Quomodo animam acceperit Adamus (Ms Aa)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἁρμόζεται. τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον, ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετα τῶν ἱερῶν τούτων πόνων, ἡ πανάρετος ἑβδομὰς, καὶ εἰς τέλος ἔδραμεν τὸ γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡ ἡμέρα καθὴν ὁ ἀδὰμ ἐπλάσθη· καθὴν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἠμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αυτῆ τῆ ἡμέρα καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτοὺς ὁ θεὸς θς , τῆδε τῆ ἡμέρα· πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατα τήνδε τὴν ἡμέραν· τί οὖν ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἰκουμένην· καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως διεποίκιλεν ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἀπετείχισεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν. τῶδε τῶ κόσμω περιέθηκεν, ὡς πολλάκις ἔφθην εἰπών· ἐδημιούργησεν καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ αὐτὸν οὐχ ὁμοίως τοῖς ἄλλοις· τα μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη. λόγω μόνω κελεύσας ἀπὸ γῆς πρὸς ἔφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διὰ πλάττεται· οὐχ ὅτι θεοῦ θυ χείρ ἐστιν καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τα μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπὶ τάττοντες ποιοῦμεν· τα δὲ ποθηνὰ, αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· διὰ τοῦτό φησὶν ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν· οὐ βόλον· οὐ παχυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αυτῶν τῶν προοιμίων, ἡ ἐλπὶς ἐπάγει τῆς ἀναστάσεως· ἐπεὶ δὴ γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι· καὶ τὸ εἰρημένον εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἐπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημιουργία ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεὶ χοῦς. καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τί ἔπλασεν ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν. τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περὶ ἐργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ επετράπης περὶεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ οφιλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεός θς , μετα τῶν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· δια τὶ; ἵνα ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπεὶ δὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τα κτήνη λυόμενα θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχὴν. ἐκεῖθεν αὐτῶν λεγει τὴν γένεσιν ὅπου πάλιν τὸ πᾶν ἤμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας, τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατα τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ το ῦ ύ τω τὴν ἐλπίδα τῆς ἀναστά σεως ὑπὸ γράφει· πλάττει τὸ σῶμα πρῶτον, καὶ πρῶτον ὁ ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρός, εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν, εἰς ὃ ἤμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προ τοῦ σῶματος· ἵνα μὴ γίνεται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία, ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδη του γινομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κυλία· καὶ τὸ πῶς πλάττει οὐδὲν βλέπειν συνεχώρησεν· σπειρόμεθα καὶ πλαττόμεθα, καὶ ἡ μὲν φύσις τὸν δρόμον ἀνύει· τὸν δε τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει· ὦ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κυλία· οἶκος ἐν οἴκω κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοί νυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν· ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς. καὶ ἐγένετο ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολ λοὶ ἐνόμησαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ μετεδώθη τῶ σώματι ἡ ψυχή· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν· ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν, ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται· οὐδὲ ἀλλοιοῦται. ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμι φησὶν καὶ οὐκ ἠλλοίωμαι· ἔπειτα ἀδελφοὶ οὐ μόνον εὑρίσκομεν δὶαμαρτανούσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σῆρ · μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μη δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν θεὸν θν τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπωλέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αυτοῦ ἡ ψυχὴ. ἑαυτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματός πνς ἐστιν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν λάβετε πνεῦμα πνα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμεν. θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμα ἐστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον· προ ἐλθὼν, οὐκ αυτὸ γέγονεν ψυ χῆ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα πνα ἅγιον τῆ θείαι δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὡς μέρος μὲν ὁ πατὴρ πηρ συνεβάλετο· μέρος δὲ ὁ υἱός· μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνο λέγω· ὅτι κἂν πατὴρ πηρ ποιήση, υἱοῦ τὸ ἔργον· καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς δημιουργήση, πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ τὸ πνεῦμα πνα τὸ ἅγιον μὴ κοινωνήσαν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν. πῶς ὑπὸ τῆς τριάδος ἀνα γεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπὶ γράφεται ἡ δημιουργία, πῶς ἐν ονόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινιζεται ἡ δημιουργία· ἀλλ’ ὅτε μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα παραλαμβάνεται τὸ πνεῦμα πνα ; οὐκ οὖν δημιουργον τὸ πνεῦμα πνα τὸ ἅγιον· κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μη θέλωσιν· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνινης διαλεγόμενος κατασκευῆς φησὶν· πάντα προς σὲ προσδοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον· δόντος σοι αὐτοῖς συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τα σύμπαντα πλησθήσονται χρηστότητος·ταύτην τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον; ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταρα χθήσονται· ἀντανε λῆς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπὶ στρέψωσιν· ἐξαποστε λεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκοῦν, κτίστης καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει. ἀντανελῆς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διὰ λέγεται. ἐξαποστελεῖς φησὶν τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς αὐτὴν ἀναβλέψαι τολμήσωσι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ, ἑτέρα μαρτυρία πάλιν ἀπαστράψει τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ πνεῦμα πνα · καὶ προσκυνητὸν δι οὗ καὶ οὐρανὸς οὐνος καὶ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται· καὶ οἰκουμένη σώζεται, ἔργον ἐστὶν τοῦ ἁγίου πνεύματος πνς · τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ὠδῖνα ξένην· καὶ λεγούσης πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησὶν πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς σημείωσαι σημαι ἐνόμισαν πνεῦμα πνα μὲν ἅγιον εἰρεῖσθαι αὐτὸ τὸ πνεῦμα πνα , δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεῖ δὲ εἰδέναι ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δυναμιν ὑψίστου· ὥσπερ ὁ υἱὸς δύναμις ὑψίστου καὶ ἔστιν καὶ λέγεται χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γ’ οὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἱερουσαλὴμ ϊλημ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξύψους· ἔπει τα δὲ ἀδελφοὶ ὁ ἄγγελος ϊωσὴφ διαλεγόμενός φησὶν· ἰωσὴφ υἱὸς δαυίδ δαδ · μη φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆ γενηθὲν οὐ γεννηθὲν, ἵνα μὴ νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι· οὐκ’ εἶπεν τὸ γὰρ ἐναυτῆ γενηθὲν ἐκ πνεύματός πνς ἐστιν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ’ ὅρα μη αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπὶ γράφων τὴν γηΐνην εἰκόνα. τὸ δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατα τὸν σὸν λόγον· ὅτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὑρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ οὐράνιον οὐνιον ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχήν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦ το μέλλον πλάττειν τὴν γυναῖκα ἐπὶ βάλλει τῶ ἀδάμ κοίμησιν ἵνα μὴ παρῆ μὴ δὲ περὶ ἐργάζεται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ αὐτὸν ἔκστασιν· τοῦτέστιν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται, δανείζεται· ἐξῶν ποιεῖ λαμβάνει· ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀντ αὐτῆς· πόθεν ἀντεπλήρωσεν; ἀπορεῖ ὁ λόγος· ἡ δὲ δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευράν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμῶν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεύρα διετάθη· πῶς εἰς ήπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχιματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχυης εἰπεῖν, ἐπιστόμησόν σου τὴν κα τὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς πλάττει δύο, ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλιν ἀπὸ τελέση διὰ τῆς συμαφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκεν τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς· ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον εἰς ἓν ἀποτελεῖ σῶμα· τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδομεῖται πλευρᾶ. καὶ οὐχ εὑρήσεις· πῶς τὸν μὲν ἔπλασεν. τὴν δὲ ὠκοδόμησεν· μὴ ταυτόν ἐστιν πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξ ἧς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καὶ εἰσὶν οἱ μεν γεννητοὶ, ὁ δὲ πλαστὸς· ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία· ταῦτά μοι εὐκαίρως εἰρε ῖ ί σθω· ἐπεὶ δὴ λέγουσιν οἱ αἱρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διὰφορὰν. τὸσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστιν καὶ ἀγέννητος· γενητὸς. καθ ὃ ἐγένετο· ἀγέννητος, καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ εγεννήθη· ἡ δὲ γυνὴ οὔτε ἐγένετο οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ εγεννήθη· ἡ γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἔπλασθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ’ καὶ τοῦς ἐξ ἧς ἀνθρώπους οὔτε ἐπλάσθησαν ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν νοημάτων· ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ οἰκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξον διὰφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς προσηγορίαις· καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστόν· εἰ τὰ ὀνόματα συνεχῶς περὶ στρέφεις, ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν. πόθεν δέ σοι τὸ γεννητὸν τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ἤν σοι ἀξιοπιστότερος ὁ θεὸς θς ; οὐκ ηδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ηδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλὰ εἰ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη καὶ ὁ περὶ εὐσεβείας ἀγὼν. ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβα λεν τῶ ἀδὰμ ὕπνον καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πλευρὰν θεραπεῦσαι. αντιτίθησι πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ τῆ λόγχη πα ρέδωκεν τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστὸν· ἐπεὶ δὴ γὰρ ὁ ἀδὰμ μετα τὸν ὕπνον ἀφηρήθη τὴν πλευρὰν· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρᾶ ἀφηρέθη, ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορὼς τὸ σ ῶ ώ ματι τὴν πλευρὰν διενοίγη, ἀλλὰ μετα τὴν κοίμησιν τοῦ σώματος ἔδωκεν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου ἐπέμενεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα κατα τὴν ἀνθρωπίνην κατάστασιν θεοῦ θυ γὰρ πάθος οὐχ ἅπτεται· θεὸν θν πάθος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἔστιν κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μη φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπὸ κτεῖναι; πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; ταῦτα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν ἐπὶ τελεῖ τὰς οἰκονομίας ἵνα δείξη τῆς ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ ὑποκύπτουσαν νόμω φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ τετέλεσται· πάτερ περ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά πνα μου φωνῆ τὴν φύσιν διέλυσεν· λόγω τὴν πῆξιν ἐφείρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατα τὸ ἀνθρώπινον ἀνινον σχῆμα, νεκρωθέντος αὐτοῦ μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες δια τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι· προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στον ὡμολόγησαν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔνοιξεν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ ὃ ἔστιν νεκροῦ ἀλλότριον· πότε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικόν, τότε ἡ πλευρᾶ πηγὴν ἤνοιξεν σωτηρίας σριας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν παρανομίαν· τότε λέγει ὁ ἑκα τόνταρχος ὁ παρεστηκὼς τῶ σταυρῶ στρω ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω καὶ ἀπὸ θανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν. οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑπὸ στάντος κατα τὸ σῶμα. τότε ἡ πλευρὰ ἐνύγει· καὶ γὰρ τότε μετα τὸν ὕπνον· καὶ νῦν μετα τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δε αἰρετικοὶ καὶ θαῦμα βλέποντες. κτίσμα λέγουσιν· διατὶ δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ; ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στρου , πάντα λυθῆναι τα κατα τοῦ ἀδὰμ· ἐπεὶ δὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου. φλογίνην ῥομφαίαν περὶέθηκεν τὴν κολύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαῖα ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον, ἕως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων οὐκ ίσταται· ΐστε δὲ ἀπὸ τῆς πεῖρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐὰν μὴ τινὶ συγκρούση οὐκ ίσταται τοῦ ἰδίου δρό ~μου· ἐπεὶ οὖν οὐδ εἳς ἠδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη. ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευραν. ἵνα διὰ τῆς αἰσθητὴς λόγχης ἡ νοητῆ ῥομφαία συγκρούσασα τῆ πλευρᾶ παύσηται λοιπὸν τῆς ἀπειλῆς καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀπὸ κλείση τοῦ παραδείσου, ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαῖαν διὰ τῆς πλευρᾶς· καὶ εὐθέως ἠνοίγη τοῦ παραδείσου ἡ θύρα· ἐπήγασεν ἀπὸ πλευρᾶς θεραπείαν τῶ πληγέντι δια πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου· καὶ ἐπὶ τέλη τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν. ἀλλ ϊλέησεν· ἐξέβαλεν. ἀλλ’ οὐκ ηφάνησεν· ἀπέστρεψεν. ἀλλ’ οὐκ εξέωσεν· ἀλλ’ οἶδα ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λεγομένων τὴν ἔννοιαν καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν· καὶ μυρίους παραδείσους ἀνα πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω ὅτι παράδεισον διὰ τὴν παραβασιν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ μεθ οὗ τῶ πατρὶ πρι συν αγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν