Quomodo animam acceperit Adamus (Ms Mc)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local007- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πολλοὶ ἐνόμϊσαν ὅτϊ τὸ ἐμφύσημα, αὐτὸ ἦν ἡ ψϋχή· καὶ ὅτϊ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη, ὅπως οὐκ ἔστϊν· εἰ γὰρ ἐκ της οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχή, οὐκ ἐχρῆν ἐν τῶ μὲν, εἶναι σοφήν, ἐν ἄλλω δὲ μωράν· οὐδὲ ἐν τῶ μὲν, εἶναι δικαίαν, ἐν ἑτέρω δὲ ἄδϊκον· ἡ γὰρ οὐσία τοῦ θεοῦ θυ οὐ μερΐζεται· οὐδὲ ἀλλοιοῦται· ἐγὼ γάρ εἰμϊ φησὶ φη καὶ οὐκ ἀλλοίωμαι· οὐ μόνον γὰρ γ εὑρίσκομεν, μὴ ἁμαρτανούσας τὰς ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας, ὡς οὐκ εἰσῒν ἐκ τῆς θείας οὐσΐας, ἀλλὰ καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ γ , μὴ φοβηθεῖτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψϋχὴν μὴ δϋναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δϋνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι· ἐἂν οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρίνει ὁ θεός θς . τί οῦν ἐστϊ τὸ ἐμφύσημα· ἀναγκαῖον ἰδεῖν ἐπῒ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγΐου πνεύματος πνς ἐνέργεια ἐστῒν· ὥσπερ γὰρ γ ὁ σωτὴρ σὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπε λάβετε πνεῦμα πνα ἅγϊον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον, ἀνθρωπίνως ἀκούομεν· θεοπρεπῶς δὲ νοοῦμεν, τοῦτο τὸ πνεῦμα πνα προελθόν, οὐκ αὐτὸ γέγονε ψϋχὴ, ἀλλὰ ψϋχὴν ἔκτϊσε· οὐκ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψϋχὴν ἐδημϊούργησε· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγϊον· καὶ κοινωνεῖ τῆ δημϊουργΐα τοῦ σώματος καὶ τῆς ψυχῆς· πατὴρ πὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα πνα ἅγϊον· τῆ δϋνάμει τῆ θεῖα, δημϊουργεῖ τὸ πνεῦμα πνα · καὶ μὴ νομίσηις ὅτϊ μέρος μὲν ὁ πατὴρ πὴρ σϋνελάβετο, μέρος δὲ ὁ υἱός· καὶ μέρος τὸ πνεῦμα πνα τὸ ἅγϊον· ἀλλ’ ἐκεῖνο νόει, ὅτϊ κἂν πατὴρ πὴρ ποιήση, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς δημϊουργήση, πατρὸς πρς δημιουργΐα καὶ τοῦ πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τϊς ἀπϊστεῖ ὅτϊ οὐκ ἐκοινώνησε τῆ ἡμετέρα δημϊουργΐα τὸ πνεῦμα πνα τὸ ἅγϊον, ἐλεγχέσθω ἐκ τῶν μϋστηρΐων· εἰ μὴ γὰρ γ ὑπὸ τῆς τρϊάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τρϊάδος ἀναγενώμεθα· εἰ μὴ τῶ πατρὶ πρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγΐω πνεύματι πνι ἐπϊγράφεται ἡ δημϊουργΐα, πῶς ἐν ὀνόματϊ πατρὸς πρς υἱοῦ καὶ ἁγΐου πνεύματος πνς ἀνακαινΐζεται ἡ δημιουργΐα· ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν, οὐ χρία γέγονε τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινϊζόμεθα, παραλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν δημϊουργὸν τὸ πνεῦμα πνα τὸ ἅγϊον, κἂν θέλωσϊν οἱ ἐχθροὶ κἀν μή· περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης κατασκευῆς φησὶ φη ὁ δαυίδ δαδ · πάντα πρὸς σὲ προσδοκῶσϊ· καὶ ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σΰμπαντα πλησθήσονται χρηστότητος· ταύτην τὴν ἄφθονον χορηγΐαν ἐνδείκνυται· εἶτα ἐπάγει· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτϊσθήσονται· οὐκ οὖν, κτίστης καὶ δημϊουργὸς τὸ πνεῦμα πνα τὸ ἅγϊον· καὶ βλέπε ῥημάτων ἀκρΐβειαν· ὅτε μὲν περῒ τῆς ἡμετέρας ψυχῆς λέγει, φησὶ φη · ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσϊν· ὅτε δὲ περῒ τοῦ ἁγίου ἁγ πνεύματος πνς , ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτϊσθήσονται· εἰ δὲ ἀμφϊβάλοιεν πρὸς ταῦτα· ἑτέραν μαρτυρίαν τὴν τοῦ ἁγΐου πνεύματος πνς ἐνέργειαν δείξωμεν· τὸ ἐπ’ αὐτῆς τῆς ἐν σάρκου οἰκονομΐας διὰ τοῦ ἀγγέλου λεγόμενον, πνεῦμα πνα ἅγϊον, ἐπελεύσεται ἐπῒ σέ· καὶ τϊνες ἐνόμϊσαν πνεῦμα πνα μὲν ἅγϊον, αὐτὸ εἰρῆσθαι τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου, τὸν υἱὸν· ἀλλὰ δεῖ εἰδέναι ὅτι τὸ αὐτὸ ἐκάλεσε καὶ πνεῦμα πνα ἅγϊον καὶ δύναμϊν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμϊς ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δΰναμϊς, οὕτω καὶ τὸ πνεῦμα πνα · φησὶ γὰρ γ , ἕως ἂν ἐνδύσησθε δύναμϊν ἐξ ὕψους· καὶ ἀλλαχοῦ, τὸ γὰρ ἐν αὐτῆ γενηθὲν, ἐκ πνεύματος πνς ἐστῒν ἁγΐου· οὐ γὰρ δϋνάμεθα ἐπϊγράφειν τὸν πατέρα πρα μὲν δημϊουργοῦντα τὴν γηΐνην εἰκόνα, τὸ δὲ πνεῦμα πνα τὴν οὐράνιον οὐνιον :·