The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Am)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local002
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπος, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεται. τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνον ἔπαθλον. ἡ βασιλεία τῶν οὐρανῶν οὐνων · διήνυσται ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων. ἡ πανάρετος ἑβδομάς· καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡ ἡμέρα, καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ’ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆι τῆι ἡμέραι· καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη τοῦς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕκτη ἡμέρα, πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἀψώμεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς τὴν οἰκουμένην· καὶ διεκόσμησεν οὐρανόν οὐνόν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως διεποίκιλλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἀπεστείχισεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶι κόσμω παρέθηκεν· ὡς πολλάκις ἔφθην εἰπὼν. ἐδημιούργησε καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ, οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τακτήνη· λόγω μόνω κελεύσας, ἀπο γῆς προέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα· ἑρπετὰ καὶ θηρία· τὰ δούλα λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος. χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ χεῖρ ἐστι καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων. ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθινὰ. δι αυτῶν τῶν χειρῶν ἀναλαμβάνωμεν· δια τοῦτο φησὶν ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ β ώ ῶ λον· οὐ παχυτάτην γῆν· ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αυτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσαιως ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον· καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τάφοις χοῦν θεασάμενος ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αὐτῆ τη δημουργία ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς, καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μεταβάλλεται· ἔλαβεν χοῦν καὶ ἔπλάσεν· τὸ μὲν πόθεν ἔλαβεν· καὶ τί ἐπλασεν. ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν. οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν. τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ’ ἀπετράπεις περιεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ’ ὀφείλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεὸς θς · ὁμοῦ μετὰ τῶν σωμάτων, καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον. καὶ τότε τὴν ψυχὴν δημιουργησας ἐνέθηκεν· διατί· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλογα ζῶα καὶ τὰ κτήνη· λυόμενα θανάτω. συναφανίζει τῶ σώματι καὶ τὴν ψυχὴν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν. ὅπου πάλιν τὸ πὰν ἔμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν σῶμα, ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ το ἐγχωροῦν παραστήσω· ἐκπροοιμίων γὰρ καὶ τοῦτο τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνεργείαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασε σῶμα νεκρὸν εἰς ὁ ἔμελλε καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προ τοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆι δημιουγία, ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται. ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδη τῶν γινομένων· τοῦτο καὶ νῦν ποιεῖς ὁ θεὸς θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα καὶ πλαττόμεθα καὶ ἡ μὲν φύσις. τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεῖς καταλαμβάνει· ὤ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶι· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκωι κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ αισθάνεται· ποῖει τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς. καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὅτι τὸ ἐμφύ σημα. αὐτὸ ἦν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετ’ ἐδόθη τὸ σώματι ἡ ψυχή· ἔστη δὲ πολλῆς· οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· οὐκ’ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν ἐν ἄλλω δὲ ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία. οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμὶ φησὶ φη καὶ οὐκ’ ἠλλοίωμαι· ἔπειτα ἀδελφοὶ· οὐ μόνον εὑρίσκομεν διαμαρτανοῦσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ’ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ’ εὑρίσκομεν αὐτὰς, καὶ κρίση ὑποβαλλομένας· λέγει ὁ σωτήρ σηρ · μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. τὴν δε ψυχὴν μὴ δυναμένων ἀποκτείναι· φοβήθητε δε τὸν θεόν θν , τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ. ἑαυτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα. ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων ἀποπο καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προσελθὸν, οὐκ’ αὐτὸ γέγονε ψυχὴ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον, τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνεβάλλετο· μέρος δὲ ὁ υἱός υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνο λέγω· ὅτι κἂν πατὴρ πηρ ποιήση. υἱοῦ τὸ ἔργον· καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν ὁ υἱὸς υς δημιουργήση, πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεὶ ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν. πῶς τῶι ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ μυσταγωγία· πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν. οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα πνα · οὐκοῦν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μη θέλωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆι δημιουργικῆ δυνάμ η ει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρω πίνης διαλεγόμενος κατασκευῆς φησί φη · πάντα προς σὲ προσδοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σοι. αὐτοὶ συλλέξουσιν· ἀνοίξαν τος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χορηγίαν ἐν δείκνυται εἶτα τί τὸ ἐπαγόμενον· ἀποστρέ ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀν τανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξ ἀποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ οὖν, κτίστης καὶ δημιουργὸς. τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει. ἀντ’ ἀνελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται. ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου φησι φη κτισθήσονται· εἰ δὲ προς ταύτην ἀντιβλέψαι τολμήσουσι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ, ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει. τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγιον καὶ προσκυνητὸν· δι οὗ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται, ἔργόν ἐστι τοῦ ἁγίου πνεύματος πνς · τῆς γ’ οὖν παρθένου τῆς ἁγίας ἀπορού σης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὡδῖνα· καὶ λεγούσης πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω. ὁ ἄγγελός ἄγγε φησι φη προς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμισαν. πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι. αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέναι· ὅτι τὸ αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον. καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς υς δύναμις ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ἀποπο ὁ κύριος κς · μείνατε ἐν ἱερουσαλήμ ἱλημ , ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· καὶ προ τούτου ἀδελφοὶ ὁ ἄγγελος τῶι ἰωσὴφ διαλεγόμενος φησίν φη · ἰωσὴφ υἱὸς υς δαυίδ δαδ · μὴ φοβηθὴς παραλαβεῖν μαριὰμ τὴν γυναῖκα σου τὸ γὰρ ἐν αὐτῆι γεννηθὲν. οὐ γενηθὲν ἵνα μὴ νομήσης κτιστὴν τὴν θείαν καὶ ἄχραντον φύσιν. ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σῶμα του χριστοῦ χυ ἔδειξεν τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθής· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα, τῶι δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ έσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὐρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱός υς . κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ οὐράνιον οὐνιον · ἐνεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα· ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ’ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆι τῆς γυναικὸς δημιουργίαι· δι ατοῦτο μέλλων πλάττειν τὴν γυναῖκα· ἐπιβάλλει τῶι ἀδὰμ κοίμησιν ἵνα μὴ παρῆ μηδὲ περιεργάζη ται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλλεν ἐπαυτὸν ἔκ στασιν τοῦτέστιν ὕπνον. καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας. καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει· ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀντεπλήρωσεν. σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος· ἡ δὲ δύναμις οὐκ’ ἀπορεῖ· καὶ ὠκοδώμησεν τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν ὠκοδώμησεν· ὀστοῦν πλευρᾶς, πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἧπαρ μετ’ ἐρυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἐπετάσθη τὰ ὦτα· πῶς ἤνθησαν τρῖχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογεννοῦς συκο φαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκ στασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει μίαν τῶν πλευ ρῶν αὐτοῦ. καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς, πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλιν ἀποτελέση δια τῆς συναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔστεκε τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς, ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον . τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται, καὶ οὐχ’ εὑρήσεις· πῶς τὸν μὲν ἔπλασεν τὴν δὲ ὠκοδώμησεν· μὴ τ’ αὐτόν ἐστιν πλάττειν ἀπο γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλα σεν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπο γῆς· ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ· καὶ τοὺς ἐξ ἧς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καί εἰσιν οἱ μὲν γεννητοί· ὁ δὲ πλαστός· ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία; οὐδαμῶς· ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον. οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τοσαύτην ἔχει τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶι ἀδὰμ διαφορὰν προς τοὺς ἐξ αυτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς, καθὼς ἐγένετο· ἀγέννητος καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ εγενήθη· ἡ δὲ γυνὴ, οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη. καὶ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ. ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη. οὕτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀνους · οὕτε ἐπλάσθησαν οὕτε ὠκοδομήθησαν· ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια· ἄλλο γὰρ τὸ πλασθῆναι καὶ ἄλλο τὸ οἰκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι, δεῖξόν μοι οὐσίας διαφορὰν, τοῦ ἀδὰμ προς τὴν εὐᾶν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς προσηγορίαις· καὶ οὐ τέμνονται τῆι οὐσίαι· τί θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφοντα, ἐναλλάττει μὲν προς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ προς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τὴν προσηγορίαν; οὐκ ἦν σοῦ ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο, αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ’ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐνν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη· καὶ ὁ ὑπὲρ εὐσεβείας ἀγὼν. ἑτέρωι καιρῶ ταμειευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ ἀδὰμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως. γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῶι ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεύσαι, ἀντιτίθησι πλευρὰν, πλευρᾶ· καὶ ἐν τῶι σταυρῶ στρω τῆι λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγασε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρια · ἐξ ἦλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ περὶ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρὰν· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη. ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορὼς τῶι σώματι τὴν πλευρὰν διενύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος· ἔδωκεν τὴν πλευρὰν τῶι στρατιώτηι· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὑπέμεινεν ἐν τὰ ἄλλα. ἔτι ἐν σαρκὶ ὦν καὶ φαινόμενος· καὶ ταῦτα, κατὰ τὴν ἀνθρωπίνην ἀνινην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ’ ἅπτεται· θεὸν θν , πάθος οὐχ’ ὑβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτείναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοῦ σώματος· ψυχὴ. οὐκ’ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; ὑπὸ μείνας κατὰ τὴν ἀνθρωπίνην ἀνινην ουσίαν τὰ πάθη. ἐπ’ ἐτέλει τὰ τῆς οἰκονομίας· ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν· καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως. ὡς φησὶν φη ἐπὶ τοῦ σταυροῦ στρου · τετέλεσται· πάτερ περ εἰς χεῖρας σου παρατίθημι τὸ πνεῦμά πνά μου· φωνῆι τὴν φύσιν διέλυσε· καὶ λόγωι. τὴν πῆξιν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ὅτε οὖν παρέδω κε τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον δια τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τὸ ψηλῶι ῥήματι τὴν ψυχὴν παραδιδώναι, προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν. ἀληθῶς τῶ σώματι. ζῶντα δὲ τῆι ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρον ὡμολόγουν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχηι τὴν πλευρὰν αὐτοῦ ἔνυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ· ὅ ἐστιν νεκροῦ. ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικὸν, τότε πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας σρίας · διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἐκατόνταρχος ἐκατόνταρχ ὁ παρεστηκῶς τῶι σταυρῶι στρῶι · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶι ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν. οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον. καὶ νῦν μετὰ τὴν κοίμησιν· οἱ στρατιῶται αἷμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διατί δέ τῆι λόγχη ὑπήντησεν ἡ πλευρά; ἔδει ἐν τῶι σχήματι τοῦ σταυροῦ στρου πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδάμ· ἐπειδή γαρ ἐκβαλῶν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου τὴν φλογίνην ῥομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ρομφαία ἦν στρεφομένη· πὰν δὲ τὸ στρεφόμενον ἕως ἂν κρούση τινὶ τῶν ἀντιπιπτόντων οὐχ ἴσταται· ἴστε δὲ ἀπὸ τῆς πεῖρας ἀδελφοὶ το λεγόμενον· πᾶν τὸ στρεφόμενον· ἐὰν μή τινι συγκρούση. οὐχ’ ἴσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδ εἶς ἠδύνατο ἀντιστῆναι τῆι ῥομφαία τῆι πυρίνη· ἐν τῆι οἰκονομία τοῦ σταυροῦ στρου . τῶι σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν· ἵνα δια τῆς αἰσθητῆς λόγχης, ἡ νοητὴ ῥομφαία συγκρούσα τῆι πλευρᾶι. παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μηκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπο πλευρᾶς ἡ θεραπεία, τῶι πληγέντι διὰ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου. καὶ ἐπι τέλει αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν. ἀλλ’ ἠλέησεν· ἐξέβαλεν. ἀλλ’ οὐκ ἠφάνισεν· ἀπέστρεψεν. ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἶδα ὅτι ὁ καιρὸς τῆ λειτουργίαι παραχωρεῖ πάντα γὰρ δυνατὰ τῶι θεῶι θωι · ὥστε καὶ ημῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν. καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παρἱστᾶν, τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶι ἀφορμὴν. καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν οὖν τῶι θεῶι θωι · ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν, καὶ μυρίους παραδείσους ἀνα πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶι θεῶι θωι , ὅτι παράδεισον δια τὴν παράβασιν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ οὗ τῶι πατρὶ πρι δόξα συν αγίωι πνεύματι πνι , εἰς τοὺς αἰώνας τῶν αἰώνων· ἀμήν·:–