The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Ca)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local003
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοῖ τῆς ὑπομονῆς οἱ καρποί· κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων ὁ καρπὸς αεὐκλεής· πόνοι γεννῶ βσιν ἀρετάς· πόνοις ἁρμώζεται τὸ τῆς νηστεί γας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμ δπρὸν τοῦ μαρτυρίου διήγημα· πόνων ἔπαθλον ἡ βασιλεῖα τῶν οὐρανῶν· διήνοικται τοῖνυν ἡμῖν μετὰ τῶν ἱερῶν τοῦτων πόνων ἡ πανέορτος αὔτη ἑβδομὰς, καὶ εἰς τέλος ἔφθασεν τὸ πρῶτον γυμνάσιον· σήμερον δέ ἐστιν ἀδελφοὶ ἡ ἡμέρα, καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονε· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αυτῆ τῆ ἡμέρα καθʹ ἢν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν ὁ θεὸς θς αὐτὸν τῆδε τῆ ἡμέρα· ἀναπλάττει αὐτὸν πάλιν ὁ τοῦ θεοῦ θυ λόγος· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἀψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἱκουμένην καὶ δι ἐκόσμισεν οὐρανὸν οὐνὸν ἡλίω σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν δὲ ὁμοίως ποικίλας τοῖς ἄνθεσι· ποταμοὺς καὶ πηγὰς δι ἐζωσμένην· θάλασσαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶ κόσμω περιέθηκεν· καὶ ὡς πολλάκις ἔφην, ἐδημιούργησεν καὶ ἔπλασεν τὸν τοῦ κόσμου τούτου δεσπότην· πλάττει δὲ αὐτὸν, οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μεν γὰρ τετράποδα καὶ τὰ θηρία πάντα, λόγω μόνω κελεύσας ἐξέφερεν ἀπὸ γῆς· τὰ μὲν δοῦλα, ῥῆματι μόνω παρήχθη· τὸ δὲ πλάσμα, τῆς θείας εἰκόνος χειρὶ διὰπλάττεται· οὐχ’ ὅτι ἐπι θεοῦ θυ ἐστιν χεὶρ καὶ μέλος τὸ τοιοῦτον· ἀλλὰ βουληθεῖς τὸ τίμιον παρὰ στῆσαι τοῦ πλαττομένου, εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ οὖν οἰκτρᾶ τῶν ἔργων, ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθινᾶ, δι αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· διὰ τοῦτο φησὶν φὴ ἡ γραφὴ· καὶ ἔλαβεν χοῦν ἀπὸ τῆς γῆς· οὑ βόλον ἔλαβεν· οὑ παχυτάτην γῆν· ἀλλὰ, λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αυτῶν τῶν προοἱμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι. κατὰ τὸ εἰρημένον εἰς χοῦν θα νάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημιουργία ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν φὴ · ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς· καὶ ὦδε χούς· ἐκεῖ τῆ δυνάμει τοῦ τε χνήτου μετ ἐποιήθη, καὶ οὕτως τῆ σοφία τοῦ δημιουργοῦ κατεβάλλετο· ἔλαβεν καὶ διέπλασεν· τὸ μεν πόθεν ἔλαβεν καὶ τίς ἔλαβεν ἔμαθες· τὸ δὲ πῶς μετ’ ἐποίησεν οὑ παρέλαβες· τὸν μὲν λόγον ἔδειξεν. τὸν δὲ τρόπον ἔκρυψεν· ἵνα μάθης, μη περὶ ἐργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν περὶ ἐργάζεσθαι οὐκ’ ὀφείλεις, πολλῶ μᾶλλον τὴν αὐτοῦ ἐρευνᾶν ἀπρόσιτον οὐσίαν· ἐπεὶ οὖν τὰ τετράποδα ποιῶν ὁ θεὸς θς , μετὰ τῶν σωμάτων αὐτῶν καὶ τὰ ψυχὰς ἐπήγαγεν· τὸν δέ ἄνθρωπον ἄνον πλάττων, κατὰ σκευάζει τὸ τοῦ σώματος ὄργανον· εἶθ’ οὕτως, τὴν ψυχὴν δημιουργήσας ἐνέθηκεν· διὰ τὶ, ἵνα καὶ ἐπι τοῦτο δείξει τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα τῶν ζῶων λυόμενα θανάτω, καὶ τὴν ψυχὴν συναφανίζει καὶ σῶματι· ἐκεῖθεν γὰρ αὐτῶν λέγει τὴν γένησιν, ὅπου αὖθις ἐμελλε τὸ πᾶν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας, τὸ μὲν σῶμα παρὰ τῆς γῆς λαμβάνει. τὴν δὲ ψυχὴν ἐμφυσᾶ· πλὴν, μικρὸν ἀνάμεινον· ἴνα σοι τὸν λόγον τοῦ ἐμφυσίματος κατὰ τὸ ἐγχωροῦν παραστῆσω· ἐκ προ οἱμίων γὰρ καὶ τοῦτο, τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον. τὴν νεκρὰν εἰκόνα· πρῶτον γὰρ ἔλαβεν ὁ ἄνθρωπος ἄνος εἰκόνα νεκρὰν, καὶ τότε ζῶσαν· καὶ ζῶντα χαρακτῆρα καὶ ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· ἐδείχθη νεκρὸς· εἶτα ζῶν· πρῶτον γὰρ ἔπλασεν σῶμα νεκρόν· εἰς ὃ ἔμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκεν ζῶντα τὸν χαρακτῆρα· καὶ οὑ ποιεῖ πρῶτον τὴν ψυχὴν τοῦ σώματος, ἴνα μη γένηται αὐτόπτης τῶν γινομένων· οὑ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία, καὶ ἴνα μη καυχήσεται ὡς συνεργὸς τοῦ θεοῦ· καὶ οὑ μόνον, ἵνα μη καυχήσηται, ἀλλ’ ἴνα μηδε τὸν τρόπον ἴδη τοῦ γινομένου· τοῦτο τοῖνυν ποιεῖ ὁ θεός θς μέχρι τοῦ νῦν· καὶ γὰρ ἔκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει; οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα οὖν καὶ πλαττόμεθα· καὶ ἡ μεν φύσις τὸν δρόμον ἀνύει· τὸν δε τρόπον τῆς πλάσεως, οὑδεὶς καταλαμβάνει· ὦ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ἀνθρώπω ἀνω · πλάττεται βρέφος ἐν κοιλία· καὶ ὁ ἔξωθεν οἶκος οὐκ’ αἰσθάνεται· ποιεῖ τοῖνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτά φησίν· ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτοῦ ἦν ἡ ψυχὴ· καὶ ὅτι τὸ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶ ἀνθρώπω ἀνω ἡ ψυχῆ· ἔστιν δὲ οὑ πολλῆς ἀνοίας μόνον, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γαρ ἐκ τῆς οὑσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ, ἐχρὴν ἂν αὐτὴν εἰς πάντα ἴσην εἶναι· εἰ ἐκ τοῦ θεοῦ θυ ἡ ψυχῆ ἦν λέγω δὴ ἐκ τῆς οὑσίας αὐτοῦ, οὐκ ἐξὴν ἐν τοῦ μὲν εἶναι σοφὴν. ἐν άλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν ψυχὴν δικαίαν. ἐν άλλω δὲ ψυχὴν ἄδικον· ἡ γαρ τοῦ θεοῦ θυ οὑσία, οὑ μερίζεται· οὑδε ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμι φησὶ καὶ οὐκ’ ἠλλοί ωμαι· ἐν ταῦθα δὲ ἀγαπητοῖ, οὑ μόνον εὐρίσκομεν διαμαρτανούσας ψυχὰς ἐκ τούτου ἐλεγχομέ νους νας · ὡς οὐκ’ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὐρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομέ νας· λέγει γὰρ ὁ σωτήρ σηρ · μη φοβησθῆτε ἀπὸ τῶν ἀ ποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μη δυνα μένων ἀπὸ κτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ τὸ σῶ μα καὶ τὴν ψυχὴν ἀπο λέσαι ἐν γεέννη· εἰ ἐξ αυ τοῦ ἡ ψυχὴ, ἑαυτὸν κρινεῖ ὁ θεός θς ; τί οὖν βούλεται τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὤσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν λάβετε πνεῦμα πνα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον· ἀνθρωπίνως μὲν ἀκουόμενον· θεοπρεπῶς δὲ νοούμενον, τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνητόν· ἐλέχθη κατὰ πνεῦμα πνα το μα μακα ἀνθρώπων ανων τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον τὸ προ ἐλθῶν, οὐχ’ αὐτὸ γέγονε ψυχῆ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐχ’ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον, καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα πνα ἅγιον, τῆ δυνάμει τῆ θεῖα δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν συνεβάλετο ὁ πατήρ πηρ · μέρος δὲ ὁ υἱός· μέρος δὲ τὸ πνεῦμα πνα · ἀλλ’ ἐκείνω λέγω· ὅτι κ’ ἂν πατὴρ πηρ ποιήσει, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κ’ ἂν ὁ υἱὸς δημιουργήσει, πατρὸς πρς ἡ δημιουργεία· εἰ δή τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ἐκ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐκτίσθημεν, πῶς ἡ δημιουργία· πῶς ἐν ονόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινιζόμεθα· ἀλλ’ ὄτε μὲν ἐκτίσθημεν, οὐχρεῖα γέγονε τοῦ πατρός πρς · ὅτε δὲ ἀνακαινιζόμεθα, παραλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ’ οὖν, δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· κ’ ἂν θέλουσιν οἱ ἐχθροὶ κἂν μῆ· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικὴ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης διὰ λεγόμενος κατὰ σκευῆς φησί φή · πάντα πρὸς σὲ προσδο κοῦσιν δοῦναι τὴν τρο φὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοὶ συλ λέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ παντα πλησθήσονται χρηστότητος· ταῦτα ἁπόδειξις ὅτι ἐνεργεῖα τοῦ ἁγίου πνεύματος πνς τὸ θεοφόρον καὶ προσκυνητὸν σῶμα τοῦ χριστοῦ χυ γέγονεν:–τὴν ἄφθονον τοῦ θεοῦ θυ χορηγίαν ἐνδείκνυται· εἶτα τί τὸ ἐπαγώμενον· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθή σονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλεί ψωσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ’ οὖν, ἄκτιστον καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ ἄθρει ἀκρίβειαν ῥημάτων· ὅτε μεν περὶ τῆς ἡμετέρας ψυχῆς, ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλεί ψωσιν· οὑτο σὸν πνεῦμα πνα · ἀλλὰ τὸ αὐτῶν· καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς τοῦ ἁγίου διὰ λέ γεται λέγει· ἐξαποστε λεῖς τὸ πνεῦμά πνα σου καὶ κτι σθήσονται· εἰ δε πρὸς ταύτην τολμῶσιν ἀντιβλέψαι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ, ἑτέρα πάλιν μαρτυρία πιστῶσει, τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττοντι· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ σῶμα τὸ πανάγιον καὶ προσκυνητὸν, διοῦ καὶ οὑρανὸς καὶ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἱκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γοὖν ἁγίας παρθένου ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδίνα· καὶ λεγούσης πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὑ γινώσκω, ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμις ὑψίστου ἐ πισκιάσει σοι· τινὲς ἐνό μισαν, πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεῖ δὲ εἰδέναι, ὅτι· τὸ αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ χριστὸς χς δύναμις ὑψίστου καλεῖται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις· οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνα τε εἰς ἱεροσόλυμα ἕως ἂν ἐνδύσησθε ἐξ ύψους δύναμιν· ἔπειτα ὁ ἄγ γελος τῶ ἱωσὴφ διὰ λεγόμενος φησί· ἰωσὴφ υἱὸς υς δαυίδ δαδ · μὴ φοβηθῆς παρὰ λαβεῖν μαριὰμ τὴν γυναίκα σου· τὸ γὰρ ἐν αυτὴ γενηθὲν, ἐκ πνεύματος πνς ἐστιν ἁγίου· ἴνα μὴ νομίσης τὴν θεῖαν καὶ ἄχραντον φύσιν χραίνεσθαι, οὐκ εἶπεν τὸ γὰρ ἐν αὐτὴ γεννηθὲν· ἀλλὰ τὸ ἐν αυτὴ γενηθὲν ἐκ πνεύματος πνς ἐστιν ἁγίου· ἐπεὶ οὖν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τῶ δε πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον· ὅτ’ ἂν ὁ ἀδὰμ ἐκτίσθη· κοινωνίαν οὐκ έσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὐρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ ὁ υἱὸς κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δε πνεῦμα πνα , τὸν οὐράνιον οὐνιον ἄνθρωπον ἄνον · ἐνε φύσεισε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὄτε ἐπλάσθη· ὄτε ἐδημιουργήθη· ὄτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα· ἡ γυνὴ, οὑδέπω πέπλασται· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὤσπερ οὐκ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτω οὑδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ δημιουργία τῆς γυναικός· διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει τῶ ἀδὰμ κοίμησιν ἴνα μὴ παρεἶ· μηδὲ περιεργάζεται θεοῦ θυ δημιουργίαν· ἐπέβαλεν ἐπ αὐτὸν ἔκστασιν· τοῦτέστιν ὔ πνον καὶ ὔπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευ ρῶν· ὁ δήσας καὶ ἔλυσεν· ἐξῶν ἐργάζεται δανίζεται· ἐξῶν ποιεῖ λαμ βάνει· ἔλαβεν μίαν τῶν πλευρῶν καὶ ἔπλασεν σάρκα ἀντ’ αὐτῆς· πό θεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος. ἀλλ’ ἡ δύναμις οὑκ απορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἢν ἔλαβεν εἰς γυναῖκα· πῶς αὖθιςὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὁφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας δι ἐπλάσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων κοιλίαν μετ ἐσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνίθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἤνθισαν τρίχες· πῶς διεφύησαν ὄνυχες· πῶς διὰ χεῖται τὸ αἶμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μὴ ἰσχύσης εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαν τίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασιν καὶ ὔπνωσεν· καὶ λαμβάνει πλευρᾶν καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς πλάττει δύο· ἴνα ἀπὸ τῶν δύο πάλιν, τὸν ἔνα ἀπὸ τελέση διὰ τῆς συναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκεν τὴν γυναῖκα· καὶ ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἐξ ἀνδρὸς καὶ γυναικὸς τικτόμενον, εἰς ἓνα ἀποτελεῖται σῶμα· ἡ πλευρᾶ οἱκοδομήται· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον τὸ δὲ νόημα θεῖον· ἐρμήνευσον πῶς οἰκοδομεῖται πλευρᾶ καὶ οὐχ’ εὐρήσεις· ὠκοδόμησεν τὴν πλευρᾶν· τὸ μὲν, ἔπλασεν· κατὰ ἀνομοίων· καὶ τῶν ἀρνουμένων τὴν ἄρρητον καὶ προαιώνων γέννησιντὸ δὲ ὠκοδόμησεν· μὴ ταῦτόν εστιν πλάττειν ἀπὸ γῆς καὶ οἱκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατὰ σκευάζει τὸν ἄβελ καὶ κάϊν καὶ τοὺς ἐξῆς ἄπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καί οἱ μὲν γεννητοῖ· οἱ δὲ πλαστοὶ· ἡ δὲ οἱκοδομητῆ· τὰ ὁνόματα οὐχ’ ἴσα· ἐμε ρίσθη ἡ οὐσία; ταῦτά μοι εὐκαίρως εἴρηται· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοὶ, ὅτι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν οὐχ’ ὅμοια· ἀλλ’ ὄσην διαφορὰν ἔχει τὰ ὀνόματα, τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν διαφορὰν τῶ ἀδὰμ πρὸς τοὺς ἐξαυτοῦ· ὁ γαρ ἀδὰμ καὶ γεννητός ἐστιν καὶ ἀγέννητος· καθ ὃ ἐγένετο γενητός· καθ ὃ δὲ οὑκ εγεννήθη, ἐγένετο καὶ ἐπλάσθη· ἀλλ’ οὐκ εγεννήθη ἡ γυνὴ οὑ δὲ ἐπλάσθη· ἐπανά λαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη οὑκ εγεννήθη· ἡ γυνὴ οἱκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὖτε ἐκ κοιλίας ἐγεννήθη· οἱ δε περὶ κάϊν καὶ ἄβελ καὶ οἱ ἐξῆς ἄνθρωποι ἄνοι , οὗτε ἐπλάσθησαν οὗτε οἱκοδομήθησαν· ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει τῶν ὀνομάτων ἡ ἔ υ ν νοια· ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ οἱκοδομηθῆναι· δεῖξόν μοι διαφορὰν οὑσίας τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξαυτῶν· εἰ δε τέμνονται ταῖς προσηγορίαις καὶ οὑ τέμνονται τῆ οὑσία, τί θαυμαστὸν εἰ τὰ ὀνόματα συνετῶς περὶ στρέφεις· ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δὲ σὺ τὸ γεννητὸν πατρὸς πρς καὶ υἱοῦ προσηγορίαν ἠρμήσω· σοφότερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς ; οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεὸς θς ; οὐκ ἦν δυνατὸς καὶ σοφὸς τοῦτο πρὸ τὴν σὴν ἔπινοίαν εὐρεῖν; οὐκ ηδύνατο εἰπεῖν βαπτίζετε αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γενητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἰρετικοὺς μάχη καὶ ὁ ἀγὼν ὑπὲρ εὐσεβείας, ἑτέρω καιρῶ ταμειευέσθω· οὗδ’ ἐχάριν τῶν εἰρημένων ἐμνήσθημεν, εἰς τὸ προκείμενον πάλιν μεταβησώμεθα· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὔπνον, καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρὰς ταύτης προσέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· ἡ γυνὴ γὰρ εἰσήγαγεν θάνατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πλη γὴν θεραπεῦσαι, ἀντιτίθησιν πλευρὰν τῆ πλευρᾶ· ἐν τῶ σταυρῶ στρῶ γὰρ παρέδωκεν τῆ λόγχη τὴν πλευρὰν· ἵνα ὄθεν ἐπήγαγεν τραῦμα, ἐκεῖθεν ἀνθήσει σωτηρία σρια · ἐξῆλθεν δὲ ἐκ τῆς πλευρὰς τοῦ σωτῆρος σρς αἷμα καὶ ὔδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν; ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὑ γὰρ ἐγρηγορότος αὐτοῦ τουτὶ εἴργαστο· διὸ καὶ ὁ σωτὴρ σηρ , οὑκ ἐγρηγοροῦντι τῶ σώματι τὴν πλευρὰν δι ἡνύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτι· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ τὴν ἔνθεον οἱκονομίαν ἐπὶ τοῦ σταυροῦ στροῦ ἐπλήρου· ὑπέμεινεν δὲ τἄλλα ἐν σαρκὶ ὣν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίαν κατάστασιν· θεὸν θν γὰρ πάθος οὐχ άπτεται· θεὸν θν οὐχ ὑβρίζει πάθος· θεὸν θν πάθος οὐ μειοί· εἰ μήπο καὶ τῶν ἡμετέρων ψυχῶν ἐστιν κατότερος· εἰ γαρ ταῖς ἡμετέραις ψυχαῖς αὐτὸς ἐπαγγέλλε ται λέγων. μη φοβη θῆτε ἀπὸ τῶν ἀπο κτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μη δυνα μένων ἀποκτεῖναι, πῶς αὐτὸς μετέχει τῶν παθῶν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν, ἐπιτελεῖ τῆ οἱκονομία· ἴνα δείξει τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὐχ’ ὑποκύπτουσαν νόμω φύσεως· πάτερ· εἰς χεῖράς σου πα ρὰ τίθημι τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φύσιν διέ λυσεν· αὐτὸς γὰρ ἦν ὁ λέγων ἐξουσίαν ἔχω θῆ ναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐ τήν πάλιν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα· νεκροθέντος αὐτοῦ μᾶλλον δὲ νεκρόσαντος τὸν θάνατον διὰ τῆς νεκρόσεως· οἱ οὖν στρατιῶται ἀπιστήσαντες ὅτι ὑπερβαῖνει φύσιν ἄνθρωπον ἀνον τὸ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδῶναι, προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον ἀληθῶς νεκρὸν μὲν τῶ σώματι· ζῶντα δὲ τὴν ἐνέργειαν· καὶ ὂν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρον ὀμολογοῦσιν υἱὸν θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιῶτης λόγχη τὴν πλευρὰν ἔκρουσεν, ἐξῆλθεν αἶμα καὶ ὔδωρ· ὃπερ ἔστιν νεκρῶν ἀλλότριον· οὑδέποτε γὰρ ἀπὸ νεκροῦ αἶμα πηγάζει· ὅτε δὲ ἐπήγασεν αἷμα τὸ μυστικὸν, τότε ἡ πλευρᾶ πηγὴν ἤνοιξεν σωτηρίας σριας · διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκῶς· ἀληθῶς, θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω· καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὁ θεὸς θς ὔπνον ἐνέβαλεν καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτω τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑπὸ στάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρᾶ ἠνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὔπνον· καὶ νῦν μετὰ κοίμησιν οἱ στρατιῶται τὸ αἷμα εἰδόντες, υἱὸν υν τοῦ θεοῦ θυ ἀνεκήρυξαν· οἱ δε αἱρετικοὶ θαύματα βλέποντες, κτίσμα αὐτὸν λέγουσιν· διὰ τὶ δὲ ἀγαπητοὶ τῆ λόγχη ἡ πλευρὰ ὑπήντησεν· ἔδει ἐν τῶ σχῆματι τοῦ σταυροῦ στρου , πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδ ὰ ά μ· ἐπειδὴ γὰρ ὁ θεὸς θς · ἐκβαλῶν τὸν ἀδὰμ ἐκ τοῦ παραδείσου· φλογίνην ῥομφαίαν περὶ έθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δε ῥομφαῖα ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον, ἕως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων οὐκ ίσταται· ἶστε ἀπὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον· ὅτι πᾶν στρεφόμενον ἐὰν μή τινι συγκροῦση, οὐχ ίσταται τοῦ ἱδίου δρόμου· ἐπεὶ οὐδεὶς ἠδύνατο ἀντιστῆναι τῆ ῥομφαία ταύτη τῆ πυρίνη· ἐν δε τῆ οἱκονομία τοῦ σταυροῦ στρου , τῶ σχῆματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευρᾶν· ἴνα διὰ τῆς αἰσθητῆς λόγχης, ἡ νοητῆ ῥομφαία συγκρούσα τῆ πλευρᾶ, παύσηται λοιπὸν τῆς ἀπειλῆς· μηκέτι δὲ τοῖς λοιποῖς τὴν εἴσοδον ἀποκλείσει τοῦ παραδείσου· ἐ δέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὸ πρῶτον τοῦ παραδείσου· καὶ στρέψαν τα πάλιν εἰσήγαγεν εἰς βασιλεῖαν· ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν ἀλλ’ οὐκ ηφάνισεν· ἐπέστρεψεν ὄνπερ ἔξωσεν· ἀλλ’ οῖδ ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοὺς ἀκροατὰς εἰς μέρους παριστάντας παντὸς λόγου δύναμιν· δίδου γὰρ ἀφορμὴν τῶι σοφῶι καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω ὅτι παράδεισον ἔνα ἀπολέσα μεν, καὶ μυρίους παραδείσους ἄπασαν τὴν οἱκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω ὄτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλεῖαν οὐρανῶν οὐνῶν ἀνεκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ οὗ τῶ πατρὶ πρι δόξα· σὺν τῶ παναγίω καὶ ζωοποιῶ πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: