De fide et lege naturae (Ms Ha)
- Edition reference
- De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local008- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος. ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας. τὸ πνευμα τῆς ἀληθείας. ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνη τοῦ πνεύματος πνς , ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ βαθεῖα νάματα· καὶ ὅσα ὁ νόμος διαγορεύει· ὅσα προφῆται θεσπίζουσιν· ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα. τῶ ἁγίῳ πνεύματι πνι , ἀ ληθινῶς ἀπεικάζεται, καὶ ἐπιγράφεται· πάντα γὰρ ἐνεργεῖ, τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα πνα · διαιροῦν ἰδία ἑκάστω, καθὼς βούλεται· διατοῦτο πάντα ἀπαστρά πτει τὰ κάλλη τῆς εὐσεβείας. καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας· καὶ βρύουσιν οἱ θησαυροὶ, τῆς ἐνθέου σοφίας· θησαυροὶ· οὐκ ἐν γῆ κατακρυπτόμενοι· ἀλλ ̓ ἐν τῷ βάθει τῆς εὐσεβείας, θεωρούμενοι· θησαυροὶ, ψυχὰς εὐφραίνοντες· ἐννοίας φωτίζοντες· τὴν οἰκουμένην ἐπιστρέφοντες πᾶσαν· τοῦ ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες· ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν ὁ τὸ πρω τότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτως ὁ τῇ εὐσεβεία συζῶν· καὶ ταῖς ἀρεταῖς κομῶν. πλουτεῖ· καὶ ἀγάλλεται· καὶ μαρτυρεῖ παῦλος, ὧ δέ πη λέγων· εὐχαριστῶ τῷ θεῷ θῳ , ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ· ἐν παντὶ λόγῳ· καὶ πάσῃ γνώσει· ὁ γὰρ θεοῦ λόγον δεχόμενος, πλουτεῖ· ὁ δὲ μὴ δεχόμενος θεοῦ λόγον, πτωχεύει· καὶ μαρτυρεῖ ἡσαΐας λέγων· καὶ εἶπον· ἴσως πτωχοί εἰσι· διατοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου· ἀλλ ̓ ὁ μὲν πτωχεύων, ὀνειδίζεται· ὁ δὲ πλουτῶν, ἀγάλλεται· ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀλη θείας· ὁ κομῶν ταῖς ἀρεταῖς, τῆς ἐγκάρπου φιλο σοφίας. οἷος ἦν δαυΐδ ὁ λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἐλαία κατάκαρπος, οὐ φύλλοις κομῶσα. ἀλλὰ καρποῖς εὐσεβείας βρύουσα· ἔστι γὰρ ψυχὴ, πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις. καρπὸν δὲ μὴ φέρουσα· ὡς περὶ τοῦ ἰσραήλ ἱερεμίας ἔλεγεν· ἄμπελος εὐκληματοῦσα ὁ ἰσραήλ, οὐκ εὐκαρποῦσα· ἀλλ ̓ ἐκείνη μὲν ἡ ἄμπελος. τοιαύτη· ὁ δὲ προφήτης, ἀγάλλεται. λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· οὐκ ἐν τοῖς ἔξω κομῶσα· ἀλλ ̓ ἐν τοῖς ἔσω βρύουσα· ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος· οὐδε γάρ ἐστι καλὸν, τὸ, ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολι τεύεσθαι· εὑρήσεις γοῦν πολλοῦς. καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας, ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς· ἐλεήμονας· δικαιοσύνῃ προσέχοντας ἀλλ ̓ οὐδεὶς καρπὸς τοῖς ἔργοις αὐτῶν· ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας· καλὰ μὲν γὰρ καὶ τὰ ἔργα· ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον· καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον κν · τί ποι ήσωμεν ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ· ἀπεκρί νατο πρὸς αὐτούς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ· ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· ὁρᾳς πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν; οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα καὶ τοῖς ἔργοις ἐκόμησας· οὐχ ὅτι δὲ ἐλλείπει πρὸς τὰ ἔργα, ἀλλ ̓ ὅτι καθ ̓ ἑ αυτὴν ἡ πίστις, πλήρης ἐστιν ἀγαθῶν ἔργων. τὰ μὲν ἔργα· εἰς ἀνθρώπους. καὶ ἐξ ἀνθρώπων· ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς τὸν θεόν· ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσιν· ἡ πίστις, τὸν ἀπὸ γῆς ἄνθρωπον, θεοῦ συνόμιλον ἀπεργάζεται· οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν· ἐοίκασι δέ μοι ἀδελφοὶ. ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς· καὶ τὸν θεὸν θν τῆς εὐσεβείας ἀγνο ήσαντες, λειψάνοις νεκρῶν· καλὰ μὲν ἐνδεδυμένοις. αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι· τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς· τῷ μὲν θεῷ θῳ λόγῳ νενεκρωμένης. τοῖς δὲ ἀγαθοῖς ἔργοις, περιβεβλημένης· τὰ ἔργα, ἐπ ̓ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς· οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων. ἵνα μὴ ὑβρί ζηται· πλὴν, ἀνωτέρα τῶν ἔργων ἡ πίστις· ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις· ἐδει πρῶτον προηγεῖσθαι τὸ ζῆν. καὶ οὕτως τὸ τρέφεσθαι· τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστιν ἡ τροφὴ, οὕτως δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς, τὴν εἰς χριστὸν ἐλπίδα· τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς· τὸν μὴ τρεφόμενον καθ ̓ ἑκάστην, ἐγχωρεῖ ζῆν πολλάκις. τὸν δὲ μὴ ζῶντα, οὐκ ἐγχωρεῖ τρέφεσθαι· ἐνήστευσε μωϋσῆς, ἡμέρας τεσσαράκοντα· ἀλλ ̓ ἐπειδὴ εἶχεν ἐν ἐαυτῷ τὸν ζῶντα λόγον· οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηΐνων ἔνδεια· οὕτως καὶ ἐπὶ τῆς κατὰ ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔρ γοις τρέφεσθαι· δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως, τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δύνῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων, τὸν πιστὸν, δύναμαι δεῖξαι καὶ ζήσαντα· καὶ βασιλείας οὐρανῶν, ἀξιωθέντα· οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ ληστὴς, πιστεύσας μόνον, ἐδικαιώθη παρὰ τῷ φιλανθρώπῳ θεῷ θῳ · καὶ μή μοι λέγε, οὐκ ἔσχε καιρὸν, πολιτεύσασθαι καλῶς· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλο νεικῶ· ἀλλ ̓ ἐκεῖνο μόνον παρέστησα, ὅτι ἡ πίστις μόνη καθ ̓ἑαυτὴν ἔσωσεν· εἰ γὰρ ἐπέζησε τῆ πίστει. καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας· τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ ̓ἑαυτὴν ἔσωσεν· ἔργα δὲ καθ ̓ἑαυτὰ, οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσαν· καὶ θέλεις ἰδεῖν ἀκριβῶς ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; μεμαρτύρητο κορνήλιος ἐπὶ ἐλεη μοσύναις καὶ προσευχαῖς· ἀλλὰ χριστὸν ἠγνόει· θεὸν θν μὲν πιστεύων· τὸν δὲ τοῦ θεοῦ λόγον, οὐδέπω μεμαθηκώς· καὶ ἐπειδὴ ἔργα ἦν καλὰ, καὶ θαυ μαστὰ, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ θῳ · ἀλλ ̓ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιο σύνης· καὶ τῆς ἀληθείας μέγας ὀφθαλμὸς· ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτὴς. ὅτι καλὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον· βραβεύοντα τοῖς ἔργοις· ὥστε τὸν καλῶς ἀθλοῦντα, στεφανῶσαι τῇ πίστει· ὅς φησι πρὸς αὐτόν· κορνήλιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημό συνον ἐνώπιον τοῦ θεοῦ· εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις φησὶ καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· πέμψον οὖν εἰς ἰόππην φησὶ· καὶ μετακάλεσαι σίμωνα τὸν ἐπικα λούμενον πέτρον· ὃς ἐλθὼν, λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύττει πέτρος σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν· ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διατοῦτο καὶ πέτρος ὁ μακάριος· καὶ τίμιος χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς ἰόππης. καὶ θεασάμενος· τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλο φύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως, λέγει· ἐπ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσω πολήπτης ὁ θεός· ἀλλ ̓ ἐν παντὶ ἔθνει, ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῶ ἐστι· τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι ̓ ἀκαρπίαν, μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ· γενοῦ ἐλαία κατά καρπος, ἀλλ ̓ ἐν τῷ οἴκῳ τοῦ θεοῦ· τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατά καρπον, ἑρμηνεύει κατὰ τὰ ἔργα. τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ, τὴν πίστιν δείκνυσι· τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; ἅπαντες ἴσμεν ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γάρ ἐστι κρυπτὸν· τὰ μὲν γὰρ τῶν δογμάτων, ἀμφιβάλλεται· τὰ δὲ τῶν ἔργων. οὐ κέκρυπται· ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους· οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν· καὶ τί πονηρὸν· ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύσει ἄ γραφον. τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας· μηδεὶς λεγέτω. οὐκ ἀνέγνων νόμον. οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνὴσῃ τὸν κοινὸν νόμον. ἐλέγχει σε ὁ τῆς φύσεως νόμος· θέλεις μαθεῖν ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν, ἐρώτησον· πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· καὶ ὅπως, ἄκουε· ὁ μοιχὸς, μοιχεύει· μοιχὸς δὲ ἀκούων, αἰσχύνεται· εἰπὲ τῷ ὁμο λογουμένω μοιχῶ, μοιχὲ· καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται· καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν· εἰπὲ τῷ ἐπιόρκῳ, ἐπίορκε. καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν· τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κράζει· ὅτι τὸ φαῦλον· ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ· καὶ ὃ ἐποίησεν ὁ θεὸς, καλὸν· καὶ καλὸν λίαν· καὶ οὕτω καλὸν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται· καὶ τὴν κακίαν αἰσχύνεται· εἰπὲ τῷ σώφρονι, σώφρον· καὶ ὧ τῷ ἔργω ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον, δίκαιον· καὶ τῷ ἔργῳ στεφανοῦται καὶ τῆ προσηγορίᾳ σεμνύνεται κἂν γὰρ δι ̓ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα· ἀλλ ̓ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν· ἐννόησον ὅση κακία ἐν κόσμω πολιτεύεται· καὶ πρόσωπον οὐκ ἕχει· καὶ πῶς οὐκ ἔχει πρόσωπον· ἐὰν λεπτομερῶς ἐρευνήσης, οὐδεμίαν εὑ ρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ ̓ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται· καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται· ἀλλ ̓ ἀλήθειαν ὑποκρινόμενος· ἀπατᾶ· ὁ ψευδόμενος, οὐ κηρύττει ὅ ἐστιν. ἀλλὰ σχη ματίζεται ὃ μὴ ἐστι. καὶ τότε τὴν ἀδικίαν ἐργάζεται· ὁμοίως ὁ δόλιος, οὐ δείκνυσι τὸν δόλον· ἀλλὰ σχημα τίζεται τὴν φιλίαν· καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾶ τῶ οἴκῳ ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα, ἐνυβρίζει τὰ θεῖα· ὁρᾶς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία; ὁμοίως καὶ ὁ συκοφάντης· ὅταν εἰσέλθη εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας ὅπέρ ἐστιν, εἰσέρχεται· ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται· οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· διατοῦτο ὁ σωτὴρ ἔλεγεν· ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων. ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ’ εἰς τὸ προκεί μενον ἐπανέλθωμεν· θέλεις ἰδεῖν ἀδελφὲ ὅσον δύ ναται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡμετέρα κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπά ζεται· πολλοὶ πολλάκις δυνάσται· πλεονεξίαν πνέοντες. καὶ μὴδὲν ἕτερον ἐννοοῦντες. ἢ ἀρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῶ πένητι τὴν ἐπι κειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους. ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας. ἢ λυπεῖν νομισθέντας· καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ. οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῷ, ὅ ἐστιν· ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς· ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες· ἀνὴρ εἶ φησὶν ἀγαθὸς· διαβεβό ηταί σου τὸ ὄνομα· πάντες σου τὰς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει. ἵνα καμφθῆ τῇ εὐφημίᾳ· καὶ φύγη τὴν πονηρίαν· ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις, τὸ ἴδιον ἀσπάζεται· εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται· γενώμεθα οὖν ἀγαπητοὶ, ἐλαία κατάκαρπος· καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες· φύλλα γὰρ ἡμῶν οἱ λόγοι· καρποὶ· ἡ πολιτεία· γένοιτό σου καὶ ὁ λόγος σεμνὸς· καὶ ἡ πολι τεία ἔγκαρπος· παρὰ γὰρ τῶ εὐσεβεῖ, οὐδὲ τὸ φύλλον ἀπόβλητον· τὸ γὰρ φύλλον αὐτοῦ φησὶν ὁ δαβίδ δαδ , οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιῆ. κατευοδωθήσεται· ἀλλ’ ὢ τοῦ θαύματος· ἐννόησον, πῶς ὁ ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου. καὶ πῶς ὁ δαβἱδ δαδ κομᾶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν· ὁ δὲ ἐνδυσάμενος ἀρετὰς, βοᾶ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· οὐδὲν ἡμᾶς οὕτως ἀποδύει. ὡς ἀκαρπία· καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία. δι ̓ ἔργων χρηστῶν· ὁ ἀδὰμ, ἐπλάσθη· δεῖ γὰρ ἐπαναλαβεῖν τὰ εἰρημένα· ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις, βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῶ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφῆ, οὕτως δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς, συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι. ἵνα ἀποπλυθῆ μὲν τὸ ἀρχαῖον ὄνειδος. ἐνδυσώμεθα δὲ, τὸ νέον κάλλος. καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφὴν. ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα· καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκέτι καλεῖς ἐραίαν. ἀλλὰ πορφύραν· ἢ κόκκινον· ἢ πράσινον· ἢ τι τοιοῦτον· οἷον, ἡ βαφὴ παρέσχε τῶ βαφέντι τὸ κάλλος· εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ φύσις οὐ μετα βάλλει τὸν ἄνθρωπον; ὥστε τὸν αὐτὸν, πρὸ μὲν τῆς βαφῆς εἶναι, εἰκόνα χοϊκήν· μετὰ δὲ τὴν βαφὴν, εἰκόνα λαμπρὰν· ἐπουράνιον· ἐπλάσθη τοίνυν ὁ ἀδὰμ, πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ θεὸς, ἔπλασεν αὐτὸν· ἀλλ ̓ οὐκ εἶδεν ὁ ἀδὰμ πῶς ἐπλά σθη ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν, μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ· εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται, καὶ ἀγνοεῖ τὸν κτίσαντα· καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν. τίς ἂν ἐσυνεχώρησεν αὐτῷ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν· διατοῦτο ὁ θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῶ πλάσματι· καὶ ταπεινώσεις πολλὰς· ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως, ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται· διὰ δὲ τῆς ταπεινώσεως, τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται· ἔδωκεν αὐτῶ, γλῶτταν φθεγγομένην· θεὸν θν ὑμνοῦσαν· τὰ θεῖα ᾄδουσαν. ἐρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως· διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς· μικρὸν σαρκίον ἡ γλῶσσα· οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων· οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελές, φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς· καὶ ἵνα μὴ νομίση ὅτι μεγάλη τίς ἐστι καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλά κις καὶ φύματα καὶ τραύματα, αὐτῇ περιπλέκεται. ἵνα μάθη ὅτι θνητὴ οὖσα περὶ τῶν ἀϊδιων· καὶ ἀθανάτων λαλεῖ· καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις· καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος· ἔδωκεν αὐτῷ ὀφθαλμὸν· τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γάρ ἐστι τὸ βλέπον· τῆς κόρης τὸ μεσαίτατον· καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου. καθορᾶ πᾶσαν τὴν κτίσιν· καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι· καὶ λῆμαι. καὶ δάκρυα· καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται· ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας, ἑαυτὸν γνωρίση· ἀπὸ δὲ τῆς δημιουργίας, τὸν τεχνίτην ἐκθειάση· ἔδωκεν αὐτῷ, καρδίαν λογι ζομένην· ῥίζαν ἐνθυμημάτων· πηγὴν λογισμῶν· ἀλλ ̓ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε, καὶ τὴν τῶν ἐντέρων διάπλασιν· ἅτινα· καὶ κόπρων· καὶ πάσης ἄλλης ἀηδίας πληροῦται. δι ̓ ὧν ὁ ἄνθρωπος, ἐσθίει· ἵνα ὅταν ἐπαίρηται ἡ καρδία, καταστέλλη αὐτὴν ἡ γαστὴρ· ὥστε καὶ ἡ γαστήρ καὶ ἡ κόπρος, ἀναγκαῖα πρὸς παιδαγωγίαν· εἰ γὰρ κόπρον περιφέρων ὁ ἄνθρωπος. τολμᾶ θρασύνεσθαι· καὶ οὐχ ἁπλῶς θρα σύνεσθαι. ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστω. εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς αὐτὸν ἂν ἤ νεγκεν ἐπαιρόμενον· διατοῦτο ὁ μέγας ἡσαΐας πρὸς τοὺς ὑπερη φάνους φησὶ· τί ἀλαζονεύεται γῆ καὶ σποδός· ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ θεὸς ἕκτισε τὸν ἄνθρωπον ἀπὸ χοός· ἀλλ ̓ οὐκ εἶδεν ὁ ἄνθρωπος ὅπως ἐγένετο· διατοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὁ θεὸς γὰρ ὡς ἔφθην εἰπὼν, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος. ἵνα μὴ βλέπη τὴν δημιουργίαν· πλὴν ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη. καὶ ὅτι αὐτὸν ὁ δημιουργός ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη· ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πεισθεὶς ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν· καὶ τὴν μέλλουσαν φιλανθρωπίαν· ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ οἶδεν ὅτι ἀπὸ γῆς ἐγένετο· πρόσεχε ἀκριβῶς, μή σε παραδράμη τὸ νόημα· ὅτε ἐπλάττετο ὁ ἀδὰμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, εἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπη ὁ νεκρὸς, ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾶ· βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι ̓ ὧν ὁρῶμεν, παι δευόμεθα· οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει· πάντων ὑποπίπτει τὸ φρόνημα· καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα· ὅταν ἴδωμεν ὀστέα γυμνὰ. καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν· ἴδε τί γινόμεθα· καὶ ποῦ ἀπερχόμεθα. φλυαροῦμεν· ἐξήλθoμεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως· ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκαστος, ὧδέ πη φθέγγεται· ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· ὅρα τί γινόμεθα· καὶ ὅλως κἂν φθεγγώμεθα; καὶ ἁρπάζομέν τι· καὶ βοῶμεν; καὶ μνησικακοῦμεν; καὶ ἕκαστος ἁπλῶς οὕτως φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι. καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ· ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ· διατοῦτο ὁ θεὸς πανταχοῦ πηγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις· πᾶσα κώμη, πρὸ τῶν εἰσόδων τάφους ἔχει· ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ· καὶ τοῖς ἄλλοις ἀξιώμασι, καὶ πρὶν ἴδη ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται· τάφοι πρὸ τῶν πυλῶν· τάφοι πρὸ τῶν ἀγρῶν. πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν, πρόκειται· καὶ παιδευόμεθα πρῶτον, εἰς τί καταλή γομεν. καὶ τότε ὁρᾳν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν· ἀνὴρ πολλάκις ἐπειδὰν γυναῖκα θέλη λαβεῖν, ὑπαγορεύει τῷ νομῳ· γράφει τὰ προικῶα· οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου. καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετὴν, καὶ θανάτου ψήφους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προυπο τίθεται· καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνη ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ διατυποῦται· οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ· τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ κατὰ τῶν οὐδέπω γεγονότων· τί γάρ φησιν· ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνη· οὔπω ὁ καρπός· καὶ ἡ ἀπόφασις ἔδραμεν· εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθη. ἢ τὸ γύναιον ἀποθάνη, ἐπιλανθάνεται ὧν ἔγραψε· καὶ ἕτερα τραγωδίας προφέρει ῥήματα. καὶ ταῦτα φησίν ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν καὶ ἀπο στερεῖσθαι τῆς συζυγίας; τί οὖν· ἐπελάθου ὧν ἔγραψας; καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων. ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως. ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; ταῦτα λέγεται εἰς σωφρο νισμὸν ἁπάντων· εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα· εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ κρίματα· μὴ φιλοσόφει ἔξω τῶν παθῶν. ἀλλ ̓ ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι· ὅταν λυπῇ, μνήσθητι τῶν λόγων, δι ὧν παραμυθῆ τὸν λυπούμενον· τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους. οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; ἀν θρώπινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφορὰν· οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν. ἐζημιώθησαν πολλάκις ἄρχοντες. ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν ψῆ φον· ἄνθρωπος εἶ. μετὰ πάντων καὶ αὐτὸς, τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων· ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῆς. ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητὴς; μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν ἀκμῆ τῶν παθῶν φιλοσοφεῖν· εἴ τις δύναται ἐφ ̓ ἑκάστης συμφορᾶς ἢ λύπης, ἢ ζημίας λέγειν. δίκαιος εἶ κύριε κε , καὶ εὐθεῖς αἱ κρίσεις σου, ζημιοῦται μὲν, ὡς ἄνθρωπος· στεφανοῦται δὲ, ὡς φιλόθεος· ὁ βίος ἀδελφοί. πολλῆς γέμει δυσκολίας. καὶ δεῖ πάντως, καὶ δίκαιον. καὶ ἄδικον· καὶ εὐσεβῆ καὶ ἀσεβῆ, θλίβεσθαι. ἀλλὰ πολλὴ ἡ διαφορὰ· ἄλλον γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι· καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. τύπτεται υἱὸς, τύ πτεται καὶ οἰκέτης· ἀλλ ̓ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας. ὁ δὲ ὡς ἐλεύθερος. καὶ ὡς υἱὸς, ἐπιστροφῆς δεόμενος. οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν· οὐκ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβὴς, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτω ἡ παιδεία, εἰς θλίψιν καὶ δοκιμασίαν. τῶ δὲ ἀσεβεῖ, εἰς μάστιγας καὶ τιμωρίαν· διατοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος δαβίδ δαδ , περὶ μὲν τῶν δικαίων λέγει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἀλλ ̓ ὅρα τὸ ἐπαγόμενον. καὶ ἐκ πασῶν αὐτῶν, ῥύσεται αὐτοὺς ὁ κύριος κς · οὔπω εἶπε τὴν θλίψιν, καὶ ὑπέδειξε τὴν ἴασιν· περὶ δὲ τῶν ἐναντίων· πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῶν δὲ δικαίων, πολλαὶ μὲν αἱ θλίψεις. ἐκ δὲ πασῶν αὐτῶν, ῥύσεται αὐτοὺς ὁ κύριος κς · ταῦτα δέ τις ἀκούων, μὴ ἑαυτοῦ ἀπογινωσκέτω· μὴ δὲ λεγέτω, εἰ τοίνυν ὡς ἁμαρ τωλὸς μαστίζομαι ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστὶν ἡ παι δεία· ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφὴ, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον· ἀλλὰ τὸν θλιβόμενον· τὸν εὐσεβείας μετέχοντα· πράγμασι δὲ ὀλισθαίνοντα· ἐπεὶ ὅτι ἁμαρτω λοὺς ἐλεεῖ ὁ θεὸς· μεστὴ πᾶσα ἡ γραφὴ τῶν ἐνεχύρων, τῆς τοῦ θεοῦ φιλανθρωπίας· φησὶ γάρ· ζῶ ἐγώ λέγει κύριος κς · οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ὄμνυσιν ὁ θεὸς, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν. ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν, εἰς πίστιν ἐκβιαζόμενος. λεγέτω τοίνυν πᾶς ἄνθρωπος εἰς θλίψεις ἐξεταζόμενος, δίκαιος εἶ κύριε κε · καὶ εὐθεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχην, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. οἷος ἦν ὁ μακάριος ἰὼβ· ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν· ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα· ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας. ὁ τῇ στεῤῥότητι τῆς γνώμης, τὰ κύματα τοῦ διαβόλου καταλύσας· ὁ πάντων ὁμοῦ στερηθεὶς, καὶ τὸν πάντων κύριον κν οὐκ ἀρνηθείς· ἀλλὰ τὰ ἐκείνου στρατηγήματα. ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς. ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν· μὴ τῇ παραδρομῇ τῶν λόγων, ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχ ο ω μεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστὴς· ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει· πάντων γυμνωθεὶς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν. ἀλλὰ φησίν. ὁ κύριος κς ἔδωκεν. ὁ κύριος κς ἀφείλετο· ὡς τῷ κυρίῳ κῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· καλὸν τὸ, ἔδοξεν· παραχωρεῖ τῆ αὐθεντία· οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς, διὰ τί νέοι ἀποθνήσκουσιν· καὶ γέροντες μένουσι· ποία διοίκησις αὕτη· ἐπιθυμεῖ γέρων θανάτου· λελυμένος ταῖς σαρξὶν· ἐνδεής τε χρημάτων· καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγ χάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται· μάθε μὴ τοιαῦτα ζητεῖν· μάθε λέγειν, τὰ κρίματά σου ἄβυσσος πολλὴ· μάθε λέγειν. δίκαιος εἶ κύριε κε · καὶ εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν, ὡς τῷ κυρίῳ κῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· γνώριζε τὴν αὐθεντείαν, ἵνα γνωρίσης τὴν ευσέβειαν· ἀλλ ̓ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος πνς , εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀ σφάλειαν τὴν ἡμετέραν. καὶ βεβαίωσιν· ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκὼς ὡς τῷ κυρίῳ κῳ ἔδοξε τὴν αὐθεντείαν ἔδειξε καὶ τὴν κυριότητα, οὕτως καὶ οἱ ἀπόστολοι. τὴν δεσποτικήν αὐθεντείαν τοῦ ἁγίου πνεύματος πνς ἐνδεικνύμενοι. φασίν· ἔδοξε τῷ ἁγίω πνεύματι πνι , μηδὲν ἐπιτίθεσθαι ἡμῖν, πλὴν τῶν ἐπάναγκες· ἔδοξε τῶ ἁγίῳ πνεύματι πνι · εἰ ὑπόκειται, διατί αὐτῶ ἔδο ξεν· εἰ ὑπὸ νόμον ἐστὶ τὸ πνεῦμα πνα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένω· οὐχ ἃ τῶ βασιλεῖ δοκεῖ ταῦτα καὶ γίνεται; μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα; ὡς τῶ κυρίῳ κῳ ἔδοξε φησίν ὁ ἰωβ· ἔδοξε τῶ ἁγίω πνεύματι πνι φασίν οἱ ἀπόστολοι. ὁμότιμος ἡ λέξις τῆς αὐθεντείας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. ἀλλ ̓ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν, παρείσδυσιν· ἆρα γὰρ ἐπειδὴ εἶπον φησίν οἱ ἀπόστολοι ἔδοξε τῶ ἁγίῳ πνεύματι πνι ἐπήγαγον δὲ καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντείαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς, ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας· ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων, αἱρετικὴν ἀσέβειαν ἐγχέωσι· τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· μηδέν σε φησίν ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφὸν καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ. μὴ θαυ μάσης φησὶν εἰ περὶ τοῦ ἁγίου πνεύματος πνς εἶπον οἱ ἀπόστολοι· ἔ δοξε τῶ ἁγίω πνεύματι πνι · καὶ ἡμῖν ἔδοξε τοῖς ἀποστόλοις· ἆρα θεοὶ οἱ ἀπόστολοι; ἆρα θεοῦ ἔχουσι τὴν αὐθεντείαν; ὅταν ταῦτα λέγη ὁ αἱρετικὸς, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν· τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα· τί οὖν ἐστι πρὸς αὐτὸν εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίῳ πνεύματι πνι ἐλαττοῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν, οὐκοῦν τὸ συνῆφθαι μωϋσῆν τῷ θεῷ θῳ ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν; οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσης τὸ ἔδοξε τῶ ἁγίω πνεύματι πνι διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα δυνή ση λέγειν μεγάλην οὐδὲ τὴν εἰς θεὸν θν πίστιν, διὰ τὸ συνῆ φθαι καὶ μωϋσῆν τῶ θεῷ θῳ · λέγει γὰρ ἡ γραφὴ· ἐπίστευσεν ὁ λαὸς εἰς τὸν θεὸν θν καὶ εἰς τὸν μωϋσῆν· ἀλλὰ καὶ ἕ τερον προενέγκωμεν βέλος. εἰ καθαιρεῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει καὶ τὸν θεὸν θν σαμουὴλ προσκείμενος· γέγραπται γὰρ· καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον κν καὶ τὸν σαμουήλ· πάλιν καὶ τρίτον ἄλλο προενέγκωμεν βέλος, κατὰ τῆς ἀσεβείας· ἐλαττοῖ τοῦ πνεύματος πνς τοῦ ἁγίου τὴν ἀξίαν. καὶ τὴν θεϊκὴν αὐθεντείαν. τὸ συνῆφθαι τῷ πνεύματι πνι τοὺς ἀποστόλους; ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν, καὶ γεδεὼν προσκείμενος αὐτοῦ τῇ προση γορίᾳ· ἐβόησε γὰρ πᾶς ὁ λαὸς, πολεμῶν, ῥομ φαίᾳ τῶ κυρίῳ κῳ καὶ τῶ γεδεῶν· ὥσπερ οὖν συνῆ πται μωϋσῆς τῷ θεῷ θῳ · οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ ἀλλ ̓ ὡς ὑπηρέτης θεοῦ· καὶ σαμουὴλ τῶ θεῷ θῳ · οὐχ ὡς ὁ μότιμος τοῦ θεοῦ· ἀλλ ̓ ὡς προφήτης θεοῦ· καὶ γεδεὼν τῷ θεῷ θῳ · οὐχ ὡς ὁμότιμος· ἀλλ ̓ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ ἀπόστολοι τῷ πνεύματι πνι ὡς κήρυκες τοῦ εὐαγγελίου· γνώριζε τοίνυν, τὴν αὐθεντείαν· καὶ μὴ ὕβριζε τοῦ πνεύματος πνς τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν· πατρὸς πρς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος πνς · αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις· ἡ ἀληθινὴ ἀξία· ἡ ἀμέριστος βασιλεία· ἡ ἄσχιστος τιμή· ἡ ἀδιαίρετος ἐλπίς· ἡ ἀκατά ληπτος δόξα τοῦ πατρὸς πρς καὶ τοῦ υἱοῦ· καὶ τοῦ ἁγίου πνεύματος πνς · ἧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύ νησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· + ἀ μ ή ν +