The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Ea)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local004
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ϋπομονῆς οἱ πόνοι· καὶ κάληστος ὀ καρπὸς ὀ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής· πόνοι γενῶσιν ἀρετὰς πόνοις ἀρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται· τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνον ἔπαθλον, ἠ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυναι τοίν ἠμῖν μετὰ τῶν ἰερῶν τούτων πόνων ἡ πανἄρετος εὐδομὰς καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον· ϗ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ έστιν ἠ ημέρα· καθ’ ἢν ὁ ἀδμ επλάσθη καθην κατ εικόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἠμιν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ϋπήκουσεν, ἀναγκαίον σήμερον ἐν αυτῆ τῆ ἠμέρα καθ’ ὴν ὀ αδᾶμ ἐπλάσθη, τοὺς τῆς κολάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αυτον τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδίχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν. εἰς ὂ ἤμελλεν καταλίγειν ἄνθρωπος ἄνος · εἶτα· ὄτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρω τοῦ σώματος, ἲνα μὴ γένηται αὐτόπης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργεία· ἴνα μὴ καυχήσητε ὠς συνἐργὸς τοῦ θεοῦ θῦ · καὶ οὐ μόνον ἴνα μὴ καυχήσηται, ἀλλ’ ἴνα μηδὲ τὸν τρόπον εἴδη τοῦ γινομένου· τούτο καὶ νῦν ποιεῖ ὀ θεός θς · καὶ γὰρ ἔκαστον ἠμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττειν οὐδενὶ βλέπειν συνἐχώρισεν· σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἠ μὲν φύσις τὸν δρόμον ἀνοίει· τὸν δὲ τρόπον τῆς πλάσεως, οὐδεῖς καταλαμβάνει· ὧ τοῦ θαύματος κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται· καὶ ὀ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατα τὴν νεκράν εἰκόνα· εἶτα φησὶν· ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ ἀδᾶμ πνοὴν ζωῆς, καὶ ἐγένετο ὀ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὄτι τὸ ἐμφύσημα αὐτῶ ἢν ἠ ψυχή· καὶ ὄτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θῦ μετεδόθη τῶ σώματι ἠ ψυχή· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὀ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἠ ψυχή. λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ’ ἐχρὴν ἐν τῶ μὲν εἶναι σοφήν ἐν ἄλλω δὲ μωρᾶν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἐτερω δὲ ψυχήν ἄδικον· ἠ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγώ γὰρ εἰμὶ φησὶν καὶ οὐκ ἀλλοίωμαι· ἔπειτα ἀδελφοὶ· οὐ μόνον εὐρίσκωμεν διαμαρτανούσας τὰς ψυχὰς καὶ ἐκ τούτου ἐνελεγχωμένας ὠς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ’ εὐρίσκομεν αὐτὰς, καὶ κρίσει ϋπὸ βαλλομένας· λέγει γὰρ ὀ σωτήρ σήρ μη φοβηθεῖτε ἀπὸ τῶν ἀπὸ κτενόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπὸ κτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν , τὸν δυναμένον καὶ ψυχήν καὶ σῶμα ἀπωλέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αυτοῦ ἠ ψυχή, ἐαυτὸν κρίνει ὀ θεὸς· τί οὖν βούλεται τὸ ἐμφύσημα· ἀναγκαίον ἰδεῖν· ἐπϊ θεοῦ θυ το ἐμφύσημα, ἠ τοῦ ἀγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὤσπερ γὰρ ὀ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀπὸ στόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἄγιον, οὔτω τὸ ἐμφύσημα τὸ θείον ἀνθρωπίνως ἀνίνως ἀκουόμεν· θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμά πνά ἐστιν τὸ πρὸς κυνητὸν καὶ ἄγιον· τούτο τὸ πνεῦμα πνα τὸ ἄγιον πρὸς ἐλθῶν· οὐκ’ αὑτὸ γέγονεν ψυχὴν. ἀλλὰ ψυχήν ἔκτισεν· οὐκ’ αὑτὸ εἰς ψυχήν μετεβλήθη. ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἄγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σῶματος. καὶ τῆ δημιουργία τῆς ψυχῆς πατὴρ πηρ γὰρ υἱὸς υς καὶ πνεῦμα πνα ἄγιον θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης μέρος μεν ὀ πατὴρ πηρ συν ἐβάλετο· μέρος δὲ ὀ υἱός υς μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἄγιον· ἀλλ’ ἐκείνο λέγω ὄτι κἂν πατὴρ πηρ ποιήση· υἱοῦ υυ τὸ ἔργον καὶ πνεῦμα πνα κατόρθωμα· κἂν υἱὸς υς δημιουργήσει πατρὸς πρς δημιουργία καὶ τοῦ ἀγίου πνεύματος πνς ἐνέργεια· εἰ δέ τις ἀπιστῆ ὄτι τὸ πνεῦμα πνα τὸ ἄγιον οὐκ ἐκοινώνισεν τῆ ἠμετέρα δημιουργεία, ἐν ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὐπὸ τῆς τριαδος ἐκτίσθημεν, πῶς ὐπὸ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ υω καὶ τῶ ἀγίω πνεύματι πνι ἐπιγράφεται ἠ δημιουργία, πῶς ἐν ονόματι τοῦ πατρὸς πρς καὶ τοῦ υἱοῦ υυ καὶ τοῦ ἀγίου πνεύματος πνς ἀνακαινίζεται ἠ δημιουργία· ἀλλ’ ὄτ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὄτε δὲ ἀνακαινιζόμεθα, παραλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἄγίον, κὰν θέλωσιν οἰ ἐχθροί· κὰν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικὴ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης διὰ λεγόμενος κατασκευῆς φησίν· πάντα προς σὲ πρὸς δοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον δόντος σου αὐτοὶ, συλλέξωσιν· ἀνύξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπατα πλησθήσοντε χριστότητος ταῦτα τὴν ἄφθονον χωρηγείαν ἐνδείκνυται· εἶτα τί τὸ ἐπαγόμενον· ἀπὸ στρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσοντε· ἀντανελῆς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· εἶτα ἐξ ἀπὸ στελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσοντε· οὐκ οὖν κτίστης καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἄγιον· καὶ βλέπε ῤημάτων ἀκρίβειαν· ὄτε μὲν περὶ τῆς ψυχῆς τῆς ἠμετέρας λέγει, ἀντανελῆς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν· ὄτε δὲ περὶ πνεύματος πνς ἀγίου διὰ λέγεται· ἐξ’ ἀπὸ στελῆς φησὶν τὸ πνεῦμά πνα σου καὶ κτισθήσοντε· εἰ δε πρὸς ταύτην ἀντιβλέψαι τολμήσωσιν τὴν ἀλήθειαν οἰ αἰρετικοὶ, ἐτέρα μαρτυρία πάλιν· ἀπαστράψει τὴν δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρείττον πάσης δημιουργίας, καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἀγίου πνεύματος πνς εὐρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ ἄγιον καὶ προσκυνητὸν· δι οῦ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὀ κόσμος ὄλος ἀνακαινίζεται· καὶ οἰκουμένη σώζεται, ἔργόν ἐστιν τοῦ ἀγίου πνεύματος πνς · τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπὸ ρούσης περὶ τὴν εὐαγγελισθείσαν ξένην ὠδίνα καὶ λεγούσης πῶς ἔσται μοι τούτο ἐπεὶ ἄνδρα οὐ γινώσκω· ὀ ἄγγελός φησὶν πρὸς αὐτήν· πνεῦμα πνα ἄγιον ἐπελεύσεται ἐπι σὲ· καὶ δύναμις ϋψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμησαν πνεῦμα πνα μὲν ἄγιον εἰρήσθαι αὐτὸ τὸ πνεῦμα πνα , δύναμιν δὲ ϋψίστου τον υἱόν υν · δεῖ δὲ εἰδέναι, ὄτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἄγιον καὶ δύναμιν ϋψίστου· ὤσπερ γὰρ ὀ υἱὸς υς δύναμις ϋψίστου καὶ έστι καὶ λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὔτω καὶ τὸ πνεῦμα πνα τὸ ἄγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀπὸ στόλοις ὀ κύριος κς · μείνατε ἐς ἱερουσαλήμ ϊλημ ἔως ἂν ἐν δύσησθαι δύναμιν ἐξ ύψους· ἔπειτα δὲ ἀδελφοὶ ὀ ἄγγελος τῶ ἰωσήφ διαλεγόμενος φησίν· ἰωσῆφ υἰὸς δαυίδ δαδ · μη φοβηθεῖς παραλαβεῖν μαριᾶμ τὴν γυναίκά σου· τὸ γὰρ ἐν αυτὴ γεννηθὲν· οὐ γεννηθὲν, ἴνα μὴ νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι· οὐκ εἶπεν το γὰρ ἐν αυτῆ γεννηθὲν· ἀλλὰ τὸ γεννηθὲν ἐκ πνεύματος πνς ἐστιν ἀγίου· εἰ τοίνυν το σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἄγιον, δεῖξον διὰ φορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλὰ μὴ αἰσχηνθῆς· πατρὶ μὲν ἐπιγράφων τὴν γιήνην εἰκόνα, το δὲ πνεῦμα πνα τὴν οὐράνιον εἰκόνα εἰ γὰρ κατὰ τον σὸν λόγον· ὄτε ὀ αδᾶμ ἐκτίσθη· κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὐρεθήσεται ὀ μεν πατὴρ πηρ καὶ υἱὸς υς κτίζων τὴν γήϊνον εἰκόνα· τὸ δὲ πνεῦμα πνα τὴν οὐράνιον οὐνιον · ἐνεφύσισεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρός ἐχε ἀκριβῶς· ὄτε ἐπλάσθη· ὄτε ἐδημιουργήθη· ὄτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτήρα, ἠ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὀ θεός θς · ὤσπερ οὐκ’ ἡθέλησεν τὴν ψυχὴν τοῦ ἀδᾶμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὔτως οὐδένα συνεχώρισεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τούτο μέλλων πλάττειν τὴν γυναίκα· ἐπιβάλλει τῶ ἀδᾶμ κοίμησιν ἴνα μὴ παρῆ. μηδε περὶ ἐργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ αυτὸν ἔκστασιν, τουτ’ έστιν ΰπνον· καὶ ΰπνωσεν· καὶ ἔλαβεν μία τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας καὶ ἔλυσεν ἐξ ῶν ἐργάζεται καὶ δανίζεται· ἐξ ῶν ποιεῖ λαμβάνει· ἔλαβεν μία τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀνεπλήρωσεν ἀπορεῖ ὀ λόγος· εἰ δε δύναμις οὐκ ἀπὸρεῖ· καὶ ῶκοδόμησεν τὴν πλευρᾶν ἢν ἔλαβεν εἰς γυναίκα· πῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὁφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεύρα διετάθη· πῶς εἰς ῆπαρ μετερυθμήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορεύθη χείλη· πῶς διεγλύφησαν ρῖνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διὰ τρέχει τὸ αἶμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μή ἰσχύης εἰπεῖν, ἐπιστόμισόν σοι τὴν κατα τοῦ μονογενοὺς συκοφαντίαν· ἐπέβαλεν ἐπι τον ἀδᾶμ ἔκστασιν ὀ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρᾶν καὶ δημιουργεῖ γυναίκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἐνὸς πλάττει δυο ἵν ἀπὸ τῶν δύο τὸν ἔνα πάλιν ἀπὸ τελέση διὰ τῆς συναφείας· ἀπὸ τοῦ ἀδᾶμ ἔτεκε τὴν γυναίκα ἀπὸ τοῦ ἐνὸς ἐποίησεν δύο· πάλιν ὀ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἔνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον εἰς ἒν ἀπὸ τελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον το δὲ νόημα θείον· ἐρμήνευσον πῶς οἰκωδομεῖται πλευρᾶ, καὶ οὐχ εὑρήσεις· πῶς μὲν ἠ πλευρᾶ οἰκοδομεῖται οὐχ’ ευρήσεις· πῶς τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμησεν· μὴ ταυτόν ἐστιν πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς· ἔπλασεν τὸν ἀδᾶμ ἀπο γῆς ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἄπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καί εἰσὶν οἰ μὲν γεννητοὶ· ὀ δὲ πλαστὸς· ἠ δὲ οἰκοδομητὴ· τὰ ὀνόματα οὐκ· ῗσα· ἐμερίσθη ἠ οὐσία· ταῦτά μοι εὐκαίρως εἰρήσθω ἐπειδὴ λέγουσιν οἰ αἱρετικοὶ ὄτι τὸ γεννητὸν καὶ ἀγέννητον, οὐχ ὄμοια· ἀλλ’ ὄσην ἔχει τὰ ὀνόματα διὰ φορᾶν. τὸσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ αδᾶμ διαφορὰν πρὸς τους ἐξ αυτοῦ· ὀ γὰρ ἀδᾶμ καὶ γεννητός ἐστιν καὶ ἀγέννητος, καθῶς οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ ἐγεννήθη· ἠ δε γυνή. οὔτε ἐγεννήθη οὕτε ἐπλάσθη· ἐπανέλαβε πάλιν τὸ ῥῆμα. καὶ στήσον τὸ νόημα· ὀ ἀδᾶμ ἐπλάσθη, καὶ οὑκ ἐγεννήθη· ἠ γυνή οἰκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἰ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθησαν οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεῖ οὖν πολλὴν ἔχει διὰ φορᾶν ἠ ἔννοια τῶν νοημάτων· ἄλλο γὰρ τὸ πλασθῆναι καὶ ἄλλο τὸ οἰκοδομηθῆναι, δεῖξον διὰ φορὰν οὐσίας τῶ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αυτῶν· εἰ δε τέμνονται ταῖς πρὸς ἠγορίαις καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν· εἰ τὰ ὀνόματα ἂ συνεχῶς περὶ στρέφης· ἐν ἀλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν πρὸς ἠγορίαν; σοφότερος ἐγένου τοῦ ἀγίου πνεύματος πνς τῆ πρὸς ἠγορία; οὐκ ἤν σοι ἀξιοπιστότερος ὀ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τούτο αὐτὸς πρὸς τῆς σῆς ἐπινοίας εὐρεῖν; οὐκ’ ἡδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἠ μεν πρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ περὶ εὑσεβεῖας ἀγῶν, ἐτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλλε τῶ ἀδᾶμ τὸν ΰπνον, καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεῖ οὖν ἤμελλεν ἐκ τῆς πλευρᾶς ταῦτης προχέεσθε ἠ ἀφορμὴ της παρὰ βάσεως· γυνὴ δὲ εἰς ἤγαγε τὸν θάνατον τοῦ ἀδᾶμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πλευρὰν θεραπεύσαι, ἀντιτίθησιν πλευρὰν πλευρὰ· καὶ ἐν τῶ σταυρῶ στρῶ παρ’ ἔδωκε τῆ λόγχη τὴν πλευρὰν· ἴν’ ὄθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκείθεν ἀνθήση ἠ σωτηρία σρια · ἐξήλθεν αἶμα και ΰδωρ· νόει τὸ μυστήριον, καὶ τίμησον τὸν οἰκονομήσαντα καὶ βλέπε τὸ θαυμαστὸν· ἐπειδὴ γὰρ ὀ ἀδᾶμ μετα τὸν ΰπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδᾶμ ἠ πλευρᾶ ἀφηρέθη· ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορὸς τὸ σώματι τὴν πλευρὰν διηνύγη, ἀλλὰ μετα τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκεν πλευρὰν τῶ στρατιώτη· καὶ πρός ἐχε ἀκριβῶς· ὄτε ὀ σωτὴρ σηρ ἐπι τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ἐπέμενεν μὲν. ἐν σαρκὶ ὦν τὰ ἄλλα ἔτι καὶ φαινόμενος· καὶ ταύτα κατα τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ’ ἄπτεται· θεὸν θν πάθος οὐχ’ ϋβρίζει· θεὸν θν πάθος οὐ μειοῖ, εἰ μήπω καὶ τῶν ἠμετέρων ψυχῶν ἐστιν κατότερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἠμετέραις αὐτὸς ἐπαγγέλεται λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπὸ κτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μη δυναμένων ἀπὸ κτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀπὸ θνήσκει· καὶ ὀ κτίσας τὰς ψυχὰς ἀπὸ θνήσκει; ταῦτα οὖν ϋπομείνας καὶ τὴν ἀνθρωπίνην ἀνίνην οἰκονομίαν ἐπιτελεῖ τὰς οἰκονομίας, ΐνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ’ ϋπὸ κύπτουσαν νόμω φυσεως· ὤς φησιν ἐπὶ τοῦ σταυροῦ στροῦ τετέλεσται· πάτερ περ εἰς χείράς σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φύσιν δι ἔλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὑτὸς γάρ ἐστιν ὀ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχὴν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν· ὄτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα καὶ τὸ ἀνθρώπινον ἀνινον σχῆμα· νεκρωθέντος αὐτοῦ, μάλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἰ στρατιώται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὄτι ὔπερ βαίνει φύσιν ἀνθρώπου ἀνου · τῶ ψιλῶ ῤήματι τὴν ψυχὴν παρὰ διδόναι, πρὸς ἤλθον πειράζοντες ἐζῆ· καὶ ηὖρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι. ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὂν ἀπέκτιναν ὠς ἄνθρωπον ἄνον μετα τὸν σταυρὸν στρον ὀμολογοῦσαν υἱὸν υν τοῦ θεοῦ θυ · ὄτε γὰρ ὀ στρατιώτης λόγχη τὴν πλευρὰν αὐτοῦ ἔνυξεν, ἐξῆλθεν αἶμα καὶ ΰδωρ ὄ ἐστιν νεκρῶν ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἶμα πηγάζει· ὄτε δὲ ἐπήγασεν τὸ αἴμα τὸ μυστικὸν, τότε ἠ πλευρᾶ πηγὴν ἤνοιξεν σωτηρίας σρίας · διὰ την πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὀ εκατόνταρχος ὀ παρεστηκῶς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω ϗ ἀπὸ θανόντα κηρύττεις; ἀκριβῶς οὖν πρός ἐχε τοὶς λεγομένοις· ὥσπερ τῶ ἀδᾶμ ΰπνον ἐπέβαλεν ὀ θεὸς θς καὶ τότε τὴν πλευρᾶν ἀνεπέσπασεν, οὔτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὔπο στάντος κατα το σῶμα τότε ἠ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετα τὴν κοίμησιν· καὶ νῦν μετα τὸν ΰπνον οἰ στρατιώται αἶμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἰ δὲ αἰρετικοὶ· καὶ θαύμα βλέποντες, κτίσμα λέγουσιν· δια τί δὲ ἀδελφοὶ, τῆ λόγχη ϋπήντησεν ἠ πλευρά· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ πάντα λυθῆναι τὰ κατα τοῦ ἀδᾶμ· ἐπειδὴ γὰρ ὀ θεὸς ἐκβαλῶν τὸν ἀδᾶμ ἀπὸ τοῦ παραδείσου, φλογίνην ρομφαιαν περὶ ἔθηκεν τὴν κολύουσαν αὐτῶ εἰς ἔρχεσθαι εἰς τὸν παράδεισον· ἠ δε ρομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον ἔως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων οὐκ ἴσταται· ἴστε δὲ ἀπὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐὰν μή τινι συγκρούση, οὐκ ἴσταται τοῦ ϊδίου δρόμου· ἐπεῖ οὖν οὐδεῖς ἠδύνατο ἀντιστῆναι τῆ ρομφαία τῆ πυρίνη, ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου τῶ σχήματι τῆς ρομφαίας ἀντέθηκεν τὴν πλευρᾶν· ἴνα διὰ τῆς αἰσθητῆς λόγχης, ἠ νοητὴ ρομφαία συγκρούσασα τῆ πλευρᾶ· παύσηται λυπὸν τῆς ἀπειλῆς, καὶ μηκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀπὸ κλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὀ κύριος κς τὴν ρομφαίαν διὰ τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίγη ἠ θύρα τοῦ παραδείσου· ἐπήγαγεν ἀπὸ πλευρᾶς θεραπείαν τῶ πληγέντι διὰ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου, καὶ ἐπι τέλει τὸν αὐτὸν· εἰς ἤγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν, ἁλλ’ οὐκ’ ἡφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἑξέωσεν· ἀλλ οἶδα ὄτι καιρὸς τῆ λειτουργία παραχωρεῖν πάντα γὰρ δυνατὰ τῶ θεῶ θῶ ὤστε καὶ ἠμῖν ἐμβαλῶν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς, ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ, καὶ σοφότερος ἔσται· εὐχαρ ί ι στήσωμεν τῶ θεῶ θω ὄτι παράδεισον ἔνα ἀπωλέσαμεν, καὶ μυρίους παραδείσους, ἀνάπασαν τὴν οἱκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω ὄτι παράδεισον διὰ τὴν παράβασιν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οὖ τῶ πατρὶ πρι δόξα· συν ἀγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–