De fide et lege naturae (Ms Be)
- Edition reference
- De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Tom. 6 f. 177 Tom. 6 p. 235 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας, τὸ πνεῦμα πνα τῆς ἀληθείας. ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος πνος · ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς πάντα πηγάζει τὰ θεῖα νάματα. καὶ ὅσα ὁ νόμος διαγορεύει. ὅσα προφῆται θεσπίζουσιν. ὅσα ἀπόστολοι κηρύττουσι. πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι πνι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται. πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα πνα διαιροῦν ἴδια ἑκάστῳ καθὼς βούλεται. διὰ τοῦτο πάντα ἀεὶ λείπει γὰρ ἐπέζησε τῇ πίστει. καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας σρίας . τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν. ἔργα δὲ καθ ̓ ἑαυτὰ, οὐδαμῶς τοὺς ἐργάτας ἐδικαίωσε. καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; μεμαρτύρητο κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς, ἀλλὰ χριστὸν χν ἠγνόει. θεῷ θῳ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστὰ, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῆ καὶ ἐραστῇ θεῷ θῳ . ἀλλ ̓ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός· ὁ ἀπρο σωπόληπτος καὶ δίκαιος κριτής. ὅτι καλὰ μὲν τὰ ἔργα. νεκρά δέ ἐστιν οὐκ ἔχον τα πίστιν ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις. ὥστε τὸν καλῶς ἀθλοῦντα, στεφανῶσαι τῇ πίστει. ὅς φησι πρὸς αὐτόν. κορνήλιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις φησὶ· καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν. τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην. πέμψον οὖν εἰς ἰόππην φησὶν καὶ μετακάλεσαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον. ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήση σὺ καὶ ὅλος ὁ οἶκός σου. οὐκοῦν, οὐκ εἶχεν τά ἔργα σωτηρίαν σρίαν . εἰ γὰρ ἐξ ὧν κηρύττει πέ τρος σώζεται καὶ αὐτός καὶ ὁ οἶκος αὐτοῦ οὐκ εἶχεν οὐδέπω ὁ κορνήλιος ἐκτῶν ἔργων τὴν σωτηρίαν σρίαν , ἕως αὐτῷ αὐτοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. διὰ τοῦτο καὶ πέτρος ὁ μακάριος καὶ τίμιος χριστοῦ χυ ἀπόστολος ἐλθὼν ἐκ τῆς ἰόππης καὶ θεασάμενος + τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις. ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως λέγει· ἐπ ̓ ἀληθείας καταλαμβά νομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός. ἀλλ ̓ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύην σώζεται. δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν. καὶ ἀκο λουθεῖν τῆ πίστει τὰ ἔργα· καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι ̓ ἀκαρπίαν. μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπιστία· γενοῦ ἐλαῖα κατάκαρπος. ἀλλ ̓ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον, ἑρμηνεύει κατὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ, τὴν πίστιν δείκνυσιν. τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; ἅπαν τες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γάρ ἐστι κρυπτόν· τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται. τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται. ἡ γὰρ φύσις ὑπα γορεύει τοὺς νόμους. οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τί πονηρόν. ἔθηκεν ὁ θεός νόμον ἐν τῆ φύσει ἄγραφον. τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. μηδεὶς λεγέτω οὐκ ἀνέγνων νόμον· οὐκ οἶδα τὰ τοῦ νόμου. ἐὰν γὰρ ἀρνήση τὸν κοινὸν νόμον· ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. θέλεις μαθεῖν ὅτι ἐν τῆ φύσει ἔπηξεν ὁ θεός τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον. πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ· φεύγουσι τῶν κακῶν τὴν προσηγο ρίαν· καὶ ὅπως ἄκουε· ὁ μοιχὸς, μοιχεύει· μοιχὸς δὲ ἀκούων, αἰσχύνεται· εἰπὲ τῶ ὁμολογουμένῳ μοιχῷ, μοιχέ. καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. καίτοι εἰ καλὸν ἡγῆ τὴν ἁμαρτίαν. τί φεύγεις τὴν προσηγορίαν; εἰπὲ τῶ ἐπιόρκω ἐπίορκε. καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. οὕτως αὐτὴ ἡ φύσις κράζει· ὅτι τὸ φαῦλον, ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ. καὶ ὃ ἐποίησεν ὁ θεός, καλὸν καὶ καλὸν λίαν. καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται. κάλεσον τὸν δίκαιον, δίκαιον· καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προση γορίᾳ σεμνύνεται. κἂν γὰρ δι ̓ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα· ἀλλ ̓ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται. καὶ πρόσωπον οὐκ ἕχει. καὶ πῶς οὐκ ἔχει πρόσωπον ἐὰν λεπτομερῶς ἐρευνήσης, οὐδεμίαν εὐρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην. ἀλλ ̓ ἐὰν μὴ δανείσηται + πρόσωπον ἀρετῆς, οὐ φαίνεται. καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος. οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται· ἀλλ ̓ ἀληθείαν ὑποκρινόμενος, ἀπατᾶ· ὁ ψευδόμενος οὐ κηρύττει ὅ ἐστιν· ἀλλὰ σχηματίζεται ὃ μὴ ἑστιν. καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον· ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολοήσας τὴν ἄθεσμον μοιχείαν ἐπιπηδᾶ τῷ οἴκῳ· ἀλλὰ πλασμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα, ἐνυ βρίζει τὰ θεῖα. ὁρᾶς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία; ὁμοίως καὶ ὁ συκοφάντης ὅταν εἰσέλθη εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν εἰσέρχεται· ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται· οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει· ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. διὰ τοῦτο ὁ σωτὴρ σὴρ ἔλεγεν. ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων· ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀλλ’ εἰς τὸ προκεί μενον ἐπανέλθωμεν. θέλεις ἰδεῖν ἀδελφὲ ὅσον δύναται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡμετέρα κἂν ἐν κακίαις ἐμφύρηται τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται· πολλοὶ πολλάκις δυνάσται, πλεονεξίαν πνέοντες· καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἀρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων· ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους. ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας. ἢ λυπεῖν νομισθέντας. καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται. οὐ λέγει αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. ἢ οὐκ οἶδας|πῶς ἀεὶ σχηματί ζονται οἱ καλῶς πρεσβεύοντες· ἀνὴρ εἰ φησὶν ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα. πάντες σου τάς εὐπραγίας ἄδουσι. καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρα κλήσει. ἵνα καμφθῆ τῇ εὐφημίᾳ, καὶ φύγη τὴν πονηρίαν. ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. οὐδεὶς κακὸς κακῶς ἀκούειν βούλεται. ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται. γενώμεθα οὖν ἀγαπητοὶ ἐλαῖα κατάκαρπος· καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. φύλλα ἡμῶν, οἱ λόγοι. καρποὶ, ἡ πολιτεία· γενοίτό σου καὶ ὁ λόγος + σεμνὸς. καὶ ἡ πολιτεία ἔγκαρπος. παρὰ γὰρ τῷ εὐσεβεῖ· οὐδὲ τὸ φύλλον ἀπό βλητον. τὸ γὰρ φύλλον αὐτοῦ φησὶν ὁ δαϋίδ δαδ , οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιῆ, κατευοδωθήσεται· ἀλλ’ ὢ τοῦ θαύματος· ἐνενόησα πῶς ὁ ἀδὰμ γυμ νὸς ἐξῆλθεν τοῦ παραδείσου. καὶ πῶς δαβὶδ κομᾶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ὁ μὲν ἐξῆλ θε γυμνὸς διὰ τὴν παράβασιν. ὁ δὲ ἐνδυσάμενος ἀρετὰς βοᾶ. ἐγὼ δὲ ὡσεὶ ἐλαῖα κατάκαρπος· οὐδὲν οὕτωςI ἡμᾶςII ἀποδύει ὡς ἀκαρπία. καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι ̓ ἔργων χρηστῶν. ὁ ἀδὰμ ἐπλάσθη. δεῖ γὰρ καὶ νῦν ἐπαναλα βεῖν τὰ εἰρημένα· ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια, συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται ἵνα εἰς βάθος διαδῶ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή. οὕτως δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι. ἵνα ἀποπληθῆ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπ'ἂν δέξηται τὴν βαφὴν. ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα· καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκ ἔτι καλεῖς ἐρέαν· ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον· ἢ τι τοιοῦτον. οἷον ἡ βαφὴ παρέσχεν τῷ βαφέντι τὸ κάλλος. εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ θυ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον ἄνον ; ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκήν· μετὰ δὲ τὴν βαφήν· εἰκόνα λαμπρὰν ἐπουράνιον ἐπούνιον . ἐπλάσθη τοίνυν ὁ ἀδὰμ πτωχὸς ἀπὸ γῆς. χοῦν γὰρ λαβὼν ὁ θεὸς, ἔπλασεν αὐτόν. ἀλλ ̓ οὐκ εἶδεν ὁ ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών. οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ θυ . εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα· εἰ ἔλαβεν τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν, διὰ τοῦτο ὁ θεὸς πλάσας τὸν ἄνθρωπον ἄνον καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῶ πλάσματι καὶ ταπεινώσεις πολλὰς. ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται· διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον ἄνινον καταστέλληται· ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην θεὸν θν ὑμνοῦσαν. τὰ θεῖα ἄδουσαν. ἐρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. διαλέγεται περὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς. μικρὸν σαρκίον ἡ γλῶσσα + οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον. καὶ τί λέγω δακτύλων. οὐδὲ ἄκρον ὄνυχος. ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς, φθέγγεται περὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς. καὶ ἵνα μὴ νομίση ὅτι μεγάλη τίς ἐστιν· καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται· πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῆ περιπλέκεται, ἵνα μάθη ὅτι θνητὴ οὖσα περὶ τῶν ἀϊ δίων καὶ ἀθανάτων λαλεῖ. καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις. καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον. τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον. καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου, καθορᾶ πᾶσαν τὴν κτίσιν. καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν ἐπαίρηται· πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται· ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας, ἑαυτὸν γνωρίσῃ. ἀπὸ δὲ τῆς δημιουργίας, τὸν τεχνίτην ἐκθειάση· ἔδωκεν αὐτῷ καρδίαν λο γιζομένην. ῥίζαν ἐνθυμημάτων. πηγὴν λογισμῶν. ἀλλ ̓ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν· ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται. δι ̓ ὧν ὁ ἄνθρωπος ἄνος ἐσθίει. ἵνα ὅτ'ἂν ἐπαίρηται ἡ καρδία καταστέλλη αὐτὴν ἡ γαστήρ. ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος, ἀναγκαῖα πρὸς παιδαγωγίαν. εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος ἄνος , τολμᾶ τ θ ρασύνεσθαι· καὶ οὐχ ἁπλῶς θρασύνεσθαι· ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ. ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λα λεῖς. εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας; τίς ἂν αὐτὸν ἤ νεγκεν ἐπαιρόμενον. διὰ τοῦτο ὁ μέγας ἡσαΐας, πρὸς τοὺς ὑπερηφάνους φησί. τί ἀλαζονεύεται γῆ καὶ σποδός. ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ θεὸς ἕκτισε τὸν ἄνθρωπον ἄνον , ἀπὸ χοός. ἀλλ ̓ οὐκ εἶδεν ὁ ἄνθρωπος ἄνος ὅπως ἐγίνετο. διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν. ὁ θεός γὰρ ὡς ἔφθην εἰπών οὐ προγενε στέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος. ἵνα μὴ βλέπη τὴν δημιουργίαν. πλὴν ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη. καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη. ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθεὶς, ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν. καὶ + τὴν μέλλουσαν φιλανθρωπίαν φιλανίαν . ὅτε μὲν γὰρ ἐπλάσθη· οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἐγέ νετο. πρόσεχε ἀκριβῶς, μή σε παραδράμη νόημα. ὅτε ἐπλάττετο ὁ ἀδὰμ οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη. ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει· οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. εἰ γὰρ καὶ ἑαυτὸν οὐ βλέπει ὁ νεκρός. ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾶ. βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας· καὶ εἰς χοῦν ἀναλυθέντας· καὶ δι ̓ ὧν ὁρῶ μεν παιδευόμεθα, οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους· πῶς τα πεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει· πάντων ὑποπίπτει τὸ φρόνημα καὶ φιλοσοφοῦμεν περὶ τά μνή ματα. ὅτ'ἂν ἴδωμεν ὀστέα γυμνὰ· καὶ τὴν ἀνίνην φύσιν διαβεβρωμένην καὶ διαλε λυμένην κατανοήσωμεν· εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν· ἴδε τί γινόμεθα καὶ ποῦ ἀπερχόμεθα καὶ φλυαροῦμεν. ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πη φθέγγεται. ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς. ὅρα τί γινόμεθα. καὶ ὅλως κἂν φθεγγώ μεθα; καὶ ἁρπάζομέν τι καὶ βοῶμεν καὶ μνησικακοῦμεν; καὶ ἕκαστος ἁπλῶς οὕτως φιλοσοφεῖ ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ. ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. διὰ τοῦτο ὁ θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν. διὸ πᾶσα πόλις. πᾶσα κώμη, πρὸ τῶν εἰσόδων τάφους ἔχει. ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασι λεύουσαν καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι. καὶ πρὶν ἴδη ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. τάφοι πρὸ τῶν πυλῶν. τάφοι πρὸ τῶν ἀγρῶν. πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται. καὶ παιδευόμεθα πρῶ τον εἰς τί καταλήγομεν· καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα. καὶ οὐ τοῦτο μόνον. ἀλλὰ καὶ μέλλον τες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευό μεθα ταπείνωσιν. ἀνὴρ πολλάκις, ἐπειδ ̓ἂν γυναῖκα θέλη λαβεῖν, ὑπαγορεύει τῷ νόμῳ. γράφει τὰ προικῶα. οὐδέπω συνάφεια· καὶ θάνατος εὐθὺς ἀναγρά φεται. οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου. καὶ τὸν θάνατον + εὐθέως ὁρίζεται. οὐδέπω εἶδεν τὴν γαμετὴν καὶ θανάτου ψήφους καθ ̓ ἑαυ τοῦ καὶ κατ ̓ ἐκείνης προϋποτίθεται· καὶ γράφει τοιαῦτα. ἐὰν δὲ ἀπο θάνη ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ δια τυποῦται. οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ. τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα. καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι· ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. τί γάρ φησιν. ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀπο θάνη· οὔπω ὁ καρπὸς καὶ ἡ ἀπόφασις ἔδραμεν. εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον ἄνον πάθη· ἢ τὸ γύναιον ἀποθάνη ἐπιλανθάνεται ὧν ἔγραψεν. καὶ ἕτερα τραγωδίας προφέρει ῥήματα. καὶ ταῦτα φησὶν ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν· καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; τί οὖν; ἐπελάθου ὧν ἔγραψας; καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως. ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν· ἐπελάθου τῶν νόμων τῆς φύ σεως; ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων· εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα· εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ κρίματα. μὴ φιλοσόφει ἔξω τῶν παθῶν. ἀλλ ̓ ὅταν ἐντὸς γένη τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι. ὅτ'ἂν λυπῆ· μνήσθητι τῶν λόγων. δι ̓ ὧν παραμυθῆ τὸν λυπούμενον. τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους· οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; ἀνθρώπινα ἄνινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφοράν. οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας. ταῦτα καὶ βασιλεῖς φέρουσιν· ἐζημιώθησαν πολλάκις ἄρχοντες. ζημιοῦνται καὶ δυ νάσται· ἐπίγνωθι σεαυτοῦ τὴν ψῆφον. ἄνθρωπος ἄνος εἶ. μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων. ταῦτα καὶ τούτων πλείονα φθέγγη. ὅτ'ἂν ἄλλον παρακαλῆς. ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ. σεαυτῷ δὲ οὐδὲ οἰκ τρὸς μαθητής; μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν ἀκμῆ τῶν παθῶν φιλοσοφεῖν. εἴ τις δύναται ἐφ ̓ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν. δίκαιος εἶ κύριε κε καὶ εὐθεῖς αἱ κρίσεις σου. ζημιοῦται μὲν ὡς ἄνθρωπος ἄνος , στεφα νοῦται δὲ ὡς φιλόθεος. ὁ βίος ἀδελφοὶ πολλῆς γέμει δυσκολίας καὶ δεῖ πάν τως καὶ δίκαιον καὶ ἄδικον· καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. ἀλλὰ πολλὴ ἡ δια φορά. ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι· καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. τύπτεται υἱὸς, τύπτεται καὶ οἰκέτης. ἀλλ ̓ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας. ὁ δὲ +ὡς ἐλεύθερος, καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. οὐκ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβὴς· ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς, ἀλλὰ λογί ζεται τούτῳ ἡ παιδεία εἰς θλίψιν καὶ δοκιμασίαν. τῷ δὲ ἀσεβεῖ, εἰς μά στιγας καὶ τιμωρίαν. διὰ τοῦτο ταύτας τὰς δυσκολίας. εἰδὼς ὁ μακάριος δαϋὶδ δαδ περὶ μὲν τῶν δικαίων λέγει· πολλαὶ αἱ θλίψεις, τῶν δικαίων· ἀλλ ̓ ὅρα τὸ ἐπαγό μενον. καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος κς . οὔπω εἶπε τὴν θλῖψιν καὶ ὑπέ δειξε τὴν ἴασιν. περὶ δὲ τῶν ἐναντίων, πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. καὶ οὐδὲν τὸ ἐπαγόμενον. τῶν δὲ δικαίων, πολλαὶ μὲν αἱ θλίψεις. ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος κς . ταῦτα δέ τις ἀκούων, μὴ ἑαυτοῦ ἀπογινωσκέτω· μηδὲ λεγέτω. εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι ἐλπίδα μὴ ἔχων ἄκαρπός μοι ἐστιν ἡ παι δεία· ἁμαρτωλὸν γὰρ ἐκάλεσεν νῦν ἡ γραφὴ, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον· ἀλλὰ τὸν θλιβόμενον· τὸν εὐσεβείας μετέχοντα· πράγμασι δὲ ἀνθρωπίνοις ἄνινοις ὀλισθαίνοντα. ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεὸς. μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ θῦ φιλανθρωπίας φιλανίας φησὶ γάρ· ζῶ ἐγὼ λέγει κύριος. οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. ὄμνυσιν ὁ θεὸς οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. λεγέτω τοίνυν πᾶς ἄνθρωπος ἄνος εἰς θλίψεις ἐξεταζόμενος. δίκαιος εἶ κύριε· καὶ εὐθεῖς αἱ κρίσεις σου. καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχὴν· καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. οἷος ἦν ὁ μακάριος ἰώβ. ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν. ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα. ὁ πᾶσαν αὐτῶν τὴν μανίαν ἐκ λύσας· ὁ τῇ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας. ὁ πάντων ὁμοῦ στερηθεὶς. καὶ τὸν πάντων κύριον κν οὐκ ἀρνηθεὶς. ἀλλὰ τὰ ἐκείνου στρατηγήματα, ἴδιον λήψεται IOB λόγον. καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν. μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαισματα. ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν· ἅπερ εἶπεν ἐκεῖνοςII ὁ γενναῖοςII καὶ μέγας ἀγωνιστὴς, ἐπειδή γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει πάντων γυμνωθεὶς, ἑαυτόν εὐσεβείας οὐκ ἐγύμνωσεν. ἀλλὰ φησίν· ὁ κύριος κς ἔδωκεν ὁ κύριος κς ἀφείλετο. ὡς τῷ κυρίῳ κῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· καλὸν τὸ ἔδοξεν παραχω ρεῖ τῇ αὐθεντείᾳ· οὐ περιεργάζεται τὴν διοίκησιν διοίκησιν. οὐκ εἶπεν ὡς ἡμεῖς διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες μένουσιν. ποῖα διοίκησις αὕτη. ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξὶν. ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας. +καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας. καὶ παῖς ἐπέραστον ἔχων κάλλος· ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται· μάθε μὴ τοιαῦτα ζητεῖν. μάθε λέγειν. τὰ κρίματά σου ἄβυσσος πολλή. μάθε λέγειν δίκαιος εἶ κύριε κε . καί εὐθεῖς αἱ κρίσεις σου. μάθε λέγειν. ὡς τῶ κυρίῳ κω ἔδοξεν, οὕτως καὶ ἐγένετο. γνώριζε τὴν αὐθεντείαν, ἵνα γνωρίσης τὴν ευσέβειαν. ἀλλ ̓ ἐπειδή παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος πνος · εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκὼς, ὡς τῷ θεῷ θω ἔδοξεν· τὴν αὐθεντείαν ἔδει ξε καὶ τὴν κυριότητα. οὕτως καὶ οἱ ἀπόστολοι ἀπλοι τὴν δεσποτικὴν αὐθεντείαν τοῦ ἁγίου πνεύματος πνος ἐνδεικνύμενοι, φασίν. ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι μηδὲν ἐπιτίθεσθαι ὑμῖν, πλὴν τὸ ἐπάναγκες· ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι . εἰ ὑπόκειται, διὰ τί αὐτῷ ἔδοξεν. εἰ ὑπὸ νόμον ἐστὶ τὸ πνεῦμα πνα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ. οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ ταῦτα καὶ γίνεται; μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα; ὡς κυρίῳ κω ἔδοξε φησὶν ὁ ἰώβ. ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι , φασὶν οἱ ἀπόστολοι ἀπλοι . ὁμότιμος ἡ λέξις τῆς αὐθεντείας. ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. ἀλλ ̓ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρε τικῶν παρείσδυσιν. ἆρα γὰρ ἐπειδὴ εἶπον φησὶν οἱ ἀπόστολοι ἀπλοι , ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι · ἐπήγαγον δὲ καὶ ἡμῖν. παρὰ τοῦτο αὐθεντείαν ἔχουσι θεότητος οἱ ἀπόστολοι ἀπλοι ; ταῦτα μελετάσθω. ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλωσ η ι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας. ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων, αἱρετικὴν ἀσέβειαν ἐγχέωσιν τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι. μηδὲν σε φησιν ἀδελφὲ ξενίση τῶν εἰρημένων, ὡς ἀδελφὸν καλεῖ· καὶ ὡς πολέμιον ἀναιρεῖ. μὴ θαυμάσης φησὶν. εἰ περὶ τοῦ ἁγίου πνεύματος πνος εἶπον οἱ ἀπόστολοι ἀπλοι , ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι · καὶ ἡμῖν ἔδοξε τοῖς ἀποστόλοις ἆρα θεοὶ οἱ ἀπόστολοι ἀπλοι ; ἆρα θεοῦ ἔχουσι τὴν αὐθεντείαν; ὅτ'αν ταῦτα λέγη ὁ αἱρετικὸς, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν. τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα. τί οὖν ἐστιν πρὸς αὐτὸν εἰπεῖν, εἰ τῷ συνῆφθαι τοὺς ἀποστόλους ἀπλους τῷ ἁγίῷ πνεύματι πνι ἐλαττοῖ τοῦ πνεύματος πνος τὴν ἀξίαν· οὐκοῦν τὸ συνῆφθαι μωυσῆν τῷ θεῷ θω , ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν. οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσης τὸ ἔδοξε τῷ ἁγίῳ πνεύματι πνι διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους ἀπλους · οὐκ ἄρα μεγάλην δυνήση λέγειν οὐδὲ τὴν εἰς θεὸν θν πίστιν, διὰ τὸ συνῆφθαι καὶ μωϋσῆν τῷ θεῷ θω · λέγει γὰρ ἡ γραφή. ἐπίστευσεν ὁ λαὸς, εἰς τὸν θεὸν θν +καὶ εἰς τὸν μωυσῆν. ἀλλὰ καὶ ἕτερον προενέγκοωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος πνος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων ἀπλων . ὑβρίζει καὶ τὸν θεὸν θν σαμουὴλ προσκείμενος. γέγραπται γὰρ· καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον κν καὶ τὸν σαμουήλ. πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας ἐλαττοῖ τοῦ πνεύματος πνος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκήν αὐθεντείαν τὸ συνῆφθαι τῷ πνεύματι πνι τοὺς ἀποστόλους ἀπλους ; ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν καὶ γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορία· ἐβόησεν γὰρ πᾶς ὁ λαὸς πολεμῶν, ῥομφαῖα τῷ κῳ καὶ τῇ γεδεῶν· ὥσπερ οὖν συνῆπται μωυσῆς τῷ θεῷ θω · οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ. ἀλλ ̓ ὡς ὑπηρέτης θεοῦ θυ . καὶ σαμουὴλ τῷ θεῶ. οὐχ ὡς ὁμότιμος· ἀλλ ̓ ὡς προφήτης. καὶ γεδεὼν τῷ θεῷ θω . οὐχ ὡς ὁμότιμος· ἀλλ ̓ ὡς στρατηγὸς τοῦ πολέμου. οὕτως καὶ οἱ ἀπόστολοι ἀπλοι τῷ πνεύματι πνι , ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντείαν. καὶ μὴ ὕβριζε τοῦ πνεύματος πνος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν. πατρὸς πρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος πνος . αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις· ἡ ἀληθινὴ ἀξία. ἡ ἀμέριστος βασιλεία. ἡ ἄσχιστος τι μὴ, ἡ ἀδιαίρετος ἐλπίς· ἡ ἀκατάληπτος δόξα. τοῦ πατρὸς πρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πνος . ᾗ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.