Quomodo animam acceperit Adamus (Ms Pb)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local012- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
λόγος λβ καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων. καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἁρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον. ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων. ἡ πανάρετος ἑβδομάς· καὶ εἰς τέλος ἔδραμε τὸ πρῶτον γυμνάσιον. καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἐστιν ἡ ἡμέρα. καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη. καθ’ ἣν κατ’ εἰκόνα θεοῦ θυ γέγονε· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆι τῆι ἡμέραι καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περι πλάσεως ἀναλαβεῖν λόγους· ἔπλα σεν αὐτὸν ὁ θεὸς θς τῆι ἕκτη ἡμέραι· πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κα τα τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς τὴν οἰκουμένην. καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίωι καὶ σελήνηι καὶ ἄστροις. καὶ τὴν γῆν ὁμοίως διεποίκιλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην. ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην. καὶ θάλασσαν μὲν ἐπετείχισε. σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶιδε τῶι κόσμωι περιέθηκεν. ὡς πολλάκις ἔφθην εἰπὼν. ἐδημιούργισε καὶ ἔπλασε τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ. οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη. λόγωι μόνωι κελεύσας. ἀπὸ γῆς προέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα. λόγωι καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ χείρ ἐστι καὶ μέλος τοιοῦτον. ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν· πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ μικρὰ τῶν ἔργων. ἐπιτάττοντες ποιοῦμεν. τὰ δὲ ποθεινὰ. δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτό φησὶν φη ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβε χοῦν. οὐ βῶλον. οὐ παχυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅ ρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον. καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος. ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων . ἐν αὐτῆι τῆι δημιουργίαι ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διό φησίν φη · ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς. καὶ ὧδε χοῦς· ἐκεῖνος τῆι δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆι σοφίαι τοῦ δημιουργοῦ μεταβάλλεται· ἔλαβε χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν. καὶ τὶ ἔπλασεν. ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν. τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι. πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεὸς θς . ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων. πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον. καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἐνέθηκεν· διὰ τί· ἵνα καὶ ἐν τοῦτο δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη· λυόμενα θανάτωι συναφανίζει τῶι σώματι καὶ τὴν ψυχὴν. ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννησιν· ὅπου πάλιν τὸ πᾶν ἔμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν σῶμα. ἀπο γῆς λαμβάνει. τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον. ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τούτο. τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς. εἶτα ζῶν· πρῶτον ἔπλασε σῶμα νεκρόν εἰς ὃ ἔμελλε καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα, καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σώματος· ἵνα μὴ γέ νηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆι δημιουργία· ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται. ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον εἰδῆ τῶν γινομένων· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεὸς θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις, τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως. οὐδεὶς καταλαμβάνει· ὢ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶι· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκωι κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος, οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν φη · ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς. καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶι σώματι ἡ ψυχή· ἔστι δὲ πολλῆς, οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ γ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ. οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφήν. ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἄλλωι δὲ ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία. οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμί φησιν φη καὶ οὐκ ἀλλοίωμαι· ἔπειτα ἀδελφοί· οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς. καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει ὁ σήρ σωτήρ · μὴ φοβησθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φο βήθητε δὲ τὸν θεὸν θν · τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα· ἡ τοῦ ἁγίου πνεύματός πνς ἐστιν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων. καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον. οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀνίνως ἀκουόμενον· πνεῦμά πνά ἐστι τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προελθὸν. οὐκ αὐτὸ γέγονε ψυχὴ. ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆι δημιουργίαι τοῦ σώματος. καὶ τῆι δημιουργία τῆς ψυχῆς· πατὴρ γὰρ καὶ υἱὸς. καὶ πνεῦμα τὸ ἅγιον· τῆι θείαι δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν κτισθή τε δ πρὸς τ ὁ πατὴρ πὴρ συνεβάλετο· μέρος δὲ ὁ υἱός· μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνο λέγω· ὅτι κἂν πατὴρ πὴρ ποιήση, υἱοῦ τὸ ἔργον. καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς δημιουργήση· πατρὸς πρς ἡ δημιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ενέργεια· εἰ δέ τις ἀπιστεῖ. ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῆι ἡμετέραι δημιουργίαι. ἐλεγχέσθω ἐκ των μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν. πῶς τῶι ἁγίωι πνεύματι ἐπιγράφεται ἡ μυσταγωγία· πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνς πνεύματος ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ’ ὅτε μὲν ἐκτίσθημεν. οὐ χρεία γέγονε τοῦ πνεύματος πνς , ὅτε δὲ ἀνακαινιζόμεθα προσλαμβάνεται τὸ πνεῦμα πνα ; οὐκοῦν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μὴ θέλωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆι δημιουργικῆι δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατα σκευῆς φησίν φη · πάντα πρὸς σὲ προσδοκῶσι κύριε κε . δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου. αὐ τοὶ συλλέξουσιν· ἀνοίξαν τος δέ σου τὴν χεῖρα· τὰ σύμπαντα πλησθή σεται χρηστότητος· ταῦ τα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀπο στρέψαντος δέ σου τὸ πρό σωπον ταραχθήσονται. ἀντανελεῖς τὸ πνεῦμα πνα αὐ τῶν καὶ ἐκλείψουσιν· καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπι στρέψουσιν · ἐξαποστε λεῖς τὸ πνεῦμα πνα σου καὶ κτι σθήσονται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει, ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται· ἐξαποστελεῖς τὸ πνεῦμά σου φησι φη καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀντιλέξαι τολμήσουσι τὴν ἀλήθειαν οἱ αἱρετικοί, ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ γ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης. ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγιον καὶ προσκυνητὸν. δι’ οὗ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται. ἔργον ἐστι τοῦ ἁγίου πνεύματος πνς · τῆς γοὖν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα· καὶ λεγούσης πῶς ἔσται μοι τοῦτο. ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ. καὶ δύναμις ὑψί στου ἐπισκιάσει σοι· τινὲς ἐνόμισαν. πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι. αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεῖ δὲ εἰδέναι. ὅ τι αὐτὸ ἐκάλεσε καὶ πνεῦμα πνα ἅγιον. καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται. χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἱερουσαλὴμ. ἕως οὗ ἐνδύσησθε δύ ναμιν ἐξ ὕψους· καὶ πρὸ τούτων ἀδελφοὶ ὁ ἄγγελος τῶι ἰωσὴφ διαλεγόμενος φησίν φη · ἰωσὴφ υἱὸς δαυὶδ, μὴ φοβηθῆς παραλα βεῖν μαριὰμ τὴν γυναῖ κά σου· τὸ γὰρ ἐν αὐτῆ γεν νηθὲν· οὐ γενηθὲν ἵνα μὴ νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν, ἐκ πνεύματος ἐστιν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔδειξε τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθῆς· πατρὶ πρὶ μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα. τῶι δὲ πνεύματι πνι τὴν οὐράνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐκτίσθη· κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς. κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον . τὸ δὲ πνεῦμα πνα τὸν οὐράνιον οὐνιον · ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ. καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη. ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα. ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆι δημιουργίαι τοῦ σώματος. οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆι τῆς γυναικὸς δημιουργίαι· δια τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα. ἐπιβάλλει τῶι ἀδὰμ κοίμησιν· ἵνα μὴ παρῆ. μὴ δὲ περιεργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστα σιν· τοῦτέστιν ὕπνον, καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας, καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζεται δανείζεται· ἐξ ὧν ποιεῖ, λαμβάνει· ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ· καὶ ἀνεπλήρωσεν σάρκα ἀντ αὐτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος, ἡ δὲ δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν, εἰς γυναῖκα· πῶς πάλιν ὠ κοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἤπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἐπετάσθη τὰ ὦτα· πῶς ἤνθησαν τρίχαις· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐ πὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει μίαν τῶν πλευρῶν αὐτοῦ· καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς, πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλιν ἀποτελέση δια τῆς συναφείας· ἀπὸ τοῦ ἀδὰμ, ἔτεκε τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον. εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ανινον , τὸ δε νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται. καὶ οὐχ εὑρήσεις· πῶς τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμησεν· μὴ ταὐτόν ἐστι πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς; ἔπλασεν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευά ζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἑξῆς ἅπαντας ἀπὸ συναφείας· καί εἰσὶν οἱ μὲν γεννητοὶ. ὁ δὲ πλαστὸς. ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία; ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν. τοσαύτην ἔχει τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶι ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ γενητός ἐστι καὶ ἀγέννητος· γεννητὸς, καθ ὃ ἐγένετο· ἀγέννητος. καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη. ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ. οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη· οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περι κάϊν καὶ ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθησαν. οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια· ἄλλο γὰρ τὸ πλασθῆναι. καὶ ἄλλο τὸ οἰκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξόν μοι οὐσίας διαφορὰν. τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς προσηγορίαις. καὶ οὐ τέμνονται τῆι οὐσίαι, τί θαυμαστόν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφων. ἐναλλάττει μὲν προς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆι προσηγορία; οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεὸς; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο· αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζετε αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη. καὶ ὁ ὑπὲρ εὐσεβείας ἀγὼν, ἑτέρωι καιρῶι ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶι ἀδὰμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν. ἐπεὶ οὖν ἔμελλεν· ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τοῦ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι· ἀντιτίθησι πλευρὰν, πλευρᾶι· καὶ ἐν τῶι σταυρῶι στρωι τῆι λόγχηι παρέδωκε τὴν πλευράν· ἵν’ ὄθεν ἐπήγασε τὸ τραῦμα. ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον. καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ περὶ τὸν ὕπνον ἀφηρέθη τὴν πλευρὰν· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη· ὁ σωτὴρ σὴρ οὐκ ἐγρηγορὼς τὸ σώματι τὴν πλευρὰν διενύγη. ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος. ἔδωκε τὴν πλευρὰν τῶι στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου. ὑπέμεινε μὲν τὰ ἄλλα. ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα. κατὰ τὴν ἀνθρωπίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ ἅπτεται· θεὸν θν πάθος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλ λεται λέγων· μὴ φοβηθῆ τε ἀπὸ τῶν ἀποκτενόν των τὸ σῶμα. τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει. καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οὐσίαν τὰ πάθη. ἐπετέλει τὰ τῆς οἰκονομίας. ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ ὑποκύπτουσαν νόμοις φύσεως· ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου · τετέλεσται· πάτερ περ , εἰς χεῖράς σου. παρατίθη μι τὸ πνεῦμά πνα μου· φωνῆι τὴν φύσιν διέλυσε. καὶ λόγωι τὴν πῆξιν ἐφήρμοσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα . κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως. οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς. καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶι ψιλῶι ῥήματι τὴν ψυχὴν παραδόναι· προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶι σώματι. ζῶντα δὲ τῆι ἐνεργείαι· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον . μετὰ τὸν σταυρὸν στρὸν ὡμολόγουν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν αὐτοῦ ἔνυξεν· ἐξῆλθεν αἷμα καὶ ὕδωρ. ὅ ἐστι νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικόν, τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας σωρίας . διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκὼς τῶι σταυρῶι στρωι · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω. καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶι ἀδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς . καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα. τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον καὶ νῦν μετὰ τὴν κοίμησιν· οἱ στρα τιῶται αἷμα ἰδόντες. υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετικοὶ καὶ θαύματα βλέποντες. κτίσμα λέγουσιν· ÷ διατί δὲ ἀδελφοὶ τῆι λόγχηι ὑπήντησεν ἡ πλευρά· ·|·ἔδει ἐν τῶι σχήματι τοῦ σταυροῦ στρου πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ἐκβαλὼν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου. φλογίνην ῥομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον· ἕως ἂν κρούση τινὶ τῶν ἀντιπιπτόντων οὐχ ίσταται· ἴστε δὲ ἀπὸ τῆς πείρας ἀδελφοί τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον. ἐὰν μή τινι συγκρούση. οὐχ ίσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἠδύνατο ἀντιστῆναι τῆι ῥομφαίαι τῆι πυρίνη, ἐν τῆι οἰκονομίαι τοῦ σταυροῦ στρου · τὸ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν· ἵνα διὰ τῆς αἰσθητῆς λόγχης· ἡ νοητὴ ῥομφαία συγκρούσασα τῆι πλευρᾶι παύσηται λοιπὸν τῆς ἀπειλῆς. καὶ μηκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν δια τῆς πλευρᾶς. καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία. τῶι πληγέντι δια πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου. καὶ ἐπι τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν. ἀλλ’ ἠλέησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ἠφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἶδα ὅτι ὁ καιρὸς τῆι λειτουργίαι παραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶι θεῶι· ὥστε καὶ ἡμῖν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν. τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶι ἀφορμὴν· καὶ σοφώτερος ἔσται· εὐχαριστή σωμεν οὖν τῶι θεῶι θῶι ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν. καὶ μυρίους παραδείσους ἀνὰ πάσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶι θεῶι θῶι · ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες. εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶι πατρὶ πρὶ δόξα σουσης τ συναγίωι πνεύματι πνι · εἰς μεθ’ οὗ τω πατρὶ πρὶ δοξα σ τοὺς αἰσυνάγιω πνεύματι πνι εις τους αι ῶνας τῶν αἰώνων. ἀμήν.