The Greek Library Author

Severianus Gabalensis

De fide et lege naturae (Excerpta in Catena Andreae – Ms Co)

Edition reference
De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local003
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ξγΣευηριανοῦ ἐπισκόπου Γαβάλων:-

Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς. ὁ μέγας κριτής· ὅτι καλὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστι πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας· στεφανῶσαι τῆ πίστει· ὡς φησὶν ὁ ἄγγελος· Κορνήλιε· αἱ προσευχαὶ σου καὶ ἐλεημοσύναι σου. ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ· εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις καὶ ἐλεημοσύναι ΓΡ ἐδέχθησαν:-ἀνέβησαν. τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· ἀλλα πέμψον εἰς Ἰόππην· καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον. ὃς ἐλθὼν λαλήσει σοι ῥήματα ἐν οἷς σωθήση σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν Πέτρος κηρύσσει σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος. οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν. ἕως αὐτῶ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης· καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν. ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις· ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως· λέγει· ἐπ’ ἀληθείας καταλαμβάνομαι· ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεὸς· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην σώζεται· ἀλλὰ δεκτός ἐστι· τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῆ ἀκαρπία· μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπιστία:-

μθ Σευήρου.

ἔδοξε τῶ ἁγίω πνεύματι καὶ ἡμῖν. μηδέν σε φησὶν ὁ αἱρετικὸς ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ. καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησὶν εἰ ὑπὲρ τοῦ ἁγίου πνεύματος εἰπον οἱ ἀπόστολοι ἔδοξε τῶ ἁγίω πνεύματι· ἀλλ ̓ ὅρα τὸ ἐπαγόμενον. καὶ ἡμῖν γάρ φησιν. ἄρα οὖν θεοὶ οἱ ἀπόστολοι· ὅτἂν ταῦτα λέγη. ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἐστὶ πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι· ἐλαττοῖ τοῦ πνεύματος τὴν δόξαν. οὐκ οὖν τὸ συνῆφθαι Μωσῆν τῶ Θεῶ. ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν. λέγει γὰρ ἡ γραφή· ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν. ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος. εἰ καθαίρει τοῦ πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων. ὑβρίζει καὶ τὸν Θεον. καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν. Σαμουὴλ προσκείμενος. γέγραπται γὰρ καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ· πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. εἰ ἐλαττοῖ τοῦ ἁγίου πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντείαν τὸ συνῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλους. ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν· Γεδεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία. ἐβόησε γὰρ ἅπας ὁ λαὸς. πόλεμος τῶ κυρίω καὶ τῶ Γεδεών. ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος θεοῦ· ἀλλ’ ὡς ὑπηρέτης θεοῦ· καὶ Σαμουὴλ τῶ θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ ̓ ὡς προφήτης· καὶ Γεδεὼν τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος· ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι· ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντείαν. καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν:-