Quomodo animam acceperit Adamus (Ms Mz)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local011- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλ λιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεῆς· πόνοι, γεννῶσιν ἀρετάς· πόνοις, ἁρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις, ατορθοῦται τὸ λαμπρὸν τοῦ μαρ υρίου στρατήγημα· πόνων ἔπαθλον· ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · νυσται τοίνυν ἡμῖν μετὰ τῶν ρῶν τούτων πόνων ἡ πανάρε τος ἑβδομᾶς· καὶ εἰς τέλος, ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἐστιν ἡ ἡμέρα καθὴν ὁ ἀ δὰμ ἐπλάσθη· καθ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα. καθὴν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕκτη ἡμέρα· πάλιν αὐτὸν ἀνα πλάττει, ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἰκουμένην καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοίως διεποίκιλεν, ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν ἀπετείχισεν· σύμπασαν δὲ τὴν πρέπειαν τῶδε τῶ κόσμω περιέ κεν ὡς πολλάκις ἔφθην εἰπών ἐδημιούργησεν καὶ ἔπλασεν τοῦ κό σμου τούτου χειροτονειτὸν, δεσπό πλάττει δὲ αὐτὸν· οὐχ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη λόγω μόνω κελεύσας ἀπὸ γῆς προσέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν, εἰς ὃ ἥμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα, ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σώματος. ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρῆναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μήδε τὸν τρόπον ἴδη τοῦ γινομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γαρ ἕκαστον ἡμῶν πλάτ τει ἐν κοιλία· καὶ πῶς πλάττει, οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμε θα καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς πλάσεως, οὐδεὶς καταλαμβάνει· τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν· ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα, αὐτὸ ἢν, ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ , μετεδόθη τῶ σώματι ἡ ψυχή· ἔστι δὲ πολλῆς οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ ἐχρὴν ἐν τὸ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδε ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θυ θεοῦ οὐσία οὐ μερίζεται οὐδὲ ἀλλοιοῦ ται. ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμι φησὶ καὶ οὐκ ηλλοίωμαι· ἔπειτα ἀδελφοὶ· οὐ μόνον εὑρίσκομεν δι’ ἁμαρτανούσας τὰς ψυχὰς, καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μη φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μη δυναμέ νων ἀποκτείναι· φοβήθητε δὲ μᾶλ λον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννη· εἰ ἡ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρίνει ὁ θεός θς · τί οὖν βού λεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐνέργεια ἐστίν· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκου ω ό μεν ον · θεοπρεπῶς δὲ νοο ῦ ύ μενον· τὸ πνεῦμά πνα ἐστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα προελθὸν τὸ ἅγιον. οὐκ αὐτὸ γέγονε ψυχὴ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινων τῆ δημιουργία τοῦ σώματος. καὶ τῆ διμιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον. τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅ τι μέρος μὲν ὁ πατὴρ πηρ ἔλαβεν. μέρος δὲ ὁ υἱὸς υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνο λέγω. ὅτι κἂν ὁ πατὴρ πηρ ποιήση. υἱοῦ υυ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήση. πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία. ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ υω καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ διμιουργία· ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα. παραλαμβάνεται τὸ πνεῦμα πνς ; οὐκ οὖν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κὰν θέλωσιν οἱ ἐχθροὶ καν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος φησίν· πάντα πρὸς σὲ προσ δοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον· δόντος σου, αὐτοὶ συλλέξωσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα. τὰ σύμπαντα πλη σθήσονται χρηστότητος· ταύτα τὴν ἄφθονον τοῦ θεοῦ θυ χωρηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσι. καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι· ἐξα ποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περι τῆς ψυ χῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψωσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται· ἐξαποστελεῖς φησι τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἱρετικοὶ, ἑτέρα μαρτυρία πάλιν πιστώσηται τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· καὶ ἐπέβαλεν ἐπ αυτὸν ἔκστασιν εστιν ὕπνον καὶ ὕπνωσεν. καὶ ἔλαβ μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσα καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται. δανεί ται· ἐξ ὧν ποιεῖ. λαμβάνει· ἔλα βεν μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ ἐπλή ρωσε σάρκα ἀντ αυτῆς· πόθεν ἀνεπλήρωσεν· ἀπορεῖ μὲν ὁ λόγ ἡ δε δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκο δόμησεν τὴν πλευρὰν ἣν ἔλαβ εἰς γυναῖκα· πῶς πάλιν ὠκοδό μησεν ὁστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἧπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶσσα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβά νει πλευρὰν, καὶ δημιουργεῖ γυναῖκ καὶ βλέπε τὴν πάνσοφον σοφίαν. πὸ ἑνὸς, πλάττει δύο, ἵνα ἀπὸ δύο ἕνα πάλιν ἀποτελέση διὰ τῆς συναφίας· ἀπὸ τοῦ ἀδὰμ ὠκοδόμησεν τὴν γυναῖκα. ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς. ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ πὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον. ς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀ νθρώπινον. τὸ δὲ νόημα θεῖον· ἐρμήνευσον πῶς ὠκοδόμηται πλευρᾶ. καὶ οὐχ εὑρήσεις· πῶς μὲν ἡ πλευρᾶ ὠκοδόμηται οὐχ εὑρήσεις· πῶς τὸ μὲν ἔπλασεν. τὴν δὲ ὠκοδόμησεν· μὴ τ’ αὐτόν ἐστιν πλάττειν ἀπὸ γῆς, καὶ ὠκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς. ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ, καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφίας· καὶ εἰσὶν οἱ μὲν γεννητοὶ. ὁ δὲ πλαστός· ἡ δὲ οἰκοδομητῆ· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία· ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τοσαύτην ἔχει καὶ τὰ πράγματα διάστασιν· δὸς οὖν τὸν ἀδὰμ διαφορὰν προς τοὺς ἐξ αυτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γενητός ἐστιν καὶ ἀγέννητος· γενητὸς, καθ’ ὃ ἐγένετο· ἀγέννητος, καθ’ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη. ἀλλ’ οὐκ εγενν ἡ δε γυνὴ, οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθ καὶ οὐκ ἐγεννήθη· ἡ γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κ καὶ ἄβελ καὶ τους ἐξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλά σθησαν, οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν ὀνομάτων. ἄλλο γὰρ τὸ πλασθῆναι. ἄλλο τὸ οἰκοδομηθῆναι. καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξόν μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αυτῶν· εἰ δὲ τέμνονται ταῖς προσηγορίαις, καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστόν· εἰ τὰ ὀνόματα ἃ, συνεχῶς περιστρέφεις, ἐναλάττει μὲν προς τὴν ἐκφώνησιν. συμφωνεῖ δὲ προς τὴν ἀλήθειαν. πόθεν σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία; οὐκ ῆν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζε τε αὐτοὺς ἐν ὀνόματι γεννητοῦ καὶ ἀγεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη καὶ ὁ περὶ εὐσεβείας ἀγὼν ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δε τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ ἀδὰμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευρὰς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως, γυνὴ δε εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ, ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι, ἀντιτίθησι πλευρὰν πλευρά· καὶ ἐν τῶ σταυρῶ στρῶ τῆ λόγχη παρέδωκεν τὴν πλευρὰν, ἵν’ ὅθεν ἐπήγασε τὸ τραύμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξῆλ θεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη. ὁ σωτὴρ σηρ οὐκ εγρηγορῶς τῶ σώματι. τὴν πλευρὰν διενύγη, ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, ὑπέμενεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος, καὶ ταύτα κατὰ τὴν ἀνθρωπίνην κατάστασιν. θεοῦ θυ γὰρ πάθος οὐχ ἅπτεται· θεὸν θν πάθος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μη φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. τὴν δε ψυχὴν μη δυναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει, καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν, ὑπομεῖνας, κατὰ τὴν ἀνθρωπίνην οἰκονομίας, ἐπι τέλει τῆς οἰκονομίας, ἵνα δείξη τῆν οἰκονομίαν αὐθεντοῦσαν, καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως, ὥς φησιν ἐπὶ τοῦ σταυροῦ στροῦ τετέλεσται· πάτερ περ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φύσιν διέλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὐ τὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέ δωκεν τὸ πνεῦμα πνα , κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ, μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶται ἀπιστείσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγὶς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρωπίνην ἀνίνην τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι. προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι· ζῶντα δὲ τῆ ἐνεργεῖα· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὁμολόγησαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔνυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ ὅ ἐστιν νεκρῶ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικὸν, τότε η πλευρᾶ, πηγὴν ἤνοιξεν σωτηρίας σρίας , διὰ την πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος, ὁ παρεστηκῶς τῶ σταυρῶ στρῶ · ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω, καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε, μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δε αἱρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· δια τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ, ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ . πάντα λυθῆναι τα κατὰ τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπο τοῦ παραδείσου. φλογίνην ῥομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δε ῥομφαία ἦν στρε φομένη· πᾶν δὲ το στρεφόμενον, ἕως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων, οὐχ’ ἴσταται· ἴστε ἀπὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον. ἐὰν μή τινι συγκρούση, οὐχ’ ἴσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἡδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη, ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στροῦ . τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευρὰν, ἵνα διὰ τῆς αἰσθητῆς λόγχης. ἡ νοητῆ ῥομφαία συγκρούσασα τῆ πλευρὰ, παύσηται λοιπὸν τῆς ἀπειλῆς, καὶ μηκέτι λοιπὸν τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν διὰ τῆς πλευρὰς, καὶ εὐθέως ἡνοίγει ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῶ πληγέντι δια πλευράς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου, καὶ ἐπι τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ἡλέησεν· ἐξέβαλεν, ἀλλ οὐκ ηφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἴδα ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω , ὥστε καὶ ἡμῖν ἐμβαλεῖν, τῶν λειπομένων τὴν ἔννοιαν, καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ. καὶ σοφώτερος ἔσται· εὐχαριστή σωμεν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπολέσαμεν, καὶ μυρίους παραδείσους ἀναπάσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω , ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν· :– :–