De fide et lege naturae (Ms Pa)
- Edition reference
- De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local011- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πᾶσα γραφὴ θεόπνευστος. καὶ ὠφέλιμος· ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας. τὸ πνεῦμα πνα τῆς ἀληθείας· ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος πνς . ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς. πάντα πηγάζει τὰ θεῖα νάματα· καὶ ὅσα ὁ νόμος διαγορεύει· ὅσα προφῆται θεσπίζουσιν· ὅσα ἀπόστολοι κη ρύττουσι. πάντα ταῦτα τῶ ἁγίω πνεύματι πνι . ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται· πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα πνα . δι αιροῦν ἰδία ἑκάστω καθὼς βούλεται· διὰ τοῦτο πάντα ἀ μζεἰ γὰρ ἐπέζησε τῆ πίστει. καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας σριας · τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν. ἔργα δὲ καθ’ ἑαυτὰ, οὐδαμοῦ τοὺς ἐργά τας ἐδικαίωσε· καὶ θέλεις ἰδεῖν ἀκριβῶς. ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; μεμαρτύρητο κορνήλιος ἐπὶ ἐλεημοσύ ναις καὶ προσευχαῖς, ἀλλὰ χριστὸν ἠγνόει· θεῶ θω μὲν πιστεύων. τὸν δὲ τοῦ θεοῦ θυ λόγον, οὐδέπω μεμαθηκώς· καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστὰ, ἤρεσκε μὲν τῶ τῶν ἀγαθῶν βραβευτῆ καὶ ἐραστῆ θεῶ θω · ἀλλ’ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀλη θείας μέγας ὀφθαλμὸς· ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής· ὅτι καλὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν. ἀπο στέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις. ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῆ πίστει· ὅς φησι πρὸς αὐτόν· κορ νήλιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ θυ · εἰ τοίνυν εἰσηκούσθη ἡ δέη σις φησὶ. καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δι καιοσύνην· πέμψον οὖν εἰς ἰόππην φησὶν καὶ μετακάλεσαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον· ὃς ἐλθὼν λαλήσει σοι ῥή ματα, ἐν οἷς σωθήση σὺ καὶ ὅλος ὁ οἶκός σου· οὐκ οὖν οὐκ εἶ χεν τά ἔργα σωτηρίαν σριαν · εἰ γὰρ ἐξ ὧν κηρύττει πέτρος. σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ κορνήλιος ἐκτῶν ἔργων τὴν σωτηρίαν σριαν · ἕως αὐτῶ τοῖς ἔργοις, ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ πέτρος ὁ μακάριος καὶ τίμιος χριστοῦ χυ ἀπόστολος. ἐλθὼν ἐκ τῆς ἰόππης. καὶ θεασάμενος τοῦ θεοῦ θυ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις. ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ θυ κρίσεως, λέγει· ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός θς · ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαι οσύην, δεκτὸς αὐτῶ ἐστιν· οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαι οσύνην σώζεται, ἀλλὰ δεκτός ἐστι· τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· καὶ μή τις τὴν πίστιν ὑβρι ζέτω δι’ ἀκαρπίαν, μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπιστία· γε νοῦ ἐλαῖα κατάκαρπος, ἀλλ’ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · τὸ μὲν γὰρ τκε ἐλαίαν εἶναι κατάκαρπον, ἑρμηνεύει κατὰ τὰ ἔργα· τὸ δὲ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ , τὴν πίστιν δείκνυσιν· τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ θυ ; ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γάρ ἐστι κρυπτόν· τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται· τὰ δὲ τῶν ἔργων. οὐ κέκρυπται· ἡ γὰρ φύσις. ὑπαγορεύει τοὺς νόμους· οἴδαμεν ἐξ ἑαυ τῶν τί καλὸν. καὶ τί πονηρόν· ἔθηκεν ὁ θεὸς θς νόμον ἐν τῆ φύσει ἄγρα φον. τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας· μηδεὶς λεγέτω. οὐκ ἀ νέγνων νόμον. οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνὴση τὸν κοι νὸν νόμον. ἐλέγχει σε ὁ τῆς φύσεως νόμος· θέλεις μαθεῖν ὅ τι ἐν τῆ φύσει ἔπηξεν ὁ θεὸς θς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον· πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ. φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν·καὶ ὅπως ἄκουε· ὁ μοιχὸς, μοιχεύει· μοιχὸς δὲ ἀκούων, αἰ σχύνεται· εἰπὲ τῶ ὁμολογουμένω μοιχῶ. μοιχέ· καὶ ὃ ποιῶν ἥ δεται, ἀκούων αἰσχύνεται· καίτοι· εἰ καλὸν ἡγῆ τὴν ἁμαρτίαν. τί φεύγεις τὴν προσηγορίαν· εἰπὲ τῶ ἐπιόρκω. ἐπίορκε· καὶ εἰς ὕ βριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κράζει· ὅτι τὸ φαῦλον, ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ θυ · καὶ ὃ ἐποίησεν ὁ θεός θς , καλὸν· καὶ καλὸν λίαν· καὶ οὕτω καλὸν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται· εἰπὲ τῶ σώ φρονι. σώφρον· καὶ ᾧ τῶ ἔργω ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον, δίκαιον· καὶ τῶ ἔργω στεφανοῦται, καὶ τῆ προσηγορία σεμνύνεται· κἂν γὰρ δι’ εὐλάβειαν παραιτή σηται τὸ ὄνομα. ἀλλ’ ἐν τῆ ψυχῆ δέχεται τὴν εὐφημίαν· ἐννόη σον ὅση κακία ἐν κόσμω πολιτεύεται. καὶ πρόσωπον οὐκ ἕχει· καὶ πῶς οὐκ ἔχει πρόσωπον· ἐὰν λεπτομερῶς ἐρευνήσης, οὐδε μίαν εὐρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται· καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος. οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται· ἀλλ’ ἀληθείαν ὑπο κρινόμενος, ἀπατᾶ· ὁ ψευδόμενος, οὐ κηρύττει ὅ ἐστιν· ἀλλὰ σχη ματίζεται, ὃ μὴ ἔστιν· καὶ τότε τὴν ἀδικίαν ἐργάζεται· ὁμοίως ὁ δόλιος· οὐ δείκνυσι τὸν δόλον· ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς· οὐχ ὁμολοήσας τὴν ἄθεσμον μοιχείαν. ἐπιπηδᾶ τῶ οἴκω· ἀλλὰ πλασμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα, ἐνυβρίζει τὰ θεῖα· ὁρᾶς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία; ὁμοίως καὶ ὁ συκοφάντης· ὅταν εἰσέλθη εἰς δικαστήριον. οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν εἰσέρχεται· ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῶ σχήματι. διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται· οὕτω κακία πρό σωπον ἴδιον οὐκ ἔχει. ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· διὰ τοῦτο ὁ σωτὴρ σηρ ἔλεγεν· ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. θέλεις ἰδεῖν ἀδελφὲ. ὅσον δύναται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡ μετέρα. κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται· πολλοὶ πολλάκις δυνάσται. πλεονεξίαν πνέοντες. καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἀρπαγὴν καὶ ἀδικίαν. δυσωποῦνται παρά τινων· ἢ ἀνιέναι τῶ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους· ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας. ἢ λυπεῖν νομισθέντας· καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστη καὶ πονηρῶ, οὐκ εὐ θέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῶ ὅ ἐστιν. ἀλλὰ προστίθησιν αὐτῶ ὄνομα ἀρετῆς· ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματί ζονται οἱ καλῶς πρεσβεύοντες· ἀνὴρ εἶ φησὶν ἀγαθός· διαβεβό ηταί σου τὸ ὄνομα· πάντες σου τάς εὐπραγίας ἄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει τῆ παρακλήσει· ἵνα καμφθῆ τῆ εὐφημία, καὶ φύγη τὴν πονηρίαν· ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐ φημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται. εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται. γενώμεθα οὖν ἀγαπητοὶ ἐλαῖα κατάκαρπος, καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες· φύλλα ἡμῶν οἱ λόγοι. καρποὶ ἡ πολιτεία· γενοίτό σου. καὶ ὁ λόγος σεμνὸς. καὶ ἡ πολιτεί α ἔγκαρπος· παρὰ γὰρ τῶ εὐσεβεῖ. οὐδὲ τὸ φύλλον ἀπόβλητον· τὸ γὰρ φύλλον αὐτοῦ φησὶν ὁ δαβίδ δαδ , οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅ σα ἂν ποιῆ, κατευοδωθήσεται· ἀλλ’ ὢ τοῦ θαύματος· τκϛ ἐνενόησα πῶς ὁ ἀδὰμ γυμνὸς ἐξῆλθεν τοῦ παραδείσου. καὶ πῶς δαβίδ δαδ κομᾶ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν. ὁ δὲ ἐνδυσάμενος ἀρετὰς, βοᾶ· ἐγὼ δὲ, ὡσεὶ ἐλαῖα κατάκαρπος· οὐδὲν ἡμᾶς οὕτως ἀποδύει. ὡς ἀκαρπία· καὶ οὐδὲν ἡμᾶς οὕ τως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν· ὁ ἀδὰμ ἐπλάσθη δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα· ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις, βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν· ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια. συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται· ἵνα εἰς βάθος διαδῶ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτως δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι· ἵνα ἀποπλυνθῆ μὲν τὸ ἀρχαῖον ὄνειδος. ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος· καὶ γὰρ ἐκεῖνα τὰ ἔρια. ἐπἂν δέξηται τὴν βαφὴν. ἀποτίθεται τῆς φύ σεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκ ἔτι καλεῖς ἐρ έ αι αν. ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἢ τι τοιοῦτον. οἷον ἡ βαφὴ· παρέσχεν τῶ βαφέντι τὸ κάλλος· εἰ οὖν ἡ βαφὴ. μεταβάλλει φυσεως ὄνομα, θεοῦ θυ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον ανον ; ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι. εἰκόνα χοϊκήν· μετὰ δὲ τὴν + βαφὴν. εἰκόνα λαμπρὰν ἐπουράνιον· ἐπλάσθη τοίνυν ὁ ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ θεὸς θς . ἔπλασεν αὐτόν· ἀλλ’ οὐ κ’ εἶδεν ὁ ἀδὰμ πῶς ἐπλάσθη ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων. ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ θυ · εἰ γὰρ τοσαύτη ταπεινώσει περιβεβλημένος ἐπαίρεται· καὶ ἀγνοεῖ τὸν κτίσαντα. καὶ ἀθετεῖ τὸν πλάσαντα· εἰ ἔλαβεν τὸ ὑπὲρ τὴν φύσιν. τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν· διατοῦτο ὁ θεὸς θς πλάσας τὸν ἄνθρωπον ανον . καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῶ πλάσματι. καὶ ταπεινώσεις πολλὰς· ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως, ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται· διὰ δὲ τῆς ταπεινώσεως, τὸ φρόνημα τὸ ἀν θρώπινον καταστέλληται· ἔδωκεν αὐτῶ γλῶτταν φθεγγομένην. θεὸν θν ὑμνοῦσαν· τὰ θεῖα ἄδουσαν· ἐρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως· διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς· μικρὸν σαρκίον ἡ γλῶσσα· οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων· οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς, φθέγγεται περὶ οὐρανοῦ ουνου καὶ γῆς· καὶ ἵνα μὴ νομίση ὅτι μεγάλη τίς ἐστιν καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῆ περιπλέκεται· ἵνα μάθη. ὅτι θνητὴ οὖσα, περὶ τῶν ἀϊδίων καὶ ἀθανάτων λαλεῖ· καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος· ἔδωκεν αὐτῶ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον· καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου. καθορᾶ πᾶσαν τὴν κτίσιν· καὶ ἵνα μὴ περι λαμβάνων τῆ ὄψει πᾶσαν τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλ μίαι καὶ λῆμαι καὶ δάκρυα. καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται· ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας, ἑαυτὸν γνωρίση· ἀπὸ δὲ τῆς δημιουρ γίας, τὸν τεχνίτην ἐκθειάση· ἔδωκεν αὐτῶ καρδίαν λογιζομένην. ῥίζαν ἐνθυμημάτων· πηγὴν λογισμῶν· ἀλλ’ ἐν αὐτοῖς τοῖς τόποις, ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν· ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται. δι’ ὧν ὁ ἄνθρωπος ανος ἐσθίει· ἵνα ὅτἂν ἐπαίρηται ἡ καρδία. καταστέλλη αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος, ἀναγκαία πρὸς παιδαγωγίαν· εἰ γὰρ κόπρον περι φέρων ἄνθρωπος ανος . τολμᾶ θρασύνεσθαι· καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ θυ · ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν. ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῶ ὑψίστω· εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ. εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον· διὰ τοῦτο ὁ μέγας ἡσαΐας, πρὸς τοὺς ὑ περηφάνους φησί· τί ἀλαζονεύεται γῆ καὶ σποδός· ⁛ ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ θεὸς θς ἕκτισε τὸν ἄνθρωπον ανον , ἀπὸ χοός· ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος ανος ὅπως ἐγίνετο· διατοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὁ θεὸς θς γὰρ ὡς ἔφθην εἰπὼν, οὐ προγενεστέραν ἐποί ησε τὴν ψυχὴν τοῦ σώματος. ἵνα μὴ βλέπη τὴν δημιουργίαν· πλὴν. ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη· καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη· ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειρασθεὶς.τκζ ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν. καὶ τὴν μέλλουσαν φιλανθρωπίαν φιλανιαν · ὅτε μὲν γὰρ ἐπλάσθη. οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἐγένετο· πρόσεχε ἀκριβῶς: μή σε παραδράμη τὸ νόημα· ὅτε ἐπλάττετο ὁ ἀδὰμ. οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῆ ἀναστάσει. οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπη ὁ νεκρὸς. ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾶ· βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας. καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα· οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερη φάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀ παγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει· πάντων ὑπο πίπτει τὸ φρόνημα, καὶ φιλοσοφοῦμεν περὶ τά μνήματα· ὅτἂν ἴδωμεν ὀστέα γυμνὰ. καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν. εὐθέως πρὸς ἀλλήλους φι λοσοφοῦμεν· ἴδε τί γινόμεθα· καὶ ποῦ ἀπερχόμεθα. καὶ φλυαροῦ μεν· ἐξήλθομεν τῶν τάφων. καὶ ἐπελαθόμεθα τῆς ταπεινώ σεως· ἐν τῶ τάφω. πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πη φθέγ γεται· ὣ τῆς ταλαιπωρίας· ὣ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· ὅ ρα τί γινόμεθα· καὶ ὅλως κἂν φθεγγώμεθα; καὶ ἁρπάζομέν τι, καὶ βοῶμεν. καὶ μνησικακοῦμεν; καὶ ἕκαστος ἁπλῶς οὕτως φιλοσοφεῖ. ὡς μέλλων πάντη τῆ κακία ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ· ἔξω δὲ, τοῖς ἔργοις θεομαχεῖ· διατοῦτο ὁ θεὸς θς . πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπο μιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις· πᾶσα κώμη. πρὸ τῶν εἰσόδων τάφους ἔχει· ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν. καὶ κομῶσαν πλούτω καὶ δυναστεία καὶ τοῖς ἄλλοις ἀξιώμασι· καὶ πρὶν ἴδει ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται· τάφοι πρὸ τῶν πυλῶν· τάφοι πρὸ τῶν ἀγρῶν· πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται· καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον· ἀλλὰ καὶ μέλλον τες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν· ἀνὴρ πολλάκις ἐπειδ’ἂν γυναῖκα θέλη λαβεῖν, ὑπαγορεύει τῶ νομω· γράφει τὰ προικῶα· οὐδέπω συνάφεια. καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου. καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδεν τὴν γαμετὴν. καὶ θανάτου ψή φους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται· καὶ γράφει τοιαῦ τα· ἐὰν δὲ ἀποθάνη ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ διατυποῦται· οὕτως ἔπηξαν οἱ ἀρ χαῖοι νόμοι πανταχοῦ. τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων· τί γάρ φησιν· ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνη· οὔπω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔδραμεν· εἶτα ἐν μὲν τοῖς γραμματείοις, ἐπιγι νώσκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον ανον πάθη. ἢ τὸ γύναιον ἀποθάνη, ἐπιλανθάνεται ὧν ἔγραψεν, καὶ ἕτερα τραγωδίας προφέρει ῥήματα· καὶ ταῦτα φησὶν ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν. καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; τί οὖν· ἐπελάθου ὧν ἔγραψας; καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμά των. ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε δὲ περιέπε σας τοῖς πάθεσιν. ἐπελάθου τῶν νόμων τῆς φύσεως; ταῦτα λέγεται. εἰς σωφρονισμὸν ἁπάντων· εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα· εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ θυ κρίματα· μὴ φιλοσόφει ἔξω τῶν παθῶν. ἀλλ’ ὅτἂν ἐντὸς γένη τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι· ὅτ’ἂν λυπῆ, μνή σθητι τῶν λόγων. δι’ ὧν παραμυθῆ τὸν λυπούμενον· τίσι κε χρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους· οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφορὰν· οὐ μόνος τοῦ θανάτου τὴν βί αν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν· ἐζημιώθησαν πολλάκις ἄρχοντες: ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν ψῆφον· ἄνθρωπος ανος εἶ· μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύ σεως ἀπολαύεις νόμων· ταῦτα καὶ τούτων πλείονα φθέγγη. ὅτ ἂν ἄλλον παρακαλῆς· ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ. τκη σεαυτῶ δὲ οὐδὲ οἰκτρὸς μαθητής; μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν ἀκμῆ τῶν παθῶν φιλοσοφεῖν· εἴ τις δύναται ἐφ’ ἑκά στης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν. δίκαιος εἶ κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου· ζημιοῦται μὲν ὡς ἄνθρωπος ανος . στεφανοῦται δὲ ὡς φιλόθεος· ὁ βίος ἀδελφοὶ πολλῆς γέμει δυσκολίας· καὶ δεῖ πάντως. καὶ δίκαι ον καὶ ἄδικον. καὶ εὐσεβῆ καὶ ἀσεβῆ, θλίβεσθαι· ἀλλὰ πολλὴ ἡ διαφορά· ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι. καὶ ἄλλο ὡς ἀλλό τριον μαστίζεσθαι· τύπτεται υἱὸς, τύπτεται καὶ οἰκέτης· ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας· ὁ δὲ ὡς ἐλεύθερος. καὶ ὡς υἱὸς υς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν· οὐκ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβὴς, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτω ἡ παιδεία, εἰς θλίψιν καὶ δοκιμασίαν· τῶ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν· διατοῦτο· ταύτας τὰς δυσκολίας εἰ δὼς ὁ μακάριος δαβίδ δαδ , περὶ μὲν τῶν δικαίων λέγει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἀλλ’ ὅρα τὸ ἐπαγόμενον. καὶ ἐκ πασῶν αὐτῶν, ῥύσεται αὐ τοὺς ὁ κύριος κς · οὔπω εἶπε· τὴν θλῖψιν. καὶ ὑπέδειξε τὴν ἴασιν· περὶ δὲ τῶν ἐναντίων. πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῶν δὲ δικαίων. πολλαὶ μὲν αἱ θλίψεις. ἐκ δὲ πασῶν αὐτῶν, ῥύσεται αὐ τοὺς ὁ κύριος κς · ταῦτα δέ τις ἀκούων. μὴ ἑαυτοῦ ἀπογινωσκέτω· μὴ δὲ + λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστὶν ἡ παιδεία· ἁμαρτωλὸν γὰρ ἐκάλεσεν νῦν ἡ γραφὴ, οὐ τὸν πάν τη τῆς εὐσεβείας ἀλλότριον· ἀλλὰ τὸν θλιβόμενον· τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα· ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεὸς θς , μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ θυ φιλανθρωπίας φιλανιας · φησὶ γάρ· ζῶ ἐγὼ λέγει κύριος κς . οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ὄμνυσιν ὁ θεὸς θς . οὐχ ὡς ἑ αυτῶ ἀπιστῶν. ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος· λεγέτω τοίνυν πᾶς ἄνθρωπος ανος εἰς θλίψεις ἐξεταζόμενος. δίκαιος εἶ κύριε, καὶ εὐ θεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχὴν, καὶ τὴν εὐ σέβειαν οὐκ ἔλυσεν· οἷος ἦν ὁ μακάριος ἰώβ. ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν· ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα· ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας· ὁ τῆ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας· ὁ πάντων ὁμοῦ στερηθεὶς. καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς· ἀλλὰ τὰ ἐκείνου στρατηγήματα, ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς, ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν· μὴ τῆ παραδρομῆ τῶν λόγων. ὑβρίσωμεν τὰ ἐκείνου παλαισματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής· ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει. πάντων γυμνωθεὶς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν. ἀλλὰ φησίν· ὁ κύριος κς ἔδωκεν. ὁ κύριος κς ἀφείλετο· ὡς τῶ κυρίω κω ἔδοξεν. οὕτως καὶ ἐγένετο· καλὸν τὸ ἔδοξεν· παραχωρεῖ τῆ αὐθεντεία· οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· διὰ τί νέοι ἀποθνήσκουσι. καὶ γέροντες μένουσι· ποία διοίκησις αὕτη· ἐπιθυμεῖ γέρων θανάτου. λελυμένος ταῖς σαρξίν· ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης πα ραμυθίας. καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος· ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται· μάθε μὴ τοιαῦτα ζητεῖν· μάθε λέγειν. τὰ κρίματά σου ἄβυσσος πολλή· μάθε λέγειν. δίκαιος εἶ, κύριε, καί εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν. ὡς τῶ κυρίω κω ἔδοξεν. οὕτως καὶ ἐγένετο· γνώριζε τὴν αὐθεντείαν. ἵνα γνωρίσης τὴν ευσέβειαν· ἀλλ’ ἐπειδὴ παρενέπεσεν ὁ λόγος. εἰς δόξαν τοῦ ἁγίου πνεύματος πνς , εἴπωμέν τι καὶ τῶν δογματικῶν. εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν· ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκὼς. ὡς τῶ κυρίω κω ἔδοξεν. τὴν αὐθεντείαν ἔδειξε καὶ τὴν κυριότητα, οὕτως καὶ οἱ ἀπόστολοι· τὴν δεσποτικὴν αὐθεντείαν τοῦ ἁγίου πνεύματος πνς ἐνδεικνύμενοι, φασίν· ἔδοξε τῶ ἁγίω πνεύματι πνι μηδὲν ἐπι τίθεσθαι ὑμῖν. πλὴν τῶν ἐπάναγκες· ἔδοξε τῶ ἁγίω πνεύματι πνι · εἰ ὑπόκει ται. διατί αὐτῶ ἔδοξεν· εἰ ὑπὸ νόμον ἐστὶ τὸ πνεῦμα πνα καὶ δουλεύει. πῶς ἔδοξε τῶ ὑποκειμένω· οὐχ ἃ τω βασιλεῖ δοκεῖ. ταῦτα καὶ γίνεται; μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα; ὡς τῶ κυρίω κω ἔδοξε. φησὶν ὁ ἰώβ. ἔδοξε τῶ ἁγίω πνεύματι πνι . φασὶν οἱ ἀπόστολοι· ὁμό τιμος ἡ λέξις τῆς αὐθεντείας. ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας· ἀλλ’ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν· ἆρα γὰρ ἐπειδὴ εἶπον φασὶν οἱ ἀπόστολοι, ἔδοξε τῶ ἁγίω πνεύματι πνι . ἐπήγαγον δὲ καὶ ἡμῖν. παρὰ τοῦτο αὐθεντείαν ἔχου σι θεότητος οἱ ἀπόστολοι; ταῦτα μελετάσθω· ἵνα μὴ τκθ ἀγυμνάστοις ψυχαῖς. ἐμβάλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων, αἱρετικὴν ἀσέβειαν ἐγχέωσι· τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· μηδέν σε φησὶν ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφὸν καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησὶν. εἰ περὶ τοῦ ἁγίου πνεύματος πνς εἶπον οἱ ἀπόστολοι. ἔδοξε τῶ ἁγίω πνεύματι πνι · ἀλλ’ ὅρα καὶ τὸ ἐπαγόμενον· ἔδοξε τῶ ἁγίω πνεύματι πνι . καὶ ἡμῖν ἔδοξε τοῖς ἀπο στόλοις· ἆρα θεοὶ οἱ ἀπόστολοι; ἆρα θεοῦ θυ ἔχουσι τὴν αὐθεν τείαν; ὅτ’ἂν ταῦτα λέγη ὁ αἱρετικὸς, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν· τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκο νημένα. ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα· τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τω ἁγί ω πνεύματι πνι ἐλαττοῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν, οὐκ οὖν καὶ τὸ συνῆφθαι μωϋσῆν τῶ θεῶ θω . ἐλαττοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν· οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσης τὸ ἔδοξε τῶ ἁγίω πνεύματι πνι διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους· οὐκ ἄ ρα μεγάλην δυνήση λέγειν οὐδὲ τὴν εἰς θεὸν θν πίστιν. διὰ τὸ συνῆφθαι καὶ μωϋσῆν τῶ θεῶ θω · λέγει γὰρ ἡ γραφή· ἐπίστευσεν ὁ λαὸς; εἰς τὸν θεὸν θν καὶ εἰς τὸν μωυσῆν· ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστό λων. ὑβρίζει καὶ τὸν θεὸν θν σαμουὴλ προσκείμενος· γέγραπται γάρ· καὶ ἐφοβήθη πᾶς ὁ λαὸς. τὸν κύριον κν καὶ τὸν σαμουήλ· πά λιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· ἐλαττοῖ τοῦ πνεύματος πνς τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντείαν τὸ συνῆφθαι τῶ πνεύματι πνι τοὺς ἀποστόλους; ἐλαττοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν καὶ γε δεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία· ἐβόησεν γὰρ πᾶς ὁ λαὸς πολεμῶν. ῥομφαῖα τῶ κυρίω κω καὶ τῶ γεδεῶν· ὥσπερ οὖν συνῆ πται μωυσῆς τῶ θεῶ θω . οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ θυ . ἀλλ’ ὡς ὑπηρέτης θεοῦ θυ · καὶ σαμουὴλ τῶ θεῶ θω . οὐχ ὡς ὁμότιμος ἀλλ’ ὡς προφήτης· καὶ γεδεὼν τῶ θεῶ θω . οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου, οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι πνι , ὡς κήρυκες τοῦ εὐαγγε λίου· γνώριζε τοίνυν τὴν αὐθεντείαν. καὶ μὴ ὕβριζε τοῦ πνεύματος πνς τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν. πατρὸς πρς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος πνς · αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις. ἡ ἀληθι νὴ ἀξία. ἡ ἀμέριστος βασιλεία. ἡ ἄσχιστος τιμή. ἡ ἀδιαίρετος ἐλπίς· ἡ ἀκατάληπτος δόξα. τοῦ πατρὸς πρς καὶ τοῦ υἱοῦ υιυ καὶ τοῦ ἁγίου πνεύματος πνς · ἧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις. εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν· :–