De fide et lege naturae (Ms Pd)
- Edition reference
- De fide et lege naturae [Sp.] (CPG 4185), MPG 48: 1081–1088.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg001.local014- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος· ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσε βείας. τὸ πνεῦμα πνα τῆς ἀλη θείας· ἀπο γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος πνς . ὥσπερ ἀπό τινος εὐθα λοῦς καὶ γονίμου πηγῆς. πάν τα πηγάζει τὰ θεῖα νά ματα· καὶ ὅσα ὁ νόμος διαγορεύει· ὅσα προφῆται θεσπίζουσιν· ὅσα ἀπόστο λοι κηρύττουσιν. ταῦτα πάντα τῶ ἁγίω πνεύματι πνι ἀ ληθινῶς ἑπιγράφεται· πάντα γὰρ ἐνεργεῖ. τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα πνα διαιροῦν ἰδία ἑκάστω καθὼς βούλεται. διατοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας· καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας· καὶ βρύουσιν οἱ θησαυροὶ, τῆς ἐνθέ ου σοφίας· θησαυροὶ. οὐ κ ἐν γῆ κατακρυπτόμε νοι. ἀλλ’ ἐν τῶ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ. ψυχὰς εὐφραί νοντες· ἐννοίας φωτί ζοντες· τὴν οἰκουμέ νην ἐπιστρέφοντες πᾶ σαν· τοῦ ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες· εἰς πολλὴν γὰρ κατηνέ χθη ταπείνωσιν· τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυ σάμενος· καὶ μαρτυρεῖ παῦλος. ὧδέ πως λέγων· εὐχαριστῶ τῶ θεῶ θω ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῶ· ἐν παντὶ λόγω καὶ πάση γνώσει· ὁ γὰρ θεοῦ θυ λόγον δεχόμενος, πλου τεῖ· ὁ δὲ μὴ δεχόμενος θεοῦ θυ λόγον. πτωχεύει· καὶ μαρ τυρεῖ ἡσαΐας λέγων· καὶ εἴπον ἴσως πτωχοὶ εἰσιν. διατοῦτο οὐ δύναν ται ἀκούειν λόγον κυρίου κυ · ἀλλ’ ὁ μὲν πτωχεύων. ὀνειδίζεται· ὁ δὲ πλουτῶν ἀγάλ λεται· ὁ πλουτῶν τῶ λόγω τῆς ἀληθείας· ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρ που φιλοσοφίας. οἷος ἦν ὁ δαβὶδ δαδ λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · ἐλαία κατάκαρπος. οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς εὐσεβείας βρύουσα· ἔστιν γὰρ ψυχὴ· πολλάκις κο μῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις· καρ πὸν δὲ μὴ φέρουσα. ὡς περι τοῦ ἰσραήλ ιηλ ἱερεμίας ἔλεγεν· ἄμπελος εὐ κληματοῦσα ὁ ἰσραήλ ιηλ · εὐκλη ματοῦσα. οὐκ εὐκαρποῦ σα· ἀλλ’ ἐκείνη μὲν τοι αύτη· ὁ δὲ προφήτης ἀγάλλεται λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· οὐκ ἐν τοῖς ἔξω κομῶσα. ἀλλ’ ἐν τοῖς ἔσω βρίθουσα· ἐν τῶ οἴκω τοῦ θεοῦ θυ ἐλαία κατάκαρπος· οὐδὲν γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴ κου τοῦ θεοῦ θυ πολιτεύεσθαι· εὑρήσεις γοῦν πολλοῦς καὶ ἐκτὸς λόγου τῆς ἀ ληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον δι αλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς. ἐλε ήμονας· δικαιοσύνη προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις. ἐ πειδὴ ἠγνόησαν τὸ ἔρ γον τῆς ἀληθείας· κα λὰ μὲν γὰρ καὶ τὰ ἔργα. ἀλλὰ δεῖ προηγεῖσθαι τῶν ἔρ γων τὸ ἀνώτατον· καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων προς τὸν κύριον κν τί ποιήσομεν ἵνα ἐργασώμεθα τὰ ἔρ γα τοῦ θεοῦ θυ . ἀπεκρίνατο προς αὐτούς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ θυ . ἵνα πιστεύ σητε εἰς ὃν ἀπέστειλεν ἐ κεῖνος· ὅραι πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν· οὐ κοῦν ἅμα ἐπίστευσας· ἅ μα καὶ τοῖς ἔργοις ἐκόμα σας· οὐχ ὅτι δὲ ἐλλείπει πρὸς τὰ ἔργα. ἀλλότι καθ ἑαυτὴν πίστις. πλήρης ἔστι ἔρ γων ἀγαθῶν· τὰ μὲν γὰρ ἔργα. εἰς ἀνθρώπους ἀνους καὶ ἐξ ἀνθρώπων ἀνων ἡ δὲ πίστις οὐκ ἐξ ἀνθρώπων ἀνων . πρoς θεόν θν · ἡ πίστις τὸν ἐπιστρε φόμενον. πολίτην οὐρανῶν οὐνῶν ἀποδείκνυσιν· ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον ἄνον . θεοῦ θυ συνόμιλον ἀπεργάζεται οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν· ἐοίκασιν δέ μοι ἀδελφοὶ· ἵνα εἰκόνι τι νὶ χρήσομαι τοῦ λόγου· ἐοίκασιν οἱ ἔργοις κομῶν τες ἀγαθοῖς· καὶ τὸν θεὸν θν τῆς εὐσεβείας ἀγνοήσαντες. λειψάνοις νεκρῶν· κα λὰ μὲν ἐνδεδυμένοις. αἴσθησιν δὲ τῶν καλῶν οὐκέχουσιν· τί γὰρ ὄφελος φυχῆς νεκρᾶς. τῶ μὲν θεῶ θω λόγω νενεκρωμένης τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης· τὰ ἔργα ἐπ’ ἐλπίδι γίνεται. ἀ μοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς. ὑπερτίνος ἀθλεῖς· οὐ δεῖ μὲν τὴν πίστιν γυ μνὴν εἶναι τῶν ἔργων. ἵνα μὴ ὑβρίζεται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις· ὥσπερ γὰρ ἐν τιμῆ τοῖς ἀνθρώποις ἀνοις ἐδει πρῶτον προηγεῖσθαι τὸ ζῆν. καὶ οὕτως τὸ τρέφεσθαι· τὸ γὰρ συνέχον τὴν ζω ὴν ἡμῶν ἔστιν ἡ τροφὴ, οὕτω δὴ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς, τὴν εἰς χριστὸν χν ἐλπίδα· τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγα θοῖς· τὸν μὴ τρεφόμε νον. ἐγχωρεῖ ζωὴν πολ λάκις· τὸν δὲ μὴ ζῶν τα. οὐκ ἐγχωρεῖ τρέφε σθαι· ἐνήστευσε μωϋσῆς ἡμέρας τεσσαρακοντα. ἀλλ ἐπειδὴ εἶχεν ἐν ἐαυ τῶ τὸν ζῶντα λόγον. οὐ δὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηΐνων ἔνδεια· οὕτω καὶ ἐπι τῆς κατὰ ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι· δεῖ δὲ προτῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργα ζόμενον ἔργα δικαιο σύνης. οὐ δύνη παρα στῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων. τὸν πιστὸν δύνα μαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα· οὐδεὶς ἄνευ πίστεως ἔζη σεν· ὁ δὲ ληστὴς πιστεύσας μόνον. ἐδικαιώθη· καὶ μή μοι λέγε οὐκ ἔσχεν και ρὸν πολιτεύσασθαι· οὐ δὲ γὰρ ἐγὼ τοῦτο φιλονει κῶ, ἀλλ ἐκεῖνο παρέστησα ὅτι ἡ πίστις καθεαυτὴν ἔσωσεν. εἰ γὰρ ἐπέζη σε τῆ πίστει καὶ ἔργων ἠμέ λησεν, ἐξέπιπτεν τῆς σωτηρίας σρίας · τὸ δὲ σκοπούμε νον νῦν καὶ ζητούμενον ὅ τι καὶ ἡ πίστις καθεαυτὴν ἔσωσεν· ἔργα δὲ καθε αυτὰ, οὐδαμοῦ ἐργάτας ἐδικαίωσε· καὶ θέλεις ἰδεῖν ἀκριβῶς ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; μεμαρτύρητο κορνήλι ος ἐπι ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ χριστὸν χν ἠγνό ει· θεῶ θω μὲν πιστεύων· τὸν δὲ τοῦ θεοῦ θυ λόγον. οὐδέπω με μαθηκώς· καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστὰ. ἤρεσκε μὲν τῶ τῶν ἀγα θῶν βραβευτῆ καὶ ἐραστῆ θεῶ θω · ἀλλ’ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς. ὁ μέγας κριτής· ὅτι καλὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν. ἀπο στέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον. ὥστε τὸν καλῶς ἀθλοῦντα στε φανῶσαι τῆ πίστει. ὅς φησι πρὸς αὐτόν· κορνή λιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου, ἀνέ βησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ θυ · εἰ τοίνυν εἰσηκούσθη ἡ δέη σις· καὶ αἱ ἐλεημοσύναι ἐ δέχθησαν. τί μοι τὸ λεῖ πον εἰς δικαιοσύνην· ἀλλὰ πέμψον εἰς ἰόππην καὶ μετακάλεσαι σίμω να τὸν ἐπικαλούμε νον πέτρον· ὃς ἐλθὼν λαλήσει σοι τὰ ρήματα ἐν οἷς σωθήση σὺ καὶ ὅλος ὁ οἶκός σου· οὐκοῦν οὐ κ εἶχεν τὰ ἔργα σωτηρίαν σρίαν · εἰ γὰρ ἐξ ὧν κηρύττει πέ τρος σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ οὐκ εἶ χεν οὐδέποτε ἐκ τῶν ἔργων τὴν σωτηρίαν σρίαν . ἕως αὐτῶ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· δια τοῦτο καὶ πέτρος ἐλθὼν ἐκ τῆς ἰόππης καὶ θεα σάμενος τοῦ θεοῦ θυ τὴν χάριν ἐκχεθεῖσαν ἐν τοῖς τότε νενομισμέ νοις ἀλλοφύλοις ἐπι γνώμων γενόμενος τῆς τοῦ θεοῦ θυ κρίσεως λέγει· ἐπ’ ἀληθείας κα ταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολή πτης ὁ θεός θς · ὅτι ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύ νην, δεκτὸς αὐτῶ ἐστιν οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιο σύνην σώζεται. ἀλλὰ δεκτός ἐστιν· τουτέστι ἄξιος γίνεται τοῦ δεχθῆ ναι· δεῖ τοίνυν προ λάμπειν τῶν ἔργων τὴν πίστιν. καὶ ἀκολου θεῖν τῆ πίστει τὰ ἔρ γα· καὶ μή τις τὴν πίστιν ὑβριζέτω τῆ ἀκαρπία μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀποστασία· γε νοῦ ἐλαία κατάκαρπος ἀλλ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον. ἑρμη νεύει κατὰ τὰ ἔργα· τὸ δὲ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ . τὴν πίστιν δείκνυσι· τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ θυ . ἅπαντες ἴσμεν ἐ ὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γάρ ἐστι κρυπτόν· τὰ μὲν γὰρ τῶν δογμά των. ἀμφιβάλλεται· τὰ δὲ τῶν ἔργων. οὐ κέ κρυπται· ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους· οἴδαμεν ἐξ ἑαυτῶν. τί καλὸν καὶ τί πονηρόν· ἔθηκεν γὰρ ὁ θεὸς θς νόμον ἐν τῆ φύσει ἄγραφον. τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας· μη δεὶς λεγέτω· οὐκ ἀνέγνων νόμον. οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνὴση τὸν κοινὸν νόμον. ἐλέγχει σε ὁ τῆς φύσεως νόμος· θέ λεις μαθεῖν ὅτι ἐν τῆ φύσει ἔπηξεν ὁ θεὸς θς τοὺς νόμους τοὺς διακρί νοντας τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτη σον· πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ. φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· ὁ μοιχὸς μοιχεύει· μοιχὸς δὲ ἀκούων. αἰσχύνεται· εἰπὲ τῶ ὁμολογουμένω μοιχῶ μοιχέ· καὶ ὃ ποιῶν ἥδεται. τοῦτο ἀκούων αἰσχύνεται· καὶ τί· εἰ καλὸν ἡγῆ τὴν ἁμαρτί αν. τί φεύγεις τὴν προ σηγορίαν· εἰπὲ τῶ ἐπιόρκω ἐπίορκε. καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδί ων ἔργων· οὕτως αὐ τὴ ἡ φύσις κράζει· ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ θυ · καὶ ὃ ἐ ποίησεν ὁ θεός θς , καλὸν. καὶ καλὸν λίαν· καὶ οὕτω καλὸν. ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κα κίαν αἰσχύνεται· εἰπὲ τῶ σώφρονι σώφρον. καὶ οὐδὲ τὸ ἔργον αἰ δεῖται. οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κά λεσον τὸν δίκαιον δίκαι ον· καὶ τῶ ἔργω στεφα νοῦται. καὶ τῆ προσηγο ρία σεμνύνεται· κὰν γὰρ δι εὐλάβειαν παραι τήσηται τὸ ὄνομα ἀλ λ ἐν τῆ ψυχῆ δέχεται τὴν εὐφημίαν· ἐννόησον ὡς ἡ κακία ἐν κόσμω πολιτεύεται. καὶ πρόσω πον οὐκ ἕχει· καὶ πῶς οὐκ ἔχει πρόσωπον· ἐὰν λεπτῶς ἐρευνήσης. οὐ δεμίαν εὐρήσεις κακί αν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσω πον ἀρετῆς. οὐ φαίνεται· καὶ πῶς. ἄκουε· ὁ ψευ δόμενος. οὐχ ὁμολογῶν τὸ ψεῦδος φαίνεται. ἀλλ ἀ ληθείαν ὑποκρινόμε νος ἀπατᾶ. ὁ ψευδό μενος οὐ κηρύττει ὅ ἐστιν. ἀλλὰ σχηματίζεται ὃ μὴ ἐστιν· καὶ τότε τὴν ἀ δικίαν ἀπεργάζεται· ὁμοίως ὁ δόλιος. οὐ δεί κνυσι τὸν δόλον. ἀλλὰ σχηματίζεται τὴν φιλί αν· καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄ θεσμον μοιχείαν. ἐπειπη δᾶ τῶ οἴκω. ἀλλὰ πλα σμα σωφροσύνης ἐνδυ σάμενος εἰς τὸ στόμα. κὰν ὑβρίζη τὰ θεῖα· ὁραῖς ὅτι οἰκεῖον οὐκ ἔ χει πρόσωπον ἡ κα κία; ὁμοίως ὁ συκο φάντης. ὅταν εἰσέλ θη εἰς δικαστήριον. οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν εἰσέρχεται. ἀλλὰ μάρτυρα ἀληθεί ας προστησάμενος τῶ σχήματι. διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυ ται· οὕτω κακία πρό σωπον ἴδιον οὐκ ἔχει. ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· δι ατοῦτο ὁ σωτὴρ σηρ ἔλεγεν· ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύ μασι προβά των. ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ εἰς τὸ προκείμενον ἐ πανέλθωμεν· θέλεις ἰδεῖν ἀδελφὲ ὅσον δύνα ται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡμετέρα κὰν ἐν κακίαις ἐμφύρηται. τὸ ὄνομα τὸ ἀγαθὸν ἀ σπάζεται· πολλοὶ πολ λάκις δυνάσται πλεονε ξίαν πνέοντες. καὶ μη δὲν ἕτερον ἐννοοῦν τες ἢ ἀρπαγὴν καὶ ἀδι κίαν. δυσωποῦνται παρά τινων· ἢ ἀνιέ ναι τῶ πένητι τὴν ἐπικειμένην ἀνάγκην. ἢ συγχωρῆσαί τι τοῦ χρέ ους. ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας. ἢ λυ πεῖν νομισθέντας· καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦ σαι παρα ἀνδρὶ δυνά στη καὶ πονηρῶ. οὐκ εὐ θέως ἀπὸ τῆς ἀληθεί ας ἄρχεται· οὐ λέγει αὐ τῶ ὅ ἐστιν. ἀλλὰ προσ τίθησιν αὐτῶ ὄνομα ἀρετῆς· ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες· ἀνὴρ εἶ φησὶν ἀγαθός· διαβεβόηταί σου τὸ ὄνο μα· πάντες σου τάς εὐ πραγίας ἄδουσιν· καὶ πολλὰ τοιαῦτα συνάπτει· ἵνα καμφθῆ τῆ εὐφημία. καὶ φύγη τὴν πονηρίαν· ὅρα πῶς ἡ κακία νικᾶ ται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κα κὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τὸ ἐναν τίον αἱρεῖται. γενώμε θα οὖν ἐλαία κατάκαρ πος. καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες· φύλλα ἡμῶν. οἱ λόγοι· καρποὶ. ἡ πολιτεία· γε νέσθω σου καὶ ὁ λόγος σεμνὸς. καὶ ἡ πολιτεία ἔγκαρπος· παρα γὰρ τῶ εὐσεβεῖ. οὐ δὲ τὸ φύλλον ἀπόβλητον· τὸ γὰρ φύλλον αὐτοῦ οὐ κ ἀπορρυήσεται· καὶ πάν τα ὅσα ἂν ποιῆ, κατευ οδωθήσεται· ἀλλ’ ὢ τοῦ θαύματος· ἐνενόησα πῶς ἀδὰμ γυμνὸς ἐξῆλ θεν τοῦ παραδείσου. καὶ πῶς δαυῒδ δαδ κομᾶ ἐν τῶ οἴκω τοῦ θεοῦ θυ · ὁ μὲν γὰρ ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν· ὁ δὲ ἐνδυ σάμενος ἀρετὴν, βοᾶ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατά καρπος· οὐδὲν ἡμᾶς οὕ τως ἀποδύει. ὡς ἀκαρ πία· καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει. ὡς καρποφορία· ὁ ἀδὰμ ἐπλάσθη. δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ προειρημένα· ἐπείπερ ἡ τῶν ἀγαθῶν ἐπανά ληψις. βεβαιοῖ ταῖς ψυ χαῖς τὴν διδασκαλίαν· ὥσπερ γὰρ τὰ βαπτόμε να ἔρια. συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται ἵνα εἰς βάθος διαδῶ τὴν οἰκείαν ἐνέργειαν ἡ βα φὴ. οὕτω δεῖ τὰς ἡμετέ ρας ψυχὰς συνεχῶς τοῖς λόγοις τοῖς θείοις ἐμ βάλλεσθαι. ἵνα ἀποπλυ θῆ τὸ ἀρχαῖον εἶδος. ἐν δυσώμεθα δὲ τὸ νέον κάλλος· καὶ γὰρ ἐκεῖνα τὰ ἔρια ἐπὰν δέξηται τὴν βαφὴν. ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα. καὶ δέχεται τῆς γραφῆς τὴν προση γορίαν· καὶ οὐκέτι καλεῖς αὐ τὴν ἐραίαν, ἀλλὰ πορφύ ραν· ἢ κόκκινον ἢ πρά σινον· ἢ τί τοιοῦτον οἷον ἡ βαφὴ παρέσχε τῶ βα φέντι τὸ κάλλος· εἰ βαφὴ μεταβάλλει φύσεως ὄνο μα. πόσω μᾶλλον θεοῦ θυ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον ἄνον · ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς. εἶναι εἰκόνα χοϊκήν· μετα δὲ τὴν βαφὴν. εἰκόνα λαμπρὰν καὶ ἐπουράνιον ἐπουνιον · ἐπλάσθη ὁ ἀδὰμ ἀπὸ γῆς· χοῦν γὰρ ἔλαβεν ὁ θεὸς θς καὶ ἔπλασεν αὐτόν· ἀλλ οὐκ εἶδεν πῶς ἐπλά σθη ὁ ἀδὰμ, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐ τὸν μάρτυρα παρεῖναι τῶν γινομένων. ἵνα μὴ ἐπαίρηται κατα τοῦ θεοῦ θυ · εἰ γὰρ τοσαύτη ταπεινώσει περιβε βλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὸν κτίσαν τα. καὶ ἀθετεῖ τὸν πλάσαντα εἰ ἔλαβεν τὸ ὑπὲρ φύ σιν. τίς ἂν ἐχώρησεν αὐ τοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν. διατοῦ το ὁ θεὸς θς πλάσας τὸν ἄνθρωπον ἄνον καὶ δυνάμεις μεγάλας ἐ νέθηκε τῶ πλάσματι. καὶ ταπεινώσεις πολλὰς· ἵνα δια μὲν τῆς ἐγκειμέ νης δυνάμεως. ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται· διὰ δὲ τῆς ταπεινώσεως, τὸ φρόνημα τὸ ἀνθρώπινον ἀνινον καταστέλλεται· ἔδω κεν αὐτῶ γλῶτταν φθεγ γομένην. θεὸν θν ὑμνοῦσαν· τὰ θεῖα ἄιδουσαν· ἐρμη νεύουσαν τὰ κάλλη τῆς κτίσεως· διαλέγεται περὶ οὐρανοῦ οὐνου καὶ γῆς· μικρὸν σαρ κίον ἡ γλῶττα. οὐδὲ δύο δακτύλων ἔχουσα μέ τρον· καὶ τί λέγω δακτύ λων· οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν. φθέγγεται περι οὐρανοῦ οὐνου καὶ γῆς· καὶ ἵνα μὴ νομίση ὅτι μεγάλη τίς ἐστιν καὶ ὑπερ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται. πολλάκις καὶ φύματα καὶ τραύ ματα αὐτῆ περιπλέ κεται· ἵνα μάθη ὅτι θνη τὴ οὖσα. περι τῶν ἀ θανάτων λαλῆ· καὶ ὀφεί λει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύ ναμις. καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος· ἔ δωκεν αὐτῶ ὀφθαλμὸν. τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γάρ ἐ στι τὸ βλέπον τῆς κόρης. τὸ μεσότατον· καὶ ὅμως δια τῆς μικρᾶς ἐκείνης κέγχρου. καθορᾶ πᾶ σαν τὴν κτίσιν· καὶ ἵνα μὴ περιλαμβάνων τῆ ὄψει πᾶσαν τὴν κτίσιν ἐπαίρηται. πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι· καὶ δάκρυα. καὶ ὅσα θο λοῖ τὴν ὄψιν ἐπιγεννᾶ ται· ἵν’ ἀπὸ μὲν τῆς ἀσθενείας, ἑαυτὸν γνω ρίζηι· ἀπo δὲ τῆς δημιουρ γίας· τὸν τεχνίτην ἐκ θίζη· ἔδωκεν αὐτῶ καρδίαν λογιζομένην. ρίζαν ἐνθυμημάτων· λβ πηγὴν λογισμῶν· ἀλ λ ἐν αὐτοῖς τοῖς τύποις. ἐποίησε καὶ τὴν τῶν ἐν τέρων διάπλασιν· ἅ τινα καὶ κόπρον. καὶ πάσης ἀηδίας πληροῦται δι ὧν ὁ ἄνθρωπος ἀνος ἐσθίει. ἵνα ὅ τἂν ἐπαίρηται ἡ καρ δία. καταστέλλη αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαία προς παιδαγωγίαν· εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος ἀνος τολμᾶ θρασύνεσθαι· καὶ οὐχ απλῶς θρασύνεσθαι. ἀλλὰ καὶ κατα τοῦ θεοῦ θυ · ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καὶ ἔσομαι ὅμοι ος τῶ ὑψίστω· εἰ τοσαύ την κόπρον καὶ ἀηδίαν πε ριφέρων οὕτω λαλεῖ· εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθε νείας. τίς ἂν αὐτὸν ἤ νεγκεν ἐπαιρόμενον· διατοῦτο ἡσαΐας πρὸς τοὺς ὑπερηφάνους φη σὶ· τί ἀλαζονεύη γῆ καὶ σποδός· ἀλλὰ πάλιν εἰς τὸ προκεί μενον ἐπανέλθωμεν· ὁ θεὸς θς ἕκτισε τὸν ἄνθρωπον ἄνον ἀ πο χοός· ἀλλ’ οὐκ εἶδεν ὅ πως ἐγένετο· διατοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὁ θεὸς θς γὰρ ὡς ἔφθην εἰπὼν. οὐ προ γενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος ἵνα μὴ βλέπη τὴν δη μιουργίαν· πλὴν ἐπει δήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη· καὶ ὅτι αὐτὸν ὁ δη μιουργὸς ἀπο γῆς ἔπλα σεν. ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλή φθη· ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πει ραθεὶς. ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν· καὶ τὴν μέλλουσαν φιλαν θρωπίαν· ὅτε μὲν γὰρ ἐπλάσθη. οὐκ εἶδεν ὅτι ἀ πο γῆς ἐγένετο· πρόσε χε ἀκριβῶς· ὅτε ἐ πλάττετο ἀδὰμ. οὐκ εἶδεν ὅτι ἀπο γῆς ἀνέστη· ὅ τε μέντοι ἐγείρεται vide pl. 257. ἐν τῆ ἀναστάσει λϛ λγ ἐν τῆ ἀναστάσει. οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυ τὸν μὴ βλέπη ὁ νεκρὸς, ἀλλὰ τὸν προ αὐτοῦ ὁ ρᾶ· βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας. καὶ δι’ ὧν ὁρῶμεν παιδευ όμεθα· οὐκ εἶδες θρα σεῖς ἄνδρας καὶ ὑπερη φάνους. πῶς κατεσταλ μένοι εἰσὶν ἐν τοῖς θα νάτοις; ἀπαγγέλλεται θάνατος. καὶ πάντων ἡ καρδία πτήσσει· πάν των ὑποπίπτει· καὶ φιλο σοφοῦμεν περι τά μνή ματα. ὅτἂν ἴδωμεν τὰ ὀστέα. εὐθέως προς ἀλλήλους φιλοσοφοῦμεν· τί γινόμεθα· ἐξήλθω μεν τῶν τάφων. καὶ ἐπε λαθόμεθα τῆς ταπεινώ σεως· ἐν τῶ τάφωι πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πως φθέγγεται· ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· ὅρα τί γινόμεθα· καὶ ὅλως κἂν φθεγγώμεθα καὶ ἁρπά ζομέν καὶ βοῶμέν τι. καὶ μνη σικακοῦμεν. ἀλλ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ. ὡς μέλλων πάντη τηῖ κακίαι ἀποτάττεσθαι. καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ. ἔξω δὲ τοῖς ἔργοις θεο μαχεῖ· διατοῦτο ὁ θεὸς θς πανταχῆ πηγῆναι τὰ μνήματα παρεσκεύα σε. τὰ ὑπομιμνήσκον τα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις· πᾶσα κώμη. προ τῶν εἰσόδων τοὺς τάφους ἔχει· ἐπείγεταί τις εἰσελ θεῖν εἰς πόλιν βασιλεύου σαν. καὶ κομῶσαν πλούτω καὶ δυναστείαις καὶ τοῖς ἄλλοις ἀξιώμασιν· καὶ πρὶν ἴδη ὃ φαντάζεται. βλέπει πρῶτον ὃ γίνεται· τά φοι προ τῶν πόλεων· τά φοι προ τῶν ἀγρῶν· παν ταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται· καὶ παιδευό μεθα πρῶτον, εἰς τί κα ταλήγομεν· καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον. ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινω νίαν. τῆς φύσεως τὴν αὐτὴν παιδευόμεθα ταπείνωσιν· ἀνὴρ πολλάκις ἐπειδὰν γυναῖκα θέλη λαβεῖν. ὑπαγορεύ ει τῶ νομω· γράφει τὰ προικῶα· καὶ οὐδέπω συ νάφεια. καὶ θάνατος εὐθὺς ἀναγράφεται. οὐ δέπω τῆς συμβιώσεως ἀπέλαυσε καὶ τοῦ γάμου. καὶ τὸν θάνατον εὐθέ ως ὁρίζεται· οὐδέπω εἶ δεν τὴν γυναῖκα. καὶ θα νάτου ψήφους καθ’ εαυ τοῦ καὶ κατ’ ἐκείνης προ ϋποτίθεται καὶ γράφει τοι αῦτα· ἐὰν δὲ ἀποθά νη ὁ ἀνὴρ πρo τῆς γυναι κός. ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς. τὸ καὶ τὸ διατυ ποῦται· οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περι τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανά του τίθενται ψῆφοι, ἀλ λὰ καὶ κατα τῶν οὐδέπω γεγονότων· τί γάρ φησιν ἐὰν δὲ τὸ τεχθὲν παιδί ον ἀποθάνη· οὔπω ὁ καρ πὸς. καὶ ἡ ἀπόφασις ἔδρα μεν· εἶτα ἐν μὲν τοῖς γραμματίοις ἐπιγινώ σκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον ἄνον πάθη ἢ τὸ γύναιον ἀποθάνη ἐπιλανθάνεται ὧν ἔ γραψεν· καὶ ἕτερα τραγω δίας προφέρει ρήματα καὶ ταῦτα φησὶν ἔδει με παθεῖν; ταῦτα ἐγὼ προ σεδόκησα πάσχειν καὶ ἀποστερεῖσθαι τῆς συ ζυγίας; ἐπελάθου ὧν ἔγραψας; καὶ ὅτε ἔξω ἦς τῶν πραγμάτων. ἐπε γίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε πε ριέπεσες τοῖς πάθεσιν. ἐπελάθου τῶν νόμων τῆς φύσεως; ταῦτα οὖν λέγεται εἰς σωφρονι σμὸν ἁπάντων· εἰς τὸ πάντας πάντα φέρειν vide fol. 251. γενναίως γενναίως τὰ προσπί πτοντα· εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τοῦ θεοῦ θυ τὰ κρίματα· μὴ φιλοσόφει ἔξω τῶν πα θῶν. ἀλλ’ ὅτὰν ἐντὸς γένη τῶν παθῶν. τὴν μεγαλοψυχίαν ἐπίδειξαι· ὅτὰν λυπῆ. μνήσθητι τῶν λόγων δι’ ὧν παρα μυθῆ τὸν λυπούμενον· τίσι κεχρήμεθα λόγοις προς τοὺς λυπουμένους· οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; ἀνθρώπινα ἀνινα ταῦτα· τῶν συμφορῶν οὐ μόνος ὑπέστης οὐ μό νος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦ τα καὶ βασιλεῖς φέρουσιν· ἐζημιώθησαν πολλά κις ἄρχοντες. ζημιοῦν ται καὶ δυνάσται· ἐπίγνω θι σεαυτοῦ τὴν φύσιν· ἄνθρωπος ἀνος μετὰ πάντων τῶν κοινῶν τῆς φύ σεως ἀπολαύεις νόμων· ταῦτα φθέγγη. ὅτἂν ἄλ λον παρακαλῆς· εἰ γὰρ ἄλλων μὲν διδάσκα λος γενναῖος· σεαυτῶ δὲ οὔτε οἰκτρὸς μαθητής· μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῆ ἀκμῆ τῶν πα θῶν φιλοσοφεῖν· εἴ τις δύναται ἐφ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν. δίκαι ος εἶ κύριε κε καὶ εὐθεῖς αἱ κρί σεις σου· ζημιοῦται μὲν ὡς ἄνθρωπος ἀνος . στεφανοῦται δὲ ὡς φιλόθεος. ὁ βί ος ἀδελφοὶ· γέμει δυσκο λίας· καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον· καὶ εὐ σεβῆ καὶ ἀσεβῆ θλίβε σθαι· ἀλλὰ πολλὴ ἡ δια φορά· ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι· ἄλ λο ὡς ἀλλότριον μαστί ζεσθαι· τύπτεται καὶ οἰκέ της. τύπτεται καὶ υἱός υς , ἀλ λ’ ὁ μὲν, ὡς δοῦλος ἁ μαρτήσας· ὁ δὲ ὡς υἱὸς υς ἐπιστροφῆς δεόμε νος· οὐ ποιοῦσιν αἱ πλη γαὶ τὴν ὁμοτιμίαν· οὐ κ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβὴς. ὁμό τιμος γίνεται τοῦ ἀσεβοῦς ἀλλὰ λογίζεται τούτω ἡ παιδεία. εἰς θλίψιν καὶ δο κιμασίαν· τῶ δὲ ἀσε βεῖ. εἰς μάστιγας καὶ τιμω ρίαν· διατοῦτο αὐτὰς τὰς δυσκολίας εἰδὼς ὁ μακάριος δαβίδ δαδ · πε ρι μὲν τῶν δικαίων λέ γει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἀλλ ὅρα τὸ ἐπαγόμενον. καὶ ἐκ πα σῶν αὐτῶν ῥύσεται αὐ τοὺς ὁ κύριος κς · οὐδέπω εἶ πεν τὴν θλῖψιν καὶ ὑπέ δειξε τὴν ἴασιν· πε ρι δὲ τῶν ἐναντίων. πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις. ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος κς · ταῦτα δέ τις ἀ κούων. μὴ ἑαυτὸν ἀπογι νωσκέτω· μη δε λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτω λὸς μαστίζομαι ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστὶν ἡ παιδεία· ἁμαρ τολὸν γὰρ ἐκάλεσεν νῦν ἡ γραφὴ. τὸν πάντη τῆς εὐσεβείας· ἀλλότριον ἀλλ’ οὐ τὸν δίκαιον· τὸν θλιβόμενον· τὸν εὐσε βείας μὲν μετέχοντα. πράγμασι δὲ ἀνθρωπί νοις ὀλισθαίνοντα· ἐ πεὶ ὅτι ἁμαρτωλοὺς ἐ λεεῖ ὁ θεὸς θς . μεστὴ πᾶσα ἡ γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ θυ φιλανθρωπίας φιλανιας · φη σὶ γάρ· ζῶ ἐγὼ λέγει κύριος κς ὅτι οὐ βούλομαι τὸν θά νατον τοῦ ἁμαρτωλοῦ ὄμνυσιν ὁ θεὸς θς . οὐχ ὡς ἑαυτῶ ἀπιστῶν. ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος λεγέτω τοίνυν πᾶς ἄνθρωπος ἀνος ἐν θλίψει ἐξεταζόμενος δίκαιος εἶ κύριε κε καὶ εὐθεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναῖαν ἔδειξε ψυχὴν καὶ τὴν εὐσέβειαν οὐκ ἔ λυσεν· οἷος ἦν ὁ μακά ριος ἰὼβ. ὁ στρατηγήσας κατα πάντων τῶν παθῶν· ὁ πάντα νική σας τοῦ διαβόλου τὰ φό βητρα· ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας· ὁ τῆ στερρότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας· ὁ πάντων ὁ μοῦ στερηθεὶς. καὶ τὸν πάν των κύριον κν οὐκ ἀρνηθείς· ἀλλὰ τὰ ἐκείνου στρατη γήματα, ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν· μὴ τῆ παρα δρομῆ τῶν λόγων ὑβρίσω μεν τὰ γενναῖα παλαι σματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν· ἅπερ εἶπεν ὁ μέγας ἐκεῖνος καὶ γεν ναῖος ἀγωνιστής· ἐπειδὴ γὰρ σφραγίδα τοῖς εἰρημένοις ἐπιθεὶς οὑτωσί πως ἐπάγει· πάντων γὰρ γυ μνωθεὶς, ἑαυτὸν εὐσεβεί ας οὐκ ἐγύμνωσεν· ἀλλὰ φησιν· ὁ κύριος κς ἔδωκεν ὁ κύριος κς ἀφείλετο. ὡς τῶ κυρίω κω ἔδοξεν οὕτως καὶ ἐγένετο· καλὸν τὸ ἔδοξεν· πα ραχωρεῖ τὴν αὐθεντείαν. οὐ περιεργάζεται τὴν διοί κησιν· οὐκ εἶπεν ὡς ἡ μεῖς· δια τί νέοι ἀποθνήσκουσιν. καὶ γέροντες ἐφθοὶ μένουσιν· ποία διοίκη σις αὕτη· ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν. ἐνδεής χρημάτων καὶ πάσης παραμυθίας. καὶ οὐ τυγχάνει· καὶ παῖς ἐράσμιον ἔχων κάλλος· ποθεινὸς γονεῦσιν. ἀόρως ἁρπάζεται· μάθε μὴ τοι αῦτα ζητεῖν· μάθε λέ γειν. τὰ κρίματά σου ἄβυσ σος πολλή. μάθε λέγειν δίκαιος εἶ κύριε κε . καὶ εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν. ὡς τῶ κυρίω κω ἔδοξεν. οὕτως καὶ ἐγένετο· γνώριζε τὴν αὐθεντείαν. ἵνα γνω ρίσης τὴν ευσέβειαν· ἀλ λ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος πνς . εἴπωμέν τι καὶ τῶν δογμα τικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν· ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκὼς ὡς τῶ κυρίω ἔδοξεν. τὴν αὐθεντείαν ἔδειξεν, οὕ τως καὶ οἱ ἀπόστολοι τὴν δε σποτικὴν αὐθεντείαν τοῦ ἁγίου πνεύματος πνς ἐνδεικνύμενοι. φασίν· ἔδοξεν γὰρ τῶ ἁγίω πνεύματι πνι . μηδὲν ἐπιτί θεσθαι ὑμῖν. πλὴν τῶν ἐπάναγκες· ἔδοξεν τῶ πνεύματι πνι τῶ ἁγίω· εἰ ὑπόκειται· διατί αὐτῶ ἔδοξεν· εἰ ὑ πονόμον ἐστὶ τὸ πνεῦμα πνα καὶ δου λεύει. πῶς ἔδοξεν τῶ ὑ ποκειμένω· οὐχ ἃ τῶι βασιλεῖ δοκεῖ ταῦτα καὶ γί νεται; μὴ τὰ τοῖς ἀρχο μένοις παριστάμενα; ὡς τῶ κυρίω ἔδοξε φησὶν ὁ ἰώβ. ἔδοξε τῶ ἁγίω πνεύματι πνι φασὶν οἱ ἀπόστολοι· ὁμό τιμος ἡ λέξις τῆς αὐ θεντείας. ἐπειδὴ ἀμέ ριστος ἡ δόξα τῆς βα σιλείας· ἀλλ’ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρε τικῶν παρείσδυσιν· ἆρα γὰρ. ἐπειδὴ εἶπον φησὶν οἱ ἀπόστολοι. ἔδοξε τῶ ἁγίω πνεύματι πνι . ἐπήγαγον δὲ καὶ ἡμῖν· παρὰ τοῦτο αὐ θεντείαν ἔχουσι θεό τητος οἱ ἀπόστολοι; ταῦ τα μελετάσθω· ἵνα μὴ ἀ γυμνάστοις ψυχαῖς, ἐμ βάλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας. ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκε ραίων. αἱρετικὴν ἀσέ βειαν ἐκχέωσιν· τοι αῦτα γὰρ πολλάκις σε μνολογοῦσιν· μηδέν σε φησὶν ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφὸν καλεῖ. καὶ ὡς πο λέμιον ἀναιρεῖ· μὴ θαυ μάσης φησὶν εἰ περὶ τοῦ ἁγίου πνεύματος πνς εἶπον οἱ ἀπό στολοι· ἔδοξε τῶ ἁγίω πνεύματι ἀλλ ὅρα καὶ τὸ ἐπαγόμενον ἔδοξε τῶ ἁγίω πνεύματι πνι . καὶ ἡμῖν ἔδοξε τοῖς ἀποστόλοις ἆρα θεοὶ οἱ ἀπόστολοι; ἆρα θεοῦ θυ ἔχουσι τὴν αὐθεν τείαν; ὅταν ταῦτα λέ γη, ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρομεν τὰ γὰρ βέλη τοῦ δυνα τοῦ ἠκονημένα ἐν καρ δία τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμε να· τί οὖν ἔστιν πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι πνι ἐλαττοῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν. οὐκ οὖν τὸ συνῆφθαι μωϋσῆν τῶ θεῶ θω . ἐλατ τοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν· οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσης τὸ ἔδο ξε τῶ ἁγίω πνεύματι πνι διατο συνῆφθαι τοὺς ἀποστό λους. οὐκ ἄρα μεγάλην δυνήση λέγειν οὐδὲ τὴν εἰς θεὸν θν πίστιν. διατὸ συ νῆφθαι καὶ μωϋσὴν τῶ θεῶ θω · λέγει γὰρ ἡ γραφή. ἐπίστευσεν ὁ λαὸς εἰς τὸν θεὸν θν καὶ εἰς μω ϋσῆν· ἀλλὰ καὶ ἕτερον προσενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος πνς τὴν ἀξίαν συνημμένη ἡ δό ξα τῶν ἀποστόλων. ὑ βρίζει καὶ τὸν θεὸν θν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν σαμου ὴλ προκείμενος· γέγρα πται γάρ· καὶ ἐφοβή θη πᾶς ὁ λαὸς τὸν κύριον κν καὶ τὸν σαμουήλ· πά λιν καὶ τρίτον προσε νέγκωμεν βέλος κα τὰ τῆς ἀσεβείας· ἐ λαττοῖ τοῦ ἁγίου πνεύματος πνς τὴν ἀξίαν καὶ τὴν θεϊ κὴν αὐθεντείαν τῶ συνῆφθαι τῶ πνεύματι πνι τοὺς ἀποστόλους; ἐλαττοῖ τοῦ θεοῦ θυ τὴν ἀξίαν γεδεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία· ἐβό ησε γὰρ πᾶς ὁ λαὸς πο λεμῶν. τῶ κυρίω κω καὶ τῶ γε δεῶν· ὥσπερ οὖν συνῆ πται μωϋσῆς τῶ θεῶ θω . οὐχ ὡς ὁμότιμος θεοῦ θυ , ἀλλ’ ὡς ὑπη ρέτης· καὶ σαμουὴλ τῶ θεῶ θω . οὐχ ὡς ὁμότιμος θεοῦ θυ , ἀλ λ’ ὡς προφήτης· καὶ γεδε ὼν τῶ θεῶ θω . οὐχ ὡς ὁμό τιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως οἱ ἀπόστολοι τῶ πνεύματι πνι , ὡς κήρυκες τοῦ εὐαγγελίου· γνωριζέτω τοίνυν τὴν αὐθεντείαν. καὶ μὴ ὑβρι ζέτω τοῦ πνεύματος πνς τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τρι άδος τὴν ἔνθεον θεο λογίαν. πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος πνς · αὕτη ἐστὶν ἡ ἄκτι στος φύσις. ἡ ἀληθινὴ ἀξία. ἡ ἀμέριστος βασι λεία· ἡ ἄσχιστος τιμή· ἡ ἀδιαίρετος ἐλπίς· ἡ ἀ κατάληπτος δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πνς · ὧ ἡ δό ξα εἰς τοὺς αἰῶνας ἀμήν: -