The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Mx)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local010
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πόνοι, γεννῶσιν ἀρετάς· πόνοις, ἁρμώζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις. κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον. ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων. ἡ πανάρετος ἑβδομάς· καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἐστὶν ἡ ἡμέρα καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ’ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθες ἠμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆδε τῆ ἡμέρα· πάλιν αὐ τὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἰκουμένην. καὶ δϊεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως διεποίκιλεν· ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θαλασσαν μὲν ἀπετείχισεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶ κόσμω περιέθηκεν ὡς πολλάκις ἔφθην εἰπών· ἐδημιούργησεν καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονει τὸν δεσπότην· πλάττει δε αὐτὸν. οὐχ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη λόγω μόνω κελεύσας ἀπὸ γῆς προσέ φερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρ πετὰ καὶ θηρία· τὰ δοῦλα. λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ χεῖρ ἐστὶν καὶ μέλος τοιοῦτον. ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖραν δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων. ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθεινὰ. δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτο φησὶν ἡ γρα φὴ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν. οὐ βῶλον· οὐ πα χυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι ὁ ἄνθρωπος ἄνος κατὰ τὸ εἰρη μένον καὶ εἰς χοῦν θανάτου κατήγα γές με· ἵνα μή τις τῶν ἐν τοῖς τάφοις χοῦν θεασάμενος· ἀπαγορεύση τὴν ἐλπίδα τῆς ἀναστάσεως τῶν ἀνθρώπων ἀνων . ἐν αὐτῆ τῆ δημιουργία ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησίν· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐ κεῖ χοῦς. καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ σοφία τοῦ τεχνήτου μετεποιήθη. καὶ οὗτος τῆ δυνάμει τοῦ δημιουργοῦ μετὰ βάλλετε· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τί ἔπλασεν ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν. τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι. πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις· τὰ μὲν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετὰ τῶν σωμάτων. καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθροπον ἄνον πλάττων· πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον. καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· διατί· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυόμενα θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχήν. ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν· ὅπου πάλιν τὸ πᾶν ἤμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας. τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει. τὴν δὲ ψυχὴν ἐκφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐκφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τοῦτο τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν καὶ ζῶντα χαρακτῆρα· καὶ ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν· εἰς ὃ ἤμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα. τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σώματος· ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μό νον ἵνα μὴ καυχήσηται. ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον ἴδη τοῦ γινομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει· οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα καὶ πλαττόμεθα καὶ ἡ μὲν φύσις τὸν δρόμον ανύει, τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει· ὦ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται. καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν· ἐνεφύσησεν ὁ θεὸς θς πρόσωπον τοῦ ἀπνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχὴ· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώματι ἡ ψυχή· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀ νοίας. ἀλλὰ καὶ ἀ τοπΐας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχη· λεγώ δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφήν· ἐν άλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐ γὼ γάρ εἰμι φησὶν καὶ οὐκ ἠλλοίωμαι· ἔπειτα ἀδελφοὶ οὐ μόνον εὑρίσκομεν διαμαρτανουσας τὰς ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσθαι ἀπο τῶν ἀποκτεινόντων τὸ σῶμα· τὴν δε ψυ χὴν μὴ δυναμένων ἀποκτείναι· φοβή θητε δὲ τὸν θεὸν θν τὸν δυνάμενον καὶ σῶ μα καὶ ψυχὴν ἀπο λέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ. ἑαυτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα· ἀναγκαῖον ἰδεῖν· ἐπὶ θεοῦ θυ το ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐνέργεια ἐστίν· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν λάβετε πνεῦμα πνα ἅγιον. οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκούωμεν· θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμα πνα ἔστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα προελθ ὼ ὸ ν τὸ ἅγιον· οὐκ αὐτὸ γέγονεν ψυχῆ. ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη. ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος· καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτϊ μέρος μὲν ὁ πατὴρ πηρ ἔλαβεν· μέρος δὲ ὁ υἱός υς · μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνο λέγω ὅτι κἂν πατὴρ πηρ ποιήση. υἱοῦ υυ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήση, πατρὸς πρς ἡ δημιουργία· καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία. ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν. πῶς ὑπὸ τὴς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία; πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία; ἀλλ’ ὅτ’ ἀν μὲν ἐκτίσθημεν· οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα, παραλαμβάνεται τὸ πνεῦμα πνα ; οὐκ οὖν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνινης διαλεγόμενος κατασκευῆς φησίν· πάντα πρὸς σὲ πρὸς δοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον· δόν τος σου, αὐτοὶ συλλέ ξωσιν· ἀνοίξαν τος δέ σου τὴν χεῖρα. τὰ σύμπαντα πλησθήσονται χρη στότητος· ταῦτα τὴν ἄφθονον τοῦ θεοῦ θυ χορηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀπο στρέψαντος δέ σου τὸ πρόσωπον ταρα χθήσονται· ἀντα νελεῖς τὸ πνεῦμα πνα αὐ τῶν καὶ ἐκλείψουσι· καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι· ἐξα ποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσον ται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέ ρας λέγει· ἀντανε λεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγί ου διαλέγεται. ἐξα ποστελεῖς φησιν τὸ πνεῦμά πνα σου καὶ κτι σθήσονται· εἰ δὲ προς ταύτην ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἰρετικοὶ. ἑτέρα μαρτυρία πάλιν πιστώσεται τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ πανάγιον καὶ προσκυνητὸν σῶμα διοῦ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται· καὶ ἡ οἰκουμένη σώζεται. ἔργόν ἐστιν τοῦ ἁγίου πνεύματος πνς · τῆς γοῦν παρθένου παρθνου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδίνα καὶ λεγούσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω· ὁ ἄγγελος φησὶν πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμι ὅρασαν πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεῖ δὲ εἰδέναι ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς υς δύναμις ὑψίστου καλεῖται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς μείνατε εἰς ἱερου σαλὴμ· ἔως ἂν ἐν δύσησθε δύναμιν ἐξ ὕψους· ἔπειτα δὲ ἀδελφοί ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγόμενός φησίν· ἰωσήφ υἱὸς υς δαυίδ δαδ μὴ φοβηθεὶς παρα λαβεῖν μαριὰμ τὴν γυναῖκα σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν οὐ γεννηθέν· ἵνα μὴ νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι· οὐκ εἶπεν τὸ γὰρ ἐν αυτῆ γεννηθὲν ἀλλὰ τὸ γενηθὲν ἐκ πνεύματος πνς ἐστὶν ὅραἁγίου· ἐπεὶ οὖν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τῶ δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγονὅτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα . εὑρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς υς κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸν οὐράνιον οὐνιον · ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχὴν ζῶ σαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβεν χαρακτῆρα. ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει τῶ ἀδὰμ κοίμησιν· ἵνα μὴ παρῆ μὴ δὲ περιεργάζεται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ αὐτὸν ἔκστασιν τοῦτεστίν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται, δανείζεται· ἐξ ὧν ποιεῖ. λαμβά νει· ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀν τ’ αὐτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ μὲν ὁ λόγος. ἡ δε δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἣν ἔλαβεν, εἰς γυναῖκα· πῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἧπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶσσα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μὴ ἰσχύης εἰπεῖν. ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐπι τὸν ἀ δὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν. ἀπο ἑνὸς πλάττει δύο· ἵν’ ἀπο τῶν δύο. τὸν ἕνα πάλιν ἀποτελέση δια τῆς συναφείας· ἀπο τοῦ ἀδὰμ ὠκοδόμησεν τὴν γυναῖκα· ἀπο τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπο τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπο γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον , τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται πλευρὰ. καὶ οὐχ εὑρήσεις· πῶς μὲν ἡ πλευρὰ ὠκοδόμηται οὐχ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν. τὴν δὲ ὠκοδόμησεν· μὴ ταυτόν ἐστιν πλάττειν ἀπο γῆς. καὶ ὠκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν τὸν ἀδὰμ ἀπο γῆς· ἐδημιούργησεν τὴν εὖαν ἀπο πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ· καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους , ἀπὸ συναφείας· καὶ εἰσὶν οἱ μὲν γεννητοὶ· ὁ δὲ πλαστὸς· ἡ δὲ ὠκοδομητὴ· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία· ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστιν καὶ ἀγέννητος· γεννητὸς καθ ὃ ἐγένετο· ἀγέννητος. καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη. ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ οὔτε ἐγεννήθη, οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη. καὶ οὐκ ἐγεννήθη· ἡ γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους , οὔτε ἐπλάσθησαν οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διὰ φορὰν ἡ ἔννοια τῶν ὀνομάτων· ἄλλο γὰρ τὸ πλασθῆναι ἄλλο τὸ οἰκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι, δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὖαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς προσηγορίαις καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστόν· εἰ τὰ ὀνόματα ἃ συνεχῶς περιστρέφεις· ἐναλάττει μὲν προς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορίαι; οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγενήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἰρετικοὺς μάχη. καὶ ὁ περὶ εὐσεβείας ἀγὼν, ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμῆ τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι. ἀντιτίθησι πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδωκεν τὴν πλευρὰν· ἵν’ ὅθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρια · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον, καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέ θη· ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορῶς τῶ σώματι τὴν πλευρὰν διενύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὑπέμενεν μὲν τὰ ἄλλα ἔτή ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίνην κατάστασιν. θεοῦ θυ γὰρ πάθος οὐχ ἅπτεται· θεὸν θν πάθος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστιν κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μὴ φοβηθῆται ἀπο τῶν ἀποκτεινόντων τὸ σῶμα. τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, ἐπιτέλει τῆς οἰκονομίας· ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ ὑποκύπτουσαν νόμοις φύσεως· ὥς φησιν ἐπι τοῦ σταυροῦ στρου τετέλεσται· πάτερ περ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύσιν διέλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυ χήν μου. καὶ ἐξου σίαν ἔχω λαβεῖν αὐ τήν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τὸ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι, προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὖρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι· ζῶντα δὲ τῆ ἐνεργείαι· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον · μετὰ τὸν σταυρὸν στρον ὁμολόγησαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔνυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ ὃ ἐστὶν νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικὸν. τότε ἡ πλευρὰ πηγὴν ἤνοιξεν σωτηρίας σριας . διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκὼς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα. τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον. καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διὰ τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρά· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στρου . πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδὰμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου, φλογίνην ῥομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομ φαῖα ἦν στρεφομένη, πᾶν δὲ τὸ στρεφόμενον ἕως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων. οὐχ’ ἵσταται, ἴστε ἀπὸ τῆς πεῖρας ἀδελφοὶ τὸ λεγόμενον, πᾶν τὸ στρεφόμενον ἐὰν μή τινι συγκρούση οὐχ ἵσταται τοῦ ἰδίου δρόμου, ἐπεὶ οὖν οὐδεὶς ἠδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη· ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου · τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευράν· ἵνα δια τῆς αἰσθητῆς λόγχης· ἡ νοητὴ ῥομφαία συγκρούσασα τῆ πλευρᾶ, παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μὴκέτι λοιπὸν τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξα το τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν δια τῆς πλευρᾶς· καὶ εὐθέως ἠ νοίγη ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῶ πληγέντι διὰ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου· καὶ ἐπιτέλει. τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν. ἀλλ’ οὐκ ἠφάνισεν· ἀπέστρεψεν. ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἶδα ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω ὅτι παράδεισον ἕνα ἀπολέσαμεν· καὶ μυρίους παραδείσους ἀναπᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθημεν δια τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθοῦ τῶ πατρὶ πρι δόξα συναγίω πνεύματι πνι . εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–