Quomodo animam acceperit Adamus (Ms Hs)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local006- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλειστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων ὁ καρπὸς εὐκλεῖς· πό νοι; γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεται· τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου· στρατήγημα· πόνων ἔπαθλον· ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · δι’ ἧς τοίνυν μετὰ τῶν ἱερῶν τοῦτων πόνων εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡμέρα· καθ’ ἣν ὁ ἀδὰμ κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν· ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη· τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· τί οὖν, ἵνα τῆς προκειμένης ἐπαγγελείας ἀψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμένην· καὶ δι ἐκόσμησεν οὐρανὸν, καὶ ἥλιον· καὶ σελήνην καὶ ἄστρα· καὶ τὴν γῆν ὁμοίως κατεποίκιλεν· ποταμοὺς καὶ πηγὰς διεζωσμένην ἄνθεσιν καὶ φωτὸς ἐστεφανωμένην· καὶ θάλασσαν ἀπετείχησε· σύμπασαν δὲ τὴν εὐπρέπειαν, τῶ κόσμω περὶ έθηκεν· ὡς πολλάκις ἔφθην εἰπῶν ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τοῦτου· χειροτονεῖ τὸν δεσπότην· πλάττει δὲ αὐτοῦ οχ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα και τὰ θηρία καὶ τὰ κτήνη· λόγω μόνω κελεύσας, ἀπὸ γῆς προσέφερε· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία. τὰ δοῦλα λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ πλάτταιται· οὐχ’ ὅτι θεοῦ θυ χεῖρ ἐστὶ καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεῖς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων· εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπὶ τάττοντες ποιοῦμεν· τὰ δὲ ποθηνὰ διὰ τῶν χειρῶν ἀναλαμβάνωμεν· διὰ τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βώλον· οὐ παχυτάτην· ἀλλὰ λεπτώτατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προ οἰμίων, ἠ ἐλπὶς ἐπάγει τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αὐτῆ τῆ δημιουργία ἔπιξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησίν· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς καὶ ὦδε χοῦς· ἐκεῖνω τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη· καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβε γὰρ καὶ ἔπλασε· τὸ μὲν πόθεν ἔλαβε καὶ τί ἔπλασε· ἔμαθες· τὸ δὲ πῶς μετ ἐποίησεν οὐ παρέλαβες; τὸν λόγον ἐδίδαξε. τὸν δὲ τρόπον ἀπέκρυψε· ἵνα μάθης μὴ περὶ ἐργάζεσθαι· θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονὴν οὐκ ὀφείλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγε· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων πρῶτον κατὰ σκευάζει τὸ τοῦ σῶματος ὄργανον· καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκε· διὰ τί· ἵνα καὶ ἐν τοῦτο δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυώμενα θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχήν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννησιν· ὅπου πάλιν τὸ πᾶν ἥμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας, τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει, τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοὶ τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προ οἱμίων γὰρ καὶ τοῦτο τὴν ἐλπίδα τῆς ἀναστάσεως γράφει· πλάττει τὸ σῶ μα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκράν· καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασε τὸ σῶμα νεκρόν, εἰς ὃν ἔμελλεν κατὰ πλήττειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε, ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρωτοῦ σώματος· ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τὴν δημιουργίαν, ἵνα μὴ καυχήσεται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ ἵνα μηδὲ τὸν τρόπον ἴδει τοῦ γινομένου. τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττειν· οὐδὲ νὶ συνεχώρησε βλέπειν· πηρώμεθα καὶ πλαττώμεθα· καὶ ἡ μὲν φύσεις τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς φύσεως· οὐδεὶς κατὰ λαμβάνει· ὧ ... τοῦ θαῦματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατὰ σκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ ἐσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα, εἶτα φησὶ· ἐνεφύσισεν εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ ὁ θεὸς θς πνωὴν ζωῆς· καὶ ἐγένετο ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσιμα αὐτὸ ἢν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώματ ἡ ψυχή· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχῆ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὐκ ἐχρῆν· ἐν τῶ μὲν εἶναι σοφὴν· ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· εἰ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται ἀλλ ἔστιν ἀναλλοίωτος· ἐγὼ γὰρ εἰμί φησὶ καὶ οὐκ ηλλοίωμαι· ἔπειτα δὲ ἀδελφοί, οὐ μόνον εὑρίσκωμεν, διὰμαρτανούσας τὰς ψυχὰς· καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ εὑρίσκωμεν αὐτὰς καὶ κρίσει ὑποβαλλωμένας· λέγει γὰρ ὁ σωτὴρ σὴρ . μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκταινόντων τὸ σώμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν , τὸν δυνάμενον καὶ σώμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννη εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχῆ, ἑαυτὸν κρίνει ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσιμα, ἀναγκαίον ἰδεῖν· ἐπι θεοῦ θυ τὸ ἐμφύσιμα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἔστιν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσισεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον· οὕτως τὸ ἐμφύσιμα τὸ θεῖον ἀνθρωπίνος ἀκούωμεν, θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνιτὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προσελθῶν, οὐκ αὐτὸ γέγονεν ψυχὴ, ἢ εἰς ψυχὴν μετεβλήθει, ἀλλὰ ψυχὴν ἐδημιούργισεν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνοῖ τῆ δημιουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον· θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομήσεις ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνεβάλετο, μέρος δὲ ὁ υἱὸς υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ ἐκείνω λέγω, ὅτι κἂν πατὴρ πηρ ποιήσει τοῦ υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήσει· πατρὸς πρς ἡ δημιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῆ ἡμετέρα δημιουργία· ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀναγεννώμεθας· εἰ μὴ τῶ πατρὶ πρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς · ὅτ’ ἂν δὲ ἀνα καινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κἂν μὴ θέλωσιν οἱ ἐχθροὶ, κἂν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης, τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνινης διαλεγόμενος κατασκευῆς φησί φη · πάντα προς σὲ προσδοκουσι κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξωσιν· ἀνοίξαντος δέ σου τὴν χείρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα, τὴν ἄφθονον χωρηγίαν ἐνδείκνυται· εἶτα· τί το ἐπαγόμενον; ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ οὖν· κτίστης καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀναβλέψαι τολμίσουσι τὴν ἀλήθειαν οἱ αἰρετικοῖ, ἑτέρα μαρτυρία πάλιν ἀπαστράψει τὴν τοῦ ἁγίου πνεύματος πνς · δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρείττον πᾶσης δημιουργίας· καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ πανάγιον καὶ προσκυνιτὸν σῶμα· δι’ οὗ καὶ οὐρανὸς καὶ γῆ· καὶ ὅλως ὁ κόσμος ἀνακαινίζεται· καὶ ἡ οἰκουμένη σώζεται· ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γὰρ παρθένου τῆς ἁγίας· ἀπορούσης περὶ τὴν εὐαγγελισθῆσαν ξένην ὠδίνα καὶ λεγούσης· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω· ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ· καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς μὲν ἐνόμησαν πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέτε· ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμις ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον, δύναμις ὁνομάζεται· λέγει γὰρ τοῖς ἀποστόλοις ὁ κύριος κς · μείναται εἰς ἱερουσαλήμ ἱλήμ · ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους· ἔπειτα δὲ ἀδελφοὶ, ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγόμενος φησίν· ἰωσὴφ υἱὸς δαυὶδ δαδ · μὴ φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναίκα σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν, οὐ γεννηθὲν· ἵνα μὴ νομήσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι, οὐκ εἶπεν τὸ γεννη θὲν, ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ θεοῦ θυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πατρὸς πρς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθῆς, πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τὸ δὲ πνεύματι πνι τὴν οὐράνιον εἰκόνα. εἰ γὰρ κατὰ τὸν σὸν λόγον, ὅτε ὁ ἀδὰμ ἐκτίσθη· κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς κτήζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ οὐ ράνιον, ἐνεφύσισεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργίθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα· ἠ γυνῆ οὐδέπω ἔπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὁφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα ἐπιβάλλει τῶ ἁδὰμ κοίμησιν· ἵνα μὴ παρεῖ μὴ δὲ περιεργάζετε θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν τοῦτ ἔστιν ὕπνον καὶ ὕπνωσε· καὶ ἔλαβεν μίαν τῶν πλε ρῶν αὐτοῦ· καὶ ἐπλήρωσε σάρκα ἀντ αὐτῆς· πόθεν ἀντεπλήρωσεν, ἀπορεῖ μὲν ὁ λόγος· ἡ δύναμις οὐκ’ ἀπορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν ὠκοδόμησεν ὁστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς νεύρα δι ἐτάθη· π εἰς ὕπαρ μετερυθμήθη πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχιματίσθη· πῶς ἐπάγει γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ρίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διὰ τρέχει τὸ αἵμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν· ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοὺς συκοφαντίαν· ἐπέβαλεν ἐ πὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν· καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν. ἀπὸ ἐνὸς πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσει διὰ τῆς συμφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκε τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς ἐποίησε δύο· πᾶλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ένα· τὸ γὰρ ἀπὸ ἀνδρὸς καὶ γυναικὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον · τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται· πλευρᾶ· καὶ οὐχ’ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν· τὴν δὲ, ὡκοδόμησεν ἀπὸ πλευράς· ἔπλασε τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησε τὴν εὗαν ἀπὸ πλευρᾶς· κατὰ σκευάζει τὸν κάϊν, καὶ τὸν ἄβελ· τοὺς ἐξ ῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καὶ εἰσὶν· οἱ μὲν γεννητοὶ, ὁ δὲ, πλαστός· ἡ δὲ, ὠκοδομητὴ· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία· ταῦτα μοι εὐκαίρως εἰῥήσθω· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέν νητον, οὐχ ὅμοια· ἀλλ’ ὅσιν ἔχει τὰ ὀνόματα διαφορὰν τοσαύτα ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν διαφορὰν τῶ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστιν καὶ ἀγέννητος· γεννητὸς, καθ’ ὃ ἐγένητο· ἀγέννητος, καθ’ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ εγεννήθη· ἡ δὲ γυνὴ, οὕτε ἐγεννήθη οὕτε ἐπλάσθη· ἐπανάλαβε πᾶλιν τὸ ῥῆμα, καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ εγεννήθη· ἡ γυνὴ ὠκοδομήθη, καὶ οὕτε ἀπὸ γῆς ἐπλάσθη, οὕτε ἀπο κυλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ, καὶ τοὺς ἐξ ῆς ἀνθρώπους ἀνους · οὕτε ἐπλάσθησαν, οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν νοημάτων· ἄλλο γὰρ τὸ πλασθῆναι, ἄλλο τὸ ὠκοδομηθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὗαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς κατηγορίαις καὶ οὐ τέμνονται τῆ οὐσία· τί θαυμαστὸν εἰ τὰ ὁνόματα συνεχῶς περιστρέφεις· ἐναλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφότερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ἦν σοι ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸς τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ ἠ μὲν πρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβείας ἀγῶν, ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκεί μενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ ἀδὰμ τὸν ὕπνον και τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταῦτῆς προ ἔρχεσθαι ἡ ἀφορμῆ τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγε τὸν θάνατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγῆν θεραπεύσαι, ἀντιτίθησιν πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἴν ὅθεν ἐ πήγασε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξῆλθεν αἵμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομίσαντα καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη, ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορῶς, τῶ σῶματι τὴν πλευρὰν διενύγει· ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκε τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς, ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, ὑπέμενε μὲν τὰ ἄλλα· ἔτι ἐν σαρκὶ ὦν καὶ φαινόμενος· καὶ ταύτην κατὰ τὴν ἀνθρωπίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος, οὐκ ἄπτεται· θεὸν θν πάθος οὐχ’ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἔστι κατώτερος· εἰ γὰρ ταῖς ἡμετέραις ψυχαῖς, ἐπαγγέλλεται λέγων· μὴ φοβηθῆτε ἀπο τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτείναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖ συ ν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οικονομίαν ἐπιτελεῖ τὰς οἰκονομίας· ἵνα δείξη την ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου τετέλεσται· πάτερ περ , εἰς χείρας σου παρατίθημι τὸ πνεῦμά πνα μου, φωνῆ τὴν φύσιν διέλυσεν, λόγω τὴν πήξιν ἐφήρμωσεν· αὐτὸς γάρ ὁ λέγων· ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα , κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος· τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες, διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παρὰ διδόναι, προσήλθων πειράζοντες εἰ ζῆ· καὶ ηὖρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι, ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦσαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης, λόγχη τὴν πλευρὰν ὄρυξε ἐξῆλθεν αἵμα καὶ ὕδωρ· ὁ ἔστιν νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἵμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἵμα τὸ μυστικὸν· τότε ἡ πλευρᾶ πηγῆν ἥνοιξε σωτηρίας σρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκῶς τῶ σταυρῶ στρῶ , ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνίσω· καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀνέσπασε· οὕτως τοῦ σωτῆρος σρς τὴν κοίμησιν ὑπιστάντος πάντως κατὰ τὸ σῶμα· τότε ἡ πλευρὰ ἡνοίγει, καὶ γὰρ τότε μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἵμα ἰδῶντες υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διὰ τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρά, ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδὰμ, ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλῶν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου· φλογίνην ῥομφαίαν περιέθηκε τὴν κολύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον ἐὰν μὴ πρὸς κρούση οὐκ ίσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἠ δύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη· ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στροῦ , τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν· ἵνα διὰ τῆς αἰσθητῆς λόγχης ἡ νοητὴ ῥομφαία συγκρούση τῆ πλευρὰ παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλήσει τοῦ παραδείσου· ἑδέξατο τοίνυν ὁ κύριος κς τὴν ρομφαίαν διὰ τῆς πλευρᾶς καὶ εὐθέως ηνοίγει ἡ θύρα τοῦ παραδείσου ἐπήγασεν ἀπὸ πλευράς ἡ θεραπεία, τῶ πληγέντι ἀπὸ πλευράς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου· καὶ πιτέλει· τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ηφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἱ ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρου παραστάν· τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶ ἀφορμὴν καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπο λέσαμεν· καὶ μυρίους παραδείσους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον διὰ τὴν παρακοὴν ἀπολέσαντες εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οὗ τῶ πατρὶ πρι ἡ δόξα· εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–