De fide et lege naturae (Ms Ma)
- Edition reference
- De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local009- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πᾶσα γραφὴ θεόπνευστος . , καὶ ὠ φέλιμος· ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς ἀληθείας, τὸ πνεῦμα πνα τῆς εὐσεβείας· ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος πνς · ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πη γῆς, πάντα πηγάζει τὰ θεῖα νάματα· καὶ ὅσα ὁ νόμος διαγο ρεύει · , ὅσα προφῆται θεσπίζουσιν . , ὅσα ἀπόστολοι κηρύττουσι·, ταῦ τα πάντα τῶ ἁγίω πνεύματι πνι , ἀληθι νῶς ἑπιγράφεται· πάντα γὰρ ἐνεργεῖ ἔν καὶ τὸ αὐτὸ πνεῦμα πνα · διαιροῦν ἰδία ἑκάστω, καθὼς βούλεται· διατοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας· καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας· καὶ βρύουσιν οἱ θησαυροὶ τῆς ἐν θέου σοφίας· θησαυροὶ . , οὐκ ἐν γῆ κατακρυπτόμενοι. ἀλλ’ ἐν τῶ βάθει τῆς εὐσεβείας θεωρού μενοι· θησαυροὶ · , ψυχὰς εὐφραί νοντες· ἐννοίας φωτίζοντες· τὴν οἰκουμένην ἐπιστρέφοντες πᾶσαν· τοῦ ἀδὰμ τὴν πτωχεί αν, πλουτίζοντες· ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνω σιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενοςοὕτω διὰ τῆς σωτῆρος υἱοῦ τοῦ θεοῦ καὶ λόγου συγκαταβάσεως ἐπλουτίσθη·, καὶ μαρτυρεῖ παῦλος ὧδέ πη λέγων· εὐχαριστῶ τῷ θεῷ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῶ. ἐν παν τὶ λόγω καὶ πάση γνώσει· ὁ γὰρ θεοῦ θυ λόγον δεχόμενος, πλουτεῖ· ὁ δὲ μὴ δεχόμενος θεοῦ θυ λόγον, πτωχεύει· καὶ μαρτυρεῖ ἡσαΐας λέγων· καὶ εἴπον ἴσως πτωχοί εἰσι· διατοῦ το οὐ δύνανται ἀκούειν λόγον κυρίου· ἀλλ’ ὁ μὲν πτωχεύων, ὀνειδίζεται· ὁ δὲ πλουτῶν, ἀγάλλεται· ὁ πλου τῶν, τῶ λόγω τῆς ἀληθείας· ὁ κομῶν, ταῖς ἀρεταῖς τῆς ἐγκάρ που φιλοσοφίας· οἷος ἦν ὁ δαυΐδ λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατά καρπος ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · ἐλαία κατάκαρπος · , οὐ φύλλοις κομῶ σα. ἀλλὰ καρποῖς εὐσεβείας βρί θουσα· ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις . , καρπὸν δὲ μὴ φέ ρουσα· ὡς ἱερεμίας ἔλεγε περὶ τοῦ ἰσραήλ ιηλ · ἄμπελος εὐκληματοῦ σα ὁ ἰσραήλ ιηλ · εὐκληματοῦσα, οὐκ εὐ καρποῦσα· ἀλλ’ ἐκείνη μὲν τοι αύτη· ὁ δὲ προφήτης ἀγάλλεται λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατά καρπος· οὐκ ἐν τοῖς ἔξω κομῶ σα· ἀλλὰ τοῖς ἔσω βρύουσα· ἐν τῶ οἴκω τοῦ θεοῦ θυ , ἐλαία κατάκαρ πος· οὐδὲν γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ θυ πολιτεύεσθαι· εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας, ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον δι αλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς· ἐλεήμονας· δικαι οσύνη προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις. ἐπειδὴ ἠ γνόησαν τὸ ἔργον τῆς ἀληθείας· καλὰ μὲν γὰρ καὶ τὰ ἔργα. ἀλλὰἡ πίστις δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώ τατον· καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον τί ποιή σoμεν ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ θυ , ἀπεκρίνατο πρὸς αὐτούς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ θυ · ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν· οὐκοῦν ἅμα ἐ πίστευσας . , ἅμα καὶ τοῖς ἔργοις ἐκόμασας· οὐχ’ ὅτι δὲ ἐλλείπη πρὸς τὰ ἔργα· ἀλλ’ ὅτι καθ’ ἑαυ τὴν πίστις, πλήρης ἐστὶν ἀγαθῶν ἔργων· τὰ μὲν γὰρ ἔργα, εἰς ἀν θρώπους καὶ ἐξ ἀνθρώπων· ἡ δὲ πίστις, οὐκ ἐξ ἀνθρώπων πρὸς θεόν θν · ἡ πίστις· τὸν ἐπιστρεφόμενον . , πολίτην οὐρανῶν ουνων ἀποδείκνυσιν· ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον ανον , θεοῦ θυ συνόμι λον ἀπεργάζεται· οὐδέν ἐστιν ἔξω πίστεως, ἀγαθόν· ἐοίκασι δέ μοι ἀ δελφοί· ἵνα εἰκόνι τινὶ χρήσωμαι παρὰ τοῦ λόγου., ἐοίκασιν οἱ ἔργοις κομῶν τες ἀγαθοῖς καὶ τὸν θεὸν θν τῆς εὐσε βείας ἀγνοήσαντες. , λειψάνοις νε κρῶν· καλὰ μὲν ἐνδεδυμένοις . , αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι· τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς · , τῶ μὲν θεῶ θω λόγω νενεκρωμένης· τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημέ νης· τὰ ἔργα . , ἐπ’ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς· οὐ δεῖ μὲν τὴν πίστιν γυ μνὴν εἶναι τῶν ἔργων. ἵνα μὴ ὑβρίζηται· πλὴν, ἀνωτέρα τῶν ἔργων ἡ πίστις· ὥσπερ γὰρ ἐντι μῆ τοῖς ἀνθρώποις ανοις ἔδει πρῶτον προη γεῖσθαι τὸ ζῆν καὶ οὕτω τὸ τρέ φεσθαι·, τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν ἐστιν ἡ τροφὴ . , οὕτω δεῖ προη γεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς χριστὸν χν ἐλπίδα· τρέφεσθαι δὲ, καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς· τὸν μὴ τρεφόμενον, ἐγχωρεῖ ζῆν πολλά κις· τὸν δὲ μ η ὴ ζῶντα . , οὐκ ἐγχω ρεῖ τρέφεσθαι· ἐνήστευσε μωϋ σῆς ἡμέρας τεσσαράκοντα. ἀλλ’ ἐπειδὴ εἶχεν ἐν ἑαυτῶ τὸν ζῶν τα λόγον . , οὐδὲν αὐτὸν ἐζημίω σεν ἡ τῶν γηΐνων ἔνδεια· οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν κα ταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι· δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πί στεως. τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δύνη παραστῆ σαι ζήσαντα· ἄνευ δὲ ἔργων, τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζή σαντα . , καὶ βασιλείας ἀξιωθέν τα· οὐδεὶς ἄνευ πίστεως ἔζησεν· σξδὁ δὲ ληιστὴς πιστεύσας μόνον, ἐδι καιώθη· καὶ μή μοι λέγε οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ. ἀλλ’ ἐκεῖνο πα ρέστησα. ὅτι ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν· εἰ γὰρ ἐπέζησε τῆ πίστει καὶ ἔργων ἠμέλησεν . , ἐξέπιπτε τῆς σωτηρίας σριας · τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον., ὅτι ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν· ἔργα δὲ κα θ’ ἑαυτὰ, οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε· καὶ θέλεις ἰδεῖν ἀκρι βῶς ὅτι ἔργα ἄνευ πίστεως οὐ ζω οποιεῖ; μεμαρτύρητο κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς. ἀλλὰ χριστὸν χν ἠγνόει· θεῶ θω μὲν πιστεύων· τὸν δὲ τοῦ θεοῦ θυ θεὸν θν λόγον οὐδέπω με μαθηκώς· καὶ ἐπειδὴ ἔργα ἦν πολλὰ καὶ θαυμαστὰ. ἤρεσκε μὲν τῶ τῶν ἀγαθῶν βραβευτῆ καὶ ἐραστῆ θεῶ θω · ἀλλ’ ἐπεὶ εἶδεν ὁ τῆς ἀ ληθείας ὀφθαλμὸς· ὁ μέγας κριτῆς, ὅτι καλὰ μὲν τὰ ἔργα νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν . , ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τὸν καλῶς ἀθλοῦντα, στεφα νῶσαι τῆ πίστει· ὃς φησὶ πρὸς αὐτόν· κορνήλιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου. ἀνέβησαν εἰς μνη μ ο ό συνον ἐνώπιον τοῦ θεοῦ θυ · εἰ τοί νυν εἰσηκούσθη ἡ δέησις· καὶ αἱ ἐ λεημοσύναι ἐδέχθησαν . , τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· ἀλλὰ πέμψον εἰς ἰόππην καὶ μετακά λεσαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον· ὃς ἐλθὼν, λαλήσει σοι ῥή ματα ἐν οἷς σωθήση σὺ καὶ ὅλος ὁ οἶ κός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν σριαν . , εἰ γὰρ ἐξ ὧν κηρύττει πέτρος σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ . , οὐκ εἶχεν οὐδέποτε ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῶ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διατοῦτο καὶ πέτρος ἐλθὼν ἐκ τῆς ἰόππης· καὶ θεασάμενος τοῦ θεοῦ θυ τὴν χάριν ἐκχεθεῖσαν ἐν τοῖς τότε νενο μισμένοις ἀλλοφύλοις . , ἐπιγνώ μων γενόμενος τῆς τοῦ θεοῦ θυ κρί σεως. λέγει· ἐπ’ ἀληθείας κατα λαμβάνομαι, ὅτι οὐκ ἔστι προσω πολήπτης ὁ θεός θς · ἀλλ’ ἐν παντὶ ἔ θνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῶ ἐστιν· οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώ ζεται. ἀλλὰ δεκτός ἐστιν· ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πί στιν . , καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· καὶ μή τις τὴν πίστιν ὑβρι ζέτω ἀκαρπία· μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀποστασία· γενοῦ ἐλαία κατάκαρπος . , ἀλλ’ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον . , ε ἑ ρμηνεύει κατὰ τὰ ἔργα· τὸδὲ ἐν τῶ οἴ κω τοῦ θεοῦ θυ . , τὴν πίστιν δείκνυσιν· τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ θυ . , ἅπαν τες ἴσμεν ἐὰν ἐργάζεσθαι θέ λωμεν· οὐδὲν γάρ ἐστι κρυπτόν· τὰ μὲν γὰρ τῶν δογμάτων . , ἀμ φιβάλλεται· τὰ δὲ τῶν ἔργων . , οὐ κέκρυπται· ἡ γὰρ φύσις. ἀ ὑπαγο ρεύει τοὺς νόμους· οἴδαμεν ἐξ ε ἑ αυτῶν, τί καλὸν καὶ τί πονηρόν· ἔθηκε γὰρ ὁ θεὸς θς νόμον ἐν τῆ φύ σει ἄγραφον . , τὸν φωτίζοντα ἡ μῶν τὰς διανοίας· μηδεὶς λεγέτω οὐκ ἀνέγνων νόμον· οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνήση τὸν κοινὸν νόμον . , ἐλέγχει σε ὁ τῆς φύσεως νόμος· θέλεις μαθεῖν ὅτι ἐν τῆ φύσει ἔπηξεν ὁ θεὸς θς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡ μῶν τὴν ἀναστροφὴν ἐρώτησον πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ . , φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· ὁ μοιχὸς, μοι χεύει· μοιχὸς δὲ ἀκούων, αἰσχύ νεται· εἰπὲ τῶ ὁμολογημένωι μοιχῶ, μοιχέ· καὶ ὃ ποιῶν ἥδεται. , ἀκούων αἰσχύνεται· καὶ τί·. εἰ καλὸν ἡγῆ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν· εἰπὲ τῶ ἐπι όρκω ἐπίορκε. καὶ εἰς ὕβριν λαμβά νει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κρά ζει· ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ θυ · καὶ ὃ ἐποίησεν ὁ θεὸς θς καλὸν, καὶ καλὸν λίαν· καὶ οὕτω καλὸν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύ ρεται, καὶ τὴν κακίαν αἰσχ υ ύ εἰπὲ τῶ σώφρονι σώφρων. καὶ οὐδὲ τὸ ἔργον ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον δίκαιον· καὶ τῶ ἔργω στεφανοῦται, καὶ τῆ προσηγορία σεμνύνεται· κἂν γὰρ δι’ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα . , ἀλλ’ ἐν τῆ ψυχῆ δέχεται τὴν εὐφημίαν· ἐννόησον ὡς ἡ κακία ἐν κόσμω πολιτεύεται καὶ πρόσωπον οὐκ ἔ χει·ἀεὶ γὰρ σπεύδει κρύπτειν αὐτὴν, ὁ ταυτὴν ἐργαζόμενος καὶ πῶς οὐκ ἔχει πρόσω πον· ; ἐὰν λεπτῶς ἐρευνήσης, οὐ δεμίαν εὐρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ’ ἐ α ὰ ν μ η ὴ δανείσηται πρόσωπον ἀρετῆς . , οὐ φαίνεται· καὶ πῶς, ἄκουε· ὁ ψευδόμενος οὐχ’ ὁμολο γῶν τὸ ψεῦδος ψεύδεται· ἀλλ’ ἀλή θειαν ὑποκρινόμενος ἀπατᾶ· ὁ ψευδόμενος, οὐ κηρύττει ὅ ἐστιν· ἀλλὰ σχηματίζεται ὁ ὃ μ η ὴ ἐστιν, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται· ὁμοίως ὁ δόλιος · , οὐ δείκνυσι τὸν δό λον· ἀλλὰ σχηματίζεται τὴν φι λίαν, καὶ πραγματεύεται τὴν πο νηρίαν· ὁ μοιχὸς, οὐχ’ ο ὁ μολογήσας τὴν ἄθεσμον μοιχείαν ἐπεισπη δᾶ τῶ οἴκω· ἀλλὰ πλάσμα σω φροσύνης ἐνδυσάμενος εἰς τὸ στόμα, κἂν ὑβρίζη τὰ θεῖα· ὁρᾶς ὅτι οἱκεῖον οὐκ ἔχει πρόσω πον ἡ κακία; ὁμοίως ὁ συκο φάντης ὅτἂν εἰσέλθη εἰς δικαστήριον · , οὐ τοῦτο ὁμολογήσας ὅπέρ ἐστιν εἰσέρχεται· ἀλλὰ μάρτυρα ἀ ληθείας προστησάμενος τῶ σχή ματι . , διὰ τοῦ ψεύδους τὸν μάρτυ ρα τῆς κακίας ἐνδείκνυται· οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· διατοῦτο ὁ σωτὴρ σηρ ἔλεγεν· ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλ λ’ εἰς τὸ προκείμενον ἐπανέλθω μεν· θέλεις ἰδεῖν ἀδελφὲ ὅσον δύ ναται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡμετέρα κἂν ἐν κακίαις ἐμφύ ρεται . , τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπά ζεται· πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες καὶ μηδὲν ἕ τερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν . , δυσωποῦνται παρά τι νων· ἢ ἀνιέναι τῶ πένητι τὴν ἐπικειμένην ἀνάγκην·, ἢ συγχωρῆ σαί τι τοῦ χρέους·, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομι σθέντας· καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστη καὶ πονηρῶ . , οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῶ ὅ ἐ στιν. ἀλλὰ προστίθησιν ὄνομα ἀρε τῆς· ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματί ζονται οἱ καλῶς πρεσβε υ ύ οντες·, ἀνὴρ εἶ φησὶν ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα· πάντες σου τάς εὐπρα γίας ἄδουσι· καὶ πολλὰ τοιαῦτα συν α ά πτει· ἵνα καμφθῆ τῆ εὐφημία . , καὶ φύγη τὴν πονηρίαν· ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις, τὸ ἴδιον ἀσπάζεται κα ι ὶ η ἡ προαίρε σις, τὸ ἐναντίον αἱρεῖται· γενώ μεθα οὖν ἐλαία κατάκαρπος, καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες· φύλλα ἡμῶν, οἱ λόγοι· καρποὶ, ἡ πολιτεία· γενέσθω σου καὶ ὁ λόγος σεμνὸς, καὶ ἡ πολιτεία ἔγκαρπος·σξε παρὰ γὰρ τῶ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον· τὸ γὰρ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα ὅσα ἂν ποιῆ κατευοδωθή σεται· ἀλλ’ ὢ τοῦ θαύματος· ἐνενό ησα πῶς ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου . , καὶ πῶς δαβἱδ δαδ κομᾶ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · ὁ μὲν γὰρ ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν. ὁ δὲ ἐνδυσάμενος ἀρετὴν, βοᾶ. ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· οὐδὲν ἡμᾶς οὕτως ἀποδύει . , ὡς ἀκαρπία· καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία· ὁ ἀδὰμ ἐπλάσθη· δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ προ ειρημένα, ἐπείπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς διδασκαλίαν· ὥσπερ γὰρ τὰ βα πτόμενα ὡραῖον ἔρια συνεχῶς ταῖς βα φαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῶ τὴν οἰκείαν ἐνέργειαν ἡ βα φὴ . , οὕτω δεῖ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς λόγοις τοῖς θείοις ἐμ βάλλεσθαι, ἵνα ἀποπλυθῆ καὶ τὸ α ἀ ρχαῖ ον εἶδος ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος· καὶ γὰρ ἐκεῖνα τὰ ἔρια ἐπὰν δέξηται τὴν βαφὴν . , ἀποτί θεται τῆς φύσεως τὸ ὄνομα καὶ δέ χεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκέτι καλεῖς αὐτὴν ἐραίαν. ἀλ λὰ πορφύραν· ἢ κόκκινον. ἢ πρά σινον. ἤ τ ι ί τοιοῦτον, οἷον ἡ βαφὴ πα ρέσχε τῶ βαφέντι τὸ κάλλος· καὶ εἰ ἡ βαφὴ μεταβάλλει φ υ ύ σεως ὄνομα · , θεοῦ θυ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον ανον ὥσ τε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκὴν·, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπ ουράνιον ουνιον ; ἐπλ α ά σθη ὁ ἀδὰμ ἀπὸ γῆς· χοῦν γὰρ ἔλαβεν ὁ θεὸς θς καὶ ἔπλασεν· ἀλλ’ οὐκ εἶ δεν ὁ ἀδὰμ πῶς ἐπλάσθη ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυ ρα παρεῖναι τῶν γινομένων ἵνα μ η ὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ θυ · εἰ γὰρ τοσαύτη ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὸν κτί σαντα καὶ ἀθετεῖ τὸν πλάσαντα; εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν . , τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφα νίας τὴν ἀμετρίαν· διατοῦτο ὁ θεὸς θς πλάσας τὸν ἄνθρωπον ανον ·, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῶ πλάσματι. καὶ ταπεινώσεις πολλάς· ἵνα δι ὰ τῆς μὲν ἐγκειμένης δυνάμεως . , ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται· διὰ δὲ τῆς ταπεινώσεως· τὸ φρόνη μα τὸ ἀνθρώπινον ανινον καταστέλληται· ἔδωκεν αὐτῶ γλῶτταν φθεγγομέ νην· θεὸν θν ὑμνοῦσαν· τὰ θεῖα ἄδου σαν· ἐρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως· διαλέγεται περὶ οὐρανοῦ ουνου καὶ γῆς; μικρὸν σαρκεῖον ἡ γλῶττα; οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων· οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν, φθέγγεται περὶ οὐρανοῦ ουνου καὶ γῆς· καὶ ἵνα μ η ὴ νομίση ὅτι μεγά λη τίς ἐστι καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύ ματα καὶ τραύματα αὐτῆ πε ριπλέκεται· καὶ ἵνα μάθη ὅτι θνητὴ οὖσα περὶ τῶν ἀθανά των λαλεῖ· καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύνα μις., καὶ τίς ἡ ἀσθένεια τοῦ κη ρύττοντος· ἔδωκεν αὐτῶ ὀφθαλ μὸν, τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γάρ ἐστι τὸ βλέπον. τῆς κό ρης τὸ μεσότατον· ὅμως δι α ὰ τῆς μικρᾶς ἐκείνης κέγχρου . , καθο ρᾶ πᾶσαν τὴν κτίσιν· καὶ ἵνα μ η ὴ περιλαμβάνων πᾶσαν τῆ ὄψει τὴν κτίσιν ἐπαίρηται . , πολ λάκις καὶ ὀφθαλμίαι· καὶ λήμαι· καὶ δάκρυα. καὶ ὅσα θολοῖ τὴν ὄ ψιν, ἐπιγεννᾶται· ἵν’ ἀπὸ μὲν τῆς ἀσθενείας, ἑαυτὸν γνωρίζη· ἀ πὸ δὲ τῆς δημιουργίας, τὸν τεχνί την ἐκθιάζη· ἔδωκεν αὐτῶι καρδίαν λογιζομένην· ῥίζαν ἐνθυμημάτων· πηγὴν λογισμῶν· ἀλλ’ ἐν αὐτοῖς τοῖς τύποις ἐποίη σε καὶ τὴν τῶν ἑτέρων διάπλασιν·, ἅτινα καὶ κόπρον καὶ πάσης ἀη δίας πληροῦται, δι’ ὧν ὁ ἄνθρωπος ἐσθί ει· ἵνα ὅτἂν ἐπαίρηται ἡ καρδία, καταστέλλει αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος, ἀναγκαία πρὸς παιδαγωγίαν· εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος τολμᾶ θρα σύνεσθαι, καὶ οὐχ’ ἁπλῶς θρασύ νεσθαι ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ θυ · , ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν · , ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ γένομαι ὅμοι ος τῶ ὑψίστω · , εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λα λεῖ, εἰ ταύτης παντελῶς ἀπήλ λακτο τῆς ἀσθενείας . , τίς ἂν αὐ τὸν ἤνεγκεν ἐπαιρόμενον· δια τοῦτο ἡσαΐας πρὸς τοὺς ὑπερη φάνους φησί· τί ἀλαζονεύεται γῆ καὶ σποδός· ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ θεὸς θς ἕκτισε τὸν ἄνθρωπον ανον ἀπὸ χοὸς. ἀλ λ’ οὐκ εἶδεν ὅπως ἐγένετο· διατοῦ το καὶ ἠγνόησεν ἑαυτοῦ τὴν εὐ τέλειαν· ὁ θεὸς θς γὰρ ὡς ἔφθην εἰ πὼν · , οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος· ἵνα μὴ βλέπη τὴν δημιουργίαν· πλὴν ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵ ας ταπεινώσεως ἀνέστη; καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλα σεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν ἐξ ῆ ἧ ς ἐλήφθη· ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθεὶς, ἐ πιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργε σίαν, καὶ τὴν μέλλουσαν φιλαν θρωπίαν· ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπ ο ὸ γῆς ἐγένετο· πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάτ τετο ὁ ἀδὰμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῆ ἀναστάσει . , οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς·, ἀλλὰ τὸν πρὸ αὐτοῦ ὁρᾶ· βλέπομεν ἡ μεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας· καὶ δι’ ὧν ὁρῶμεν, παιδευόμεθα· οὐκ εἶδες θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους πῶς κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανά τοις; ἀπαγγέλλεται θάνατος . , καὶ πάντων ἡ καρδία πτήσσει· πάν των ὑποπίπτει· καὶ φιλοσοφοῦ μεν περὶ τὰ μνήματα· ὅτἂν ἴδωμεν τὰ ὀστᾶ . , εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν λέγοντες· τί γινόμεθα· ἐξήλθομεν τῶν τά φων . , καὶ ἐπελαθόμεθα τῆς τα πεινώσεως; ἐν τῶ τάφω πρὸς τὸν πλησίον ἕκαστος . , ὦ ὧ δέ πη φθέγ γεται· ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· ὅρα τί γινόμεθα· καὶ ὅμως κ ἀ ἂ ν φθεγγώ μεθα κα ι ὶ α ἁ ρπάζομέν· καὶ μνη σικακοῦμεν· καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάν τη τῆ κακία ἀποτάττεσθαι· καὶ ἔσω μὲν, λόγοις φιλοσοφεῖ· ἔξω δὲ, τοῖς ἔργοις θεομαχεῖ· διατοῦτο ὁ θεὸς θς πανταχῆ παγῆναι τὰ μνή ματα παρεσκεύασε. τ α ὰ υ ὑ πομι μνήσκονταδιὰ τὰς ἐκλογὰς μνήματα ἡμᾶς, τὴν ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις· πᾶ σα κώμη. πρὸ τῶν εἰσόδων, τά φους ἔχει· ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν καὶ κομῶ σαν πλούτω καὶ δυναστείαις καὶ τοῖς ἄλλοις ἀξιώμασι·, καὶ πρὶν ἴδη ὃ φαντάζεται, βλέπει πρῶ τον ὃ γίνεται· τάφοι πρὸ τῶν πό λεων· τάφοι πρὸ τῶν ἀγρῶν· παν ταχοῦ τὸ διδασκάλιον τῆς ταπει νώσεως ἡμῶν πρόκειται· καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μό νον. ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι σξϛπολλάκις εἰς βίου κοινωνίαν, τῆς φύ σεως τὴν αὐτὴν παιδευόμεθα ταπείνωσιν· ἀνὴρ πολλάκις ἐπειδἂν γυναῖκα θέλη λαβεῖν, ὑ παγορεύει τῶ νόμω· γράφει τὰ προι κῶα· καὶ οὐδέπω συνάφεια, καὶ θά νατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θ α ά νατον εὐθέ ως ὁρίζεται· οὐδέπω εἶδε τὴν γυναῖ κα, καὶ θανάτου ψήφους καθ’ ἑαυ τοῦ καὶ κατ’ ἐκείνης προυποτί θεται καὶ γράφει τοιαῦτα· ἐ α ὰ ν δὲ ἀποθάνη ὁ ἀνὴρ πρὸ τῆς γυναικ ο ό ς, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς · , τ ο ὸ · καὶ τὸ· διατυποῦται· οὕτως ἐ ἔ πηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ζώντων καὶ ὄντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι·, ἀλλὰ καὶ κατὰ τῶν οὐδέ πω γεγονότων· τί γάρ φησιν· ἐὰν δὲ τὸ τεχθὲν παιδίον ἀποθάνη· οὔ πω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔ δραμεν· εἶτα ἐν μὲν τοῖς γραμ ματείοις, ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθη ἢ τὸ γύναιον ἀποθάνη., ἐπιλανθά νεταιὅρα ὧν ἔγραψε· καὶ ἕτερα τραγω δίας προφέρει ῥήματα· καὶ ταῦ τά φησιν ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν καὶ ἀπο στερεῖσθαι τῆς συζυγίας; ἐπελά θου ὧν ἔγραψας; καὶ ὅτε ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε πε ριέπεσας τοῖς πάθεσιν ἐπελά θου τῶν νόμων τῆς φύσεως; ταῦτα λέγεται, εἰς σωφρονισμὸν ἁ πάντων· εἰς τὸ πάντας πάν τα φέρειν γενναίως τὰ προσπί πτοντα· εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τοῦ θεοῦ θυ τὰ κρίματα· μὴ φιλο σόφει ἔξω τῶν παθῶν· ἀλλ’ ὅτ’ ἂν ἐντὸς γένη τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι· ὅτἂν λυπῆ, μνήσθητι τῶν λόγων δι’ ὧν παραμυθῆ, τὸν λυπούμενον· τί σι κεχρήμεθα λόγοις, πρὸς τοὺς λυπουμένους· οὐ ταῦτα πρὸς αὐ τοὺς φιλοσοφοῦμεν; ἀνθρώπι να ταῦτα; τῶν συμφορῶν, οὐ μόνος ὑπέστης· οὐ μόνος τοῦ θα νάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν· ἐζημιώθησαν πολλάκις ἄρχον τες; ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν· ἄνθρωπος ανος μετὰ πάντων· τῶν κοι νῶν τῆς φύσεως ἀπολαύεις νό μων· ταῦτα φθέγγη . , ὅτ’ ἂν ἄλ λον παρακαλῆς· εἰ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος σεαυτῶ δὲ οὔτε οἰκτρὸς μαθητής . , με γάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῆ ἀκμῆ τῶν παθῶν φι λοσοφεῖν· εἴ τις δύναται ἐφ’ ἑ κάστης συμφορᾶς ἢ λύπης ἢ ζη μίας λέγειν· δίκαιος εἶ κύριε καὶ εὐ θεῖς αἱ κρίσεις σου . , ζημιοῦται μὲν ὡς ἄνθρωπος ανος . στεφανοῦται δὲ, ὡς ὅρα φιλόθεος· ὁ βίος ἀδελφοὶ γέμει δυσκολίας· καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον· καὶ εὐσεβῆ καὶ ἀσεβῆ, θλίβεσθαι· ἀλλὰ πολ λὴ ἡ διαφορά· ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι· τύπτεται καὶ οἰκέτης. τύπτεται καὶ υἱὸς· ἀλ λ’ ὁ μὲν, ὡς δοῦλος ἁμαρτήσας. ὁ δὲ, ὡς υἱὸς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμο τιμίαν· οὐκ ἐὰν πάθη εὐσε βὴς ἃ πάσχει ἀσεβὴς . , ὁμότι μος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτω ἡ παιδεία . , εἰς θλίψιν καὶ δοκιμασίαν· τῶ δὲ ἀσεβεῖ . , εἰς μάστιγας καὶ τιμω ρίαν· διατοῦτο αὐτὰς τὰς δυ σκολίας εἰδὼς ὁ μακάριος δαβίδ δαδ . , οὑτωσί πως φησιν· πολλαὶ αἱ θλί ψεις τῶν δικαίων· ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· καὶ ἐκ πασῶν αὐ τῶν, ῥύσεται αὐτοὺς ὁ ὁ κύριος κς · οὐδέπω εἶπε τὴν θλίψιν, καὶ ὑπέδειξε τὴν ἴασιν· περὶ δὲ τῶν ἐναντί ων, πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρ τωλοῦ· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῶν δὲ δικαίων, πολλαὶ μὲν αἱ θλίψεις. ἐκ δὲ πασῶν αὐτῶν, ῥύσεται αὐτοὺς ὁ ὁ κύριος κς · ταῦτα δέ τις ἀκούων, μ η ὴ ἑαυτὸν ἀπογινωσκέ τω· μ η ὴ δὲ λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι ἐλπίδα μ η ὴ ἔχων., ἄκαρπός μοι ἐστὶν ἡ παι δεία· ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφὴ. τὸν πάντη τῆς εὐ σεβείας ἀλλότριον· ἀλλ’ οὐ τὸν εὐσε βείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα· ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός θς , μεστὴ πᾶσα ἡ γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ θυ φιλανθρωπίας φιλανιας · φησὶ γαρ· ζῶ ἐγὼ, λέγει κύριος κς · ὅτι οὐ βούλομαι τὸν θά νατον τοῦ ἁ ἁ μαρτωλοῦ· ὤμνυσιν ὁ θεός θς · οὐχ’ ὡ ὡ ἑ ἑ αυτῶ ἀπιστῶν. ἀλ λὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος· λεγέτω τοίνυν πᾶς ἄνθρωπος ανος ἐν θλίψει ἐξεταζόμενος· δίκαιος εἶ κύριε κε καὶ εὐθεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχὴν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν· οἷος ἢν ὁ μακάριος ἰώβ· ὁ στρατηγήσας κατὰ πάν των τῶν παθῶν· ὁ πάντα νι κήσας τοῦ διαβόλου τὰ φόβητρα· ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκ λύσας· ὁ τῆ στεῤῥότητι τῆς γνώ μης τὰ κύματα αὐτοῦ διαλύ σας· ὁ πάντων ὁμοῦ στερηθεὶς; καὶ τὸν πάντων κύριον κν ο ὐ ὐ κ α ἀ ρνηθείς· ἀλλὰ τὰ ἐκείνου στρατηγήματα . , ἴδιον λήψεται λ ο ό γον· καὶ γὰρ ἀλη θῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν., μ η ὴ τῆ παραδρομῆι τῶν λόγων, ὑβρίσωμεν τὰ γενναί α παλαισματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν . , ἅπερ εἶπεν ὁ μέγας ἐκεῖνος καὶ γενναῖος ἀγω νιστής· ἐπειδὴ γὰρ σφραγίδα τοῖς εἰρημένοις ἐπάγει· καὶ πάντων γυμνωθεὶς· ἑαυτὸν εὐσεβείας οὐκ ἐ γύμνωσε· φησὶν γάρ· ὁ κύριος κς ἔδωκεν ὁ κύριος κς ἀφείλετο· ὡς τ ῶ ῷ κυρίω κ ω ῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· καλὸν τὸ ἔδοξε· παραχω ρεῖ τῆ αὐθεντεία· οὐ περιεργάζε ται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες ἐφθοὶ μένουσιν· ποία διοίκησις αὕτη· ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν· ἐνδεὴς χρημάτων καὶ πάσης πα ραμυθίας · , καὶ οὐ τυγχάνει· καὶ παῖς ἐπεράστον ἔχων κάλλος· ποθεινὸς γο νεῦσιν . , ἀόρως ἁρπάζεται· μάθε μ η ὴ τοιαῦτα ζητεῖν· μάθε λέγειν τὰ κρίματά σου ἄβυσσος πολλή· μάθε λέγειν δίκαιος εἶ κύριε κε καὶ εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν ὡς τῶ κυρίω κω ἔδοξεν οὕτω καὶ ἐγένετο· γνώ ριζε τὴν αὐθεντείαν . , ἵνα γνωρί σης τὴν ευσέβειαν· ἀλλ’ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος πνς . , εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέ ραν καὶ βεβαίωσιν· ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκὼς ὡς τῶ κυρίω κω ἔδοξεν οὕτω καὶ ἐγένετο τὴν αὐθεντείαν ἔδειξεν . , οὕτω καὶ οἱ ἀπόστολοι τὴν δεσποτικὴν αὐθεντείαν τοῦ ἁγίου πνεύματος πνς ἐνδεικνύμενοι . , φασίν· ἔδοξε τῶ πνεύματι πνι τῶ ἁγίω μὴδὲν ἐπιτίθε σθαι ὑμῖν πλὴν τῶν ἐπάναγκες· ἔδοξε τῶ πνεύματι πνι τῶ ἁγίω· εἰ ὑπόκει ται . , διατί αὐτῶ ἔδοξεν· εἰ ὑπὸ νό μον ἐστὶ τὸ πνεῦμα πνα καὶ δουλεύει . , πῶς ἔδοξε τῶ ὑποκειμένω· οὐχ’ ἃ τῶ βασιλεῖ δοκεῖ ταῦτα καὶ γίνεται; μὴ τὰ τοῖς ἀρχομένοις παριστά μενα; ὡς τῶ κυρίω κω ἔδοξε φησὶν ὁ ἰώβ, σξζἔδοξε τῶ ἁγίω πνεύματι πνι φασὶν οἱ ἀπό στολοι· ὁμότιμος ἡ λέξις τῆς αὐ θεντείας . , ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας· εὑρίσκει πά λιν ἡ κακία τῶν αἱρετικῶν πα ρείσδυσιν· ἆρα γὰρ ἐπειδὴ εἶπόν φησιν οἱ ἀπόστολοι ἔδοξε τῶ ἁγίω πνεύματι πνι · ἐπήγαγον δὲ καὶ ἡμῖν . , παρὰ τοῦτοἐπέκεινα τούτου αὐθεντείαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; ταῦτα μελετάσθω, ἵνα μ η ὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας; ἵνα μ η ὴ ταῖς ἀκοαῖς τῶν ἀκεραί ων . , αἱρετικὴν ἀσέβειαν ἐκχέωσι· τοιαῦτα γὰρ πολλάκις σεμνολο γοῦσι· μηδέν σε φησὶν ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφὸν κα λεῖ . , καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησιν εἰ περὶ τοῦ ἁγίου πνεύματος πνς εἶπα ον οἱ ἀπόστολοι, ἔδοξε τῶ ἁγίω πνεύματι πνι · ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· ἔδο ξε τῶ ἁγίω πνεύματι πνι , καὶ ἡμῖν ἔδοξε τοῖς ἀποστόλοις ἆρα θεοὶ οἱ ἀπό στολοι; ἆρα θεοῦ θυ ἔχουσι τὴν αὐθεν τείαν; ὅτἂν ταῦτα λέγη, ἀπὸ τῆς ἁγίας πίστεως τὰ βέλη προφέ ρει ἡ γραφή· τὰ γὰρ βέλη τοῦ δυ νατοῦ ἠκονημένα, ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπό μενα· τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶι ἁγίω πνεύματι πνι ἐλαττοῖ τοῦ πνεύματος τὴν ἀ ξίαν; οὐκοῦν τὸ συνῆφθαι μωυ σῆν τῶ θεῶ θω . , ἐλαττοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν· οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσης τὸ ἔδοξε τῶ ἁγίω πνεύματι πνι · , δια το συνῆφθαι τοὺς ἀποστόλους . , οὐκ ἄρα μεγάλην δυνήση λέγειν οὐ δὲ τὴν εἰς θεὸν θν πίστιν. διὰ τὸ συνῆ φθαι καὶ μωυσὴν τῶ θεῶ θω · λέγει γὰρ ἡ γραφή. ἐπίστευσεν ὁ λαὸς εἰς τὸν θεὸν καὶ εἰς μωυσῆν· ἀλλὰ καὶ ἕτερον προσενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστό λων. ὑβρίζει τὸν θεὸν θν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν σαμουὴλ προ κείμενος· γέγραπται γάρ· καὶ ἐφο βήθη πᾶς ἄνθρωπος ανος τὸν κύριον κν καὶ τὸν σαμουήλ· πάλιν καὶ τρίτον ἄλ λο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· ἐλαττοῖ τοῦ ἁγίου πνεύματος πνς τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντείαν τὸ συνῆφθαι τῶ πνεύματι πνι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν γεδεὼν προκείμε νος αὐτοῦ τῆ προσηγορία· ἐβόη σε γὰρ πᾶς ὁ λαὸς πολεμῶν τῶ κυρίω κω καὶ τῶ γεδεών· ὥσπερ οὖν συνῆπται μωυσῆς τῶ θεῶ θω ; οὐχ’ ὡς ὁμότιμος θεοῦ θυ ἀλλ’ ὡς ὑπηρέτης θεοῦ θυ ·, καὶ σαμουὴλ τῶ θεῶ θω οὐχ ’ ὡς ὁμότιμος ἀλλ’ ὡς προφήτης· καὶ γεδεὼν τῶ θεῶ θω οὐχ ὡς ὁμό τιμος ἀλλ’ ὡς στρατηγὸς τοῦ πο λέμου . , οὕτως οἱ ἀπόστολοι τῶ πνεύματι πνι ὡς κήρυκες τοῦ εὐαγγελίου; γνωριζέτω τοίνυν τὴν αὐθεντεί αν. καὶ μ η ὴ ὑβριζέτω τοῦ πνεύματος πνς τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τριά δος τὴν ἔνθεον θεολογίαν· πατρὸς πρς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος πνς · αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις· ἡ ἀληθινὴ ἀξία· ἡ ἀμέριστος βασιλεία· ἡ ἄσχιστος τιμή· ἡ ἀδιαίρετος ἐλπίς· ἡ ἀκατ ά ά ληπτος δ ο ό ξα τοῦ πατρὸς πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πνς · αὐτῶ ἡ δό ξα εἰς τοὺς αἰῶ νας: - ἀ μήν:-