωθήσει· ὁ δοὺς ἡμῖν ὑπόδειγμα σωτηρίας πρὸς τὸ ἐπι-στρέφειν εἰς αὐτόν· αὐτὸς τῇ οἰκείᾳ αὐτοῦ ἀγαθότητι προνοούμενος ἡμῖν, ὑπο-γραμμὸν ἡμῖν δίδωσιν εἰς σωτηρίαν, πρὸς τὸ μὴ ἀπαγορεύειν ἑαυτῶν, εἴ ποτε ἐνἁμαρτίαις παγιδευθῶμεν ὑπὸ τοῦ ἀλλοτρίου, ἀλλ' ἐπελπίζειν ἐπὶ τὸ ἄφατον ἔλεοςτῆς αὐτοῦ ἀγαθότητος, καὶ ἐπὶ τοὺς ἀμετρήτους οἰκτιρμοὺς τῆς αὐτοῦ εὐσπλαγ-χνίας. Πολλοὶ γὰρ συναρπασθέντες καὶ περιπλακέντες ἁμαρτήμασι χαλεποῖς,ἔπειτα μετανοήσαντες τοὺς στεφάνους τῆς νίκης ἀπηνέγκαντο· ὧν εἷς τούτων γε-γένηται καὶ ὁ μακάριος Βονιφάτιος σὺν τῇ αὐτοῦ κυρίᾳ, περὶ ὧν ὑμῖν διηγήσομαι. Ἦν τις ἐν τῇ Ῥώμῃ ὀνόματι Ἀγλαΐς, θυγάτηρ τινὸς ὀνόματι Ἀκακίου, γένουςκαλοῦ, ἀπὸ ἀνθυπάτου γενομένου· κυρία στᾶσα πολλῶν κτημάτων, ἔχουσα ὑφ'ἑαυτὴν ἐπιτρόπους· ἕνα δὲ εἶχεν ὑπερέχοντα πάντων, ᾧ ὄνομα Βονιφάτιος, ὃς καὶσυνεκοινώνει εἰς μυσαρὰν ἁμαρτίαν πᾶσαν· ἦν δὲ εὐμέθυσος καὶ πόρνος καὶ πάντωνφίλος ὧν μισεῖ ὁ Θεός. Τρία δὲ εἶχε κατορθώματα· φιλόξενος ἦν καὶ εὐμετάδοτοςκαὶ ἐλεήμων. Εἴ ποτε εἶδέ τινας ὁδοιποροῦντας, μετὰ πάσης σπουδῆς καὶ προθυ-μίας προτρεπόμενος διηκόνει αὐτοῖς, τὰς δὲ νύκτας τὰς ῥύμας καὶ τὰς πλατείαςπεριερχόμενος διεδίδου τοῖς δεομένοις τὰ πρὸς τὴν χρείαν. Μετὰ γοῦν τινα χρόνον ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ κατανυγεῖσα ἡ δέσποινααὐτοῦ, προσκαλεσαμένη αὐτὸν λέγει αὐτῷ· ἀδελφὲ Βονιφάτιε, οἶδας εἰς πόσαςἁμαρτίας ἐμπεφυρμένοι ἐσμέν, μὴ διαλογιζόμενοι ὅτι τῷ Θεῷ παριστάναι ἔχομενκαὶ ἀποδοῦναι λόγον περὶ ὧν ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ. Καὶ νῦν ἠκούσαμεν Χρι-στιανῶν λεγόντων ὅτι εἴ τις ἐξυπηρετήσει τοῖς ἁγίοις τοῖς διὰ τὸν Χριστὸν ἀγωνι-σαμένοις καὶ ἀθλήσασιν ὑπὲρ αὐτοῦ, συμμέτοχος γίνεται ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆςδικαιοκρισίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ νῦν μεμάθηκα ὅτι οἱ δοῦλοιτοῦ Χριστοῦ ἀγωνίζονται κατὰ τοῦ Διαβόλου ἐν τῇ ἀνατολῇ, παραδιδόντες τὰἑαυτῶν σώματα εἰς βάσανα, ἵνα μὴ ἀρνήσωνται τὸν Χριστόν. Πορευθεὶς οὖν φέρεἡμῖν λείψανα ἁγίων μαρτύρων, ὅπως ἐξυπηρετησάμενοι τούτοις καὶ εὐκτηρίουςοἴκους οἰκοδομήσαντες ἀξίους τῆς ἀθλήσεως αὐτῶν, σωθῶμεν δι' αὐτῶν καὶ ἡμεῖςκαὶ πολλοὶ ἄλλοι. Λαβὼν δὲ μεθ' ἑαυτοῦ ὁ παῖς χρυσίον ἱκανόν, ὥστε ἀγοράσαι λείψανα ἁγίωνμαρτύρων καὶ εἰς διάδοσιν τῶν πτωχῶν, ἔχων μεθ' ἑαυτοῦ ἱππεῖς δώδεκα καὶ ἐπι-φερόμενος δὲ ἅμα αὐτῷ λεκτίκια τρία καὶ μύρα διάφορα εἰς κήδευσιν τῶν ἁγίων.Ἐν δὲ τῷ ἐξέρχεσθαι αὐτὸν λέγει τῇ κυρίᾳ αὐτοῦ· δέσποινα, ἐὰν εὕρω λείψαναἁγίων μαρτύρων, ἔχω σοι προσενέγκαι, ἐὰν δὲ οὐχ εὕρω καὶ ἔλθῃ σοι τὸ ἐμὸν λεί-ψανον, δέχῃ αὐτὸ εἰς ὄνομα ἁγίου; Λέγει πρὸς αὐτὸν ἡ κυρία αὐτοῦ· ἀπὸ σοῦ ποί-ησον τὴν μέθην καὶ τὴν μωρολογίαν, καὶ οὕτως ἄπελθε, ὡς εἰδὼς ὅτι λείψαναἁγίων μαρτύρων ἔχεις βαστάσαι· ἐγὼ γὰρ ἡ ἁμαρτωλός, οἷά εἰσι, προσδέχομαιαὐτὰ ἐν τάχει. Ὁ δὲ Θεός, ὁ δι' ἡμᾶς μορφὴν δούλου λαβών, ὁ τὸ ἑαυτοῦ αἷμα ἐκ-