Quomodo animam acceperit Adamus (Ms Pc)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local013- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων καρπὸς ευκλεῆς· πόνοι γεννῶσιν αρετάς· πόνοις ἀρμόζεται τὸ της νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον ἡ βασιλεια τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετὰ τῶν ἰερῶν τούτων πόνων ἡ πανάρετος ἐβδομᾶς· καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβεῖας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡ ἡμέρα καθ ὴν ὁ αδὰμ ἐπλάσθη· καθ ὴν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἠνῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὐπήκουσεν, ἀνάγκη σήμερον ἐν αυτῆ τῆ ἠμέρα καθ ὴν ὁ αδὰμ ἐπλάσθη τοῦς περὶ της πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὀ θεός θς , τήδε τῆ ἡμέρα· πάλιν αὐτὸν ἀναπλάττει ὁ του θεοῦ θυ λόγος κατα τήνδε τὴν ἡμέραν· τί οὗν. ἴνα τῆς προκειμένης ἐπαγγελίας ἀψώμεθα· ὄτε ο θεὸς θς ἐποίησεν τὴν οἰκουμένην καὶ διεκόσμησεν οὐρανὸν ὀυνον ἠλίω καὶ σελήνη καὶ ἄστροις· καὶ την γὴν ὀμοίως δι ἐποίκιλεν ποταμοῖς καὶ πηγαῖς δι ἐζωσμένην, καὶ θάλασσαν μὲν ἀπετείχεισεν· συμπάσαν δὲ την ευπρέπειαν. τῶ δὲ τῶ κόσμω περὶ ἕθηκεν· ὢς πολλάκις ἕφθην εἰπὼν· ἐδημιούργησεν καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ αὐτὸν, οὑχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τετράποδα καὶ τα θηρία καὶ τα κτήνη· λόγω μόνω κελεύσας ἀπο γῆς πρὸσ ἔφερεν· ἐξ ἀγαγέτω ἡ γῆ τετράποδα ἐρπετὰ καὶ θηρία· τα δοῦλα. λόγω καλεῖται· το δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διαπλάττεται· οὐχ’ ὄτι θεοῦ θυ χείρ ἐστὶν καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεῖς τὸ τίμιον παραστήσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ θυ χείραν δημιουργοῦσαν· τὰ μὲν γὰρ οἱκτρὰ τῶν ἔρ γων, ἐπὶ τάττωντες ποιοῦμεν. τα δὲ ποθηνὰ, δι αὐτῶν τῶν χειρῶν ἀναλαμβάνωμεν· δια τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν οὑ βώλον· οὑ παχυτάτην γῆν, ἀλλὰ λεπτότατον χοῦν· ὄρα πῶς ἐξ αυτῶν τῶν πρὸ οἱμίων ἠ ελπὶς ἐπάγη τῆς ἀναστάσεως· επειδὴ γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον καὶ εἰς χοῦν θανάτου κατήγαγες με· ἴνα μή τις τῶν ἐν τοις τάφοις χοῦν θεασάμενος, ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αυτῆ τη δημιουργία ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν, ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς, ἐκεῖ χοῦς. καὶ ὤδε χοῦς· ἐκείνος τη δυνάμει του τεχνήτου μετεποιήθη, καὶ οὕτος τη σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τί ἔπλασεν ἔμαθες· το δὲ πῶς μετεποίησεν οὑ παρέλαβες· τὸν λογον ἐδίδοξεν. τὸν δε τρόπον ἀπέκρυψεν· ἴνα μάθης μὴ περι ἐργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ επετράπης· περὶ εργάζεσθαι, πολλῶ μάλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν ουκ οφείλης· επειτα μὲν τετράποδα ποιῶν ὁ θεός θς ὁμοῦ μετων σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἀνον πλάττων, πρῶτον κὰτὰ σκευάζει τὸ του σώματος ὄργανον· καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· δια τί. ἵνα καὶ ἐν τοῦ το δείξη, τὴν ὑπερ ὀχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τα μὲν ἄλλα ζῶα καὶ τα κτήνη λυόμενα θανάτω συναφανίζει τὸ σώματι καὶ τὴν ψυχήν, ἐκείθεν αὐτῶν λέγει τὴν γέννεσιν. ὄπου παλιν το πᾶν ἤμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἀνον πλάσας. τὸ μὲν σῶμα απο γῆς λαμβάνει, τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοὶ τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχοροῦν παραστήσω· ἐκ προ οἱμίων γὰρ καὶ τοῦτο τὴν ἐλπίδα τῆς ἀναστάσεως ὐπογράφει· πλάττει τὸ σῶμα πρώτον. καὶ πρῶτον ἄνθρωπος ἀνος ἔλαβεν εἰκόνα νεκρὰν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν της ψυχῆς ἐδεξατο· πρῶτον ἐδειχθη νεκρὸς, εἰτα ζῶν· πρῶτον ἔπλα σε σῶμα νεκρὸν. εἰς ὂ. ἤμελλεν καταλήγην ὁ ἄνθρωπος ἀνος · εἶτα, ὄτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ ου ποιεῖ τὴν ψυχὴν πρ ω ὸ του σώματος; ἴνα μη γένηται αὐτόπτης των γινομένων· οὑ ποιεῖ τὴν ψυχὴν παρεῖναι τη δημιουργία, ἴνα μὴ καυχησηται ὠς σύνεργος τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἴνα μὴ καῦχήσ η ει ται, ἀλλ’ ἴνα μηδε τὸν τρόπον ἤδει του γινομένου· οὕτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει, οὑδενὶ βλέπειν συνεχώρησεν· σπειρώμεθα καὶ πλαττώμεθα· καὶ ἡ μὲν φύσις τὸν δρόμον ανύει, τὸν δὲ τρόπον τῆς πλάσεως οὑδεῖς καταλαμβάνει· ὧ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κυλία· οἴκος ἐν οἴκω κατασκευάζεται· καὶ ὁ ἔξωθεν οἴκος οὑκ εσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἀνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν· ἐνεφύσησεν ὁ θεὸς θς εἰς το πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος ἀνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὄτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἠ ψυχῆ. καὶ ὄτι ἐκ τῆς οὑσίας τοῦ θεοῦ θυ μετεδόθη τὸ σώματι ἠ ψυχῆ· ἔστιν δὲ πολλῆς· οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὀ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ η ψυχῆ· λέγω δὴ ἐκ της ουσίας αὐτοῦ· οὑκ ἐχρὴν, ἐν τῶ μὲν εἴναι σοφὴν, ἒν ἄλλω δὲ, μωρὰν καὶ ασύνετον· οὑδε ἐν τῶ μὲν εἴναι ψυχὴν δικαίαν. ἐν ετέρω δὲ ψυχὴν ἄδικον. ἠ γὰρ τοῦ θεοῦ θυ οὑσία οὑ μερίζε ται οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀναλλοίωτος ἐγὼ γάρ εἰμὶ φησὶν καὶ ουκ ηλλοίωμαι· ἔπειτα ἀδελφοὶ οὐ μόνον εὐρίσκομεν διαμαρτανούσας τὰς ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας ὣς οὑκ εἰσὶν ἐκ της θείας οὑσίας. ἀλλ’ εὐρίσκομεν αὐτὰς καὶ κρίσει ὐποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων το σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεί ναι· φοβηθητε δὲ τὸν θεὸν θν τὸν δυνάμενον καὶ σῶ μα καὶ ψυχὴν ἀπολέσαι ἐν γε ἔννη· εἰ οῦν ἐξ αυτοῦ η ψυχῆ. ἐ αὐτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα αναγκαῖον ἱδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ του ἁγίου πνεύματος πνς ἐνέργειά εστιν· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνέφύσησεν εἰς τα πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἄγιον, οὗτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμενον, θεοπρεπῶς δὲ νοῶμεν, τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνητὸν καὶ ἄγιον· τοῦτο τὸ πνεῦμα πνα πρὸς ἐλθὸν τὸ ἄγιον, οὐκ’ αὐτὸ γέγονεν ἠ ψυχὴ, ἀλλὰ ψυχὴν ἔκτησεν· οὑκ’ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἄγιον, τη θεῖα δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μη νομίσης ὄτε μέρος μὲν ὁ πατὴρ πηρ συνελάβετο, μέρος δὲ ο υἱός υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἄγιον· ἀλλ’ ἐκείνω λέγω, ὄτι κὰν πατὴρ πηρ ποιήσει, υἱοῦ υυ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κὰν υἱὸς υς δημιουργήσει, πατρὸς πρς ἠ δημιουργία, καὶ του ἁγίου πνεύματος πνς ἠ ενέργεια· εἰ δέ τις· ἀπιστεῖ ὄτι το πνεῦμα πνα τὸ ἄγιον. οὐκ εκοινώνησεν τῆ ἠμετέρα δημιουργία, ἐλεγχέσθω ἥλιος ἐκ τῶν μυστηρίων· εἰ μὴ σημείωσαι ση ὐπο τῆς τριάδος ἐκτίσθημεν, πῶς ὐπο τῆς τριάδος ἀναγεννόμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ υω καὶ τῶ ἀγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία· πῶς ἐν ὀνόματι τοῦ πατρὸς πρς καὶ υἱοῦ υυ καὶ τοῦ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἠ δημιουργία. ἀλλὰ ὄταν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς , ὅτε δὲ ἀνακαινιζόμεθα· παρὰ λαμβάνεται τὸ πνεῦμα πνα ; οὐκ οὖν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἄγιον κὰν θέλωσιν οἱ ἐχθροὶ κὰν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τη δημιουργικῆ δυνάμει του πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατὰ σκευῆς φησὶν· πάντα προς σὲ πρὸς δοκῶ σιν κύριε κε δούναι τὴν τροφῆν αὐτοῖς εἰς εὔκαιρον, δόν τος σοῦ αὐτοὶ συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησ θήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χο ρηγίαν ἐνδεικνυται· εῖτα τί το ἐπαγόμενον· ἀ ποστρέψαντος δέ σου τὸ πρό σωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐ τῶν καὶ ἐκλίψωσιν καὶ εἰς τον χοῦν αὐτῶν ἐπὶ στρέ ψωσιν· ἐξ ἀποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὑκοῦν κτίστης καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἄγιον· καὶ βλέπε ρημάτων ἀκρίβειαν· ὄτε μὲν περὶ τῆς ψυχῆς τῆς ἠμετέρας λέγει, ἀντανελεῖς το πνεῦμα πνα αὐτῶν καὶ ἐκλίψωσιν· ὄτε δὲ περὶ πνεύματος πνς ἀγίου διαλέγεται· ἐξαποστελεῖς φησὶν τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ προς ταῦτην ἀναβλέψαι τὴν ἀλήθειαν τολμήσωσιν οἱ αιρετικοὶ, ἐτέρα μαρτυρία πάλιν πιστῶσηται τὴν του ἀγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνου καὶ γῆς καὶ θαλάττης ἔργον τοῦ ἁγίου πνεύματος πνς εὐρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγιον καὶ προσκυνητὸν δι οῦ καὶ οὐρανὸς οὐνος καὶ γῆ καὶ ὁ κόσμος ὄλος ἀνακαινιζεται ἐργόν ἐστὶν τοῦ αγίου πνεύματος πνς · τῆς γοῦν παρθένου παρθνου τῆς ἀγίας ἀποροῦσης, περὶ τὴν ευαγγελισθεῖσαν ξένην ὡδήναν καὶ λεγούσης, πῶς ἔσται μοι τοῦτο ἐπεῖ ἄν δρα ου γινώσκω· ὀ ἄγγελος φησὶν πρὸς αὐτὴν. πνεῦμα πνα ἄγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμις ὐψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμισαν· πνεῦμα πνα μὲν ἄγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὐψίστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέναι ὅτι αὐτὸ εκάλεσεν, καὶ πνεῦμα πνα ἄγιον καὶ δύναμιν ὐψίστου. ὤσπερ γὰρ ὀ υἱὸς υς δύναμις ὐψίστου καλεῖται χριστὸς χς γὰρ δύναμις θεοῦ θυ , οὕτω καὶ το πνεῦμα πνα τὸ ἄγιον δύναμις ὁνομάζεται· λέγει γοὗν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἰερουσαλήμ ἰλημ , ἔως ὰν ἐνδύσησθαι δύναμιν ἐξ ὔψους· ἔπειτα δὲ ἀδελφοὶ ο ἄγγελος τῶ ἱωσὴφ διαλεγόμενος φησὶν· ἱωσὴφ υἰὸς δαυίδ δαδ · μη φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναίκα σου. τὸ γὰρ ἐν αυτῆ γεννηθὲν ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· ἵνα μη νομήσις τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι· οὑκ εἰπεν τὸ γὰρ ἐν αυτῆ δημιουργηθὲν ἐκ πεύματος πνς ἐστὶν ἁγίου· επεὶ οῦν τὸ σῶμα του χριστοῦ χυ ἔκτησεν τὸ πνεῦμα πνα τὸ ἄγιον· δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ’ ὄρα μη αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα, τοδὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τον σὸν λόγον ὄτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὑκ εσχεν εἰς τὴν δημιουργίαν τὸ πνεῦμα πνα · εὐρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς υς κτίζων τὸν γήϊνον ἄνθρωπον ἀνον , το δὲ πνεῦμα πνα τὸν οὐράνιον οὐνιον · ἐνεφύσησεν εἰς το πρόσωπον αὐτοῦ καὶ εγένετο εἰς ψυχὴν ζώσαν· καὶ πρόσεχε ἀκριβῶς· ὄτε ἐπλάσθη· ὄτε ἐδημιουργήθη· ὄτε τὸν οἰκείον ἀπέλαβεν χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὤσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρείναι τη δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὁφθαλμὸν παρεῖναι τη τῆς γυναικὸς δημιουργία· δια τοῦτο μέλλων πράττειν τὴν γυναῖκα ἐπιβάλλει τῶ ἀδὰμ κοίμησιν, ἴνα μὴ παρεῖ, μὴ δε διεργάζεται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ αὐτὸν ἔκστασιν, τοῦτέστιν ὔπνον καὶ ὔπνοσεν. καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. ὁ δήσας καὶ ἔλυσεν· ἐξ ῶν ἐργάζεται ἐξ ῶν ποιεῖ λαμβάνει. ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀντ αὐτῆς· πόθεν ἀνεπλήρωσεν, ἀπορεῖ ὁ λόγος. καὶ ὡκοδόμησεν τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν ὡκοδόμησεν, ὀστοῦν πλευρᾶς· πῶς εἰς οφθαλμὸν μετεποιήθη· πῶς εἰς χειρας διεπλάσθη· πῶς εἰς νεύρα διετάθη· πῶς εἰς ἤπαρ μετερυθμίσθη· πῶς εἰς την τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγει γλώσσαν· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ρήνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἶμα· ἑρμήνευσον τὴν σὶν δημιουργίαν, εἰ δε μὴ ἰσχύεις εἰπεῖν, ἐπὶ στόμησόν σου τὴν κατὰ του μονογενοὺς συκοφαντίαν· ἐπέβαλεν ἐπι τὸν ἁδὰμ· ἔκστασιν ὁ θεὸς θς καὶ ὔπνωσεν καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ τὴν γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν, ἀπὸ ενὸς πλάττει δύο, ἵνα ἀπο τῶν δύο τὸν ἔνα πάλιν ἀποτελέσει δια της συμφυίας· ἀπο του ἀδὰμ ἔτεκεν τὴν γυναῖκα, ἀπο τοῦ ἐνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπο τῶν δύο ποιεῖ τὸν ἔνα· τὸ γὰρ ἀπο γυναικος καὶ ἀνδρὸς τικτόμενον, εἰς ἒν ἀποτελεῖται σῶμα· το δὲ νοημα θεῖον· ἐρμήνευσον πῶς ὠκοδόμηται πλευρὰ, καὶ οὐχ’ ευρήσεις· πῶς μὲν η πλευρὰ ὡκοδόμηται οὐχ’ ευρήσεις· πῶς τὸν μὲν ἔπλασεν· τὴν δὲ ὡκοδόμησεν· μὴ ταυτὸν ἐστὶν πλάττειν ἀπο γῆς· καὶ ὠκοδομὴν ἀπο πλευρᾶς; έπλασεν τὸν ἀδὰμ ἀπο γῆς· ἐδημιούργησεν τὴν εὔαν ἀπο πλευρᾶς· κατὰ σκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ’ καὶ τους ἐξῆς ἀνθρώπους ἀνους ἄ παντας ἀπο συναφίας· καὶ εἰσὶν οἱ μὲν γεννητοὶ, ὁ δὲ πλαστός, ἡ δὲ ὠκοδομητὴ, τὰ ὀνόματα οὐκ’ ἴσα εμερίσθη ἡ οὐσία· ταῦτα μοι εὐκαίρως ἐρεῖσθω· ἐπειδη λέγουσιν οἱ αιρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐκ’ ὄμοια· ἀλλ’ ὄσον ἔχει τὰ ὀνόματα διαφορὰν, τοσαύτην ἔχει καὶ τα πράγματα τὴν διάστασιν· δῶς οὗν τῶ ἀδὰμ διαφορὰν προς τους ἐξ αυτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστὶν καὶ ἀγέννητος· γεννητὸς καθὸ ἐγένετο· ἀγέννητος καθῶς οὐκ εγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ εγεννήθη· ἡ δὲ γυνῆ οὔτε ἐγεννήθη οὔτε ἐπλασθη· ἐπανάλαβε πάλιν τὸ ῥήμα, καὶ στήσον τὸ νόημα· ὁ ἀδὰμ επλάσθη καὶ οὐκ εγεννήθη· ἡ γυνῆ ὠκοδομηθη, καὶ οὔτε ἀπο γῆς ἐπλάσθη, οὕτε ἀπο κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους · οὗτε ἐπλάσθησαν· οὗτε ὡκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν η έννοια τῶν ὁνομάτων· ἄλλο τὸ ὡκοδομηθήναι, καὶ ἄλλο τὸ γεννηθήναι· δεῖξον μοι διαφορὰν ουσίας τοῦ ἀδὰμ· προς τὴν εὔαν καὶ τοῦς ἐξ αυτῶν· εἰ δε τέμνονται ταις προσηγορίαις καὶ οὑ τέμνονται οὐσία. τί θαυμαστὸν εἱ τα ὀνόματα, ἂ συνεχῶς περὶ στρέφεις· ἐναλλάττει μὲν προς την ἐκφώνησιν, συμφωνεῖ δὲ προς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ αγίου πνεύματος πνς τη προσηγορία, οὑκ ὴν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ηδύνατο σοφῶν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοίας εὐρεῖν; οὐκ ηδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ ἀλλ’ ἡ μὲν πρὸς τους αἰρετικοὺς μάχη καὶ ὁ περὶ εὐσεβείας ἀγὼν ἐτέρω καιρῶ ταμιευέσθω· εἰς δε τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶ αδὰμ τὸν ὕπνον καὶ τότε την πλευρὰν ἔλαβεν· ἐπεὶ οῦν ἤμελλεν ἐκ τῆς πλευρᾶς ταῦτης πρὸ έρχεσθαι ἡ ἀφορμη τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγεν τὸν θάνατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεύσαι, ἀντιτίθησιν πλευρὰν πλευρᾶ, καὶ ἐν τω σταυρῶ στρω τη περὶ τῆς πλευρὰς τοῦ χριστοῦ χυ λόγχη παρέδωκεν τὴν πλευράν, ἵνα, ὄθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκείθεν ανθήσει ἡ σωτηρία σρια · ἐξήλθεν αῖμα καὶ ὔδωρ νόει τὸ μυστήριον· καὶ τίμησον τὸν οἱκονομήσαντα καὶ βλέπε τὸ θαυμαστὸν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τον ὕπνον ἀφηρεθη τῆς πλευρᾶς· οὑ γὰρ εγρηγορότως τοῦ ἀδὰμ, ἡ πλευρὰ ἀφηρέθη· ὁ σωτὴρ σηρ οὑκ εγρηγορῶς τω σώματι τὴν πλευρὰν δι ἐνύγη, ἀλλα μετα τὴν κοίμησιν τὴν του σώματος, ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ο σωτὴρ σηρ ἐπὶ του σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὐπέμενεν μὲν τα ἄλλα ἔτη εν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὑκ άπτεται· θεὸν θν πάθος οὐκ’ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ· εἰ μήπω καὶ τῶν ἠμετέρῶν ψυχῶν ἐστὶν κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγελλεται λέγων· μη φοβηθήτε ἀπο τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δε ψυχὴν μὴ δυναμένων ἀποκτειναι· πῶς αυτὸς τῶν παθῶν μετέσχεν τοῦ σώματος; ψυχῆ ουκ αποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; περὶ τῆς λόγχης πάντα οὗν ὐπομείνας. κατὰ την ανθρωπίνην οἱκονομίαν. επι τέλει τῆς οικονομίας, ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὑχ’ ὐποκύπτουσαν νόμοις φύσεως, ὣς φησὶν επὶ του σταυροῦ στρου τετέλεστε· πάτερ περ , εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύσιν δι ἔλυσεν· λόγω τὴν πῆξιν ἐφήρμοσεν αὐτὸς γὰρ ἔστιν ὁ λέγων· ἐξουσίαν εχω θεῖναι τὴν ψυχὴν μου, καὶ εξουσίαν ἔχω λαβεῖν αὐτήν· ὄτε οὗν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον σχῆμα νεκρωθέντος αὐτοῦ, μάλλον δὲ νεκρώσαντος τὸν θάνατον δια νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες δια το ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες, ὄτι ὐπερβαίνει φύσιν ἀνθρώπου ἀνου , τῶ ψιλῶ ρήματι τὴν ψυχὴν παραδιδόναι· προσήλθον πειράζοντες εἰ ζῆ· καὶ εὔρον νεκρὸν μεν αληθῶς τω σῶματι· ζῶντα δὲ τη ἐνεργεῖα· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἀνον μετὰ τὸν σταυρὸν στρον , ὁμολογοῦσιν υἱὸν υν του θεοῦ θυ · ὄτε γὰρ ὁ στρα σημείωσαι ση τιώτης λόγχη τὴν πλευ ὥρα ωρ ρὰν ἤνυξεν, ἐξήλθεν αῖμα καὶ ὔδωρ ὃ εστὶν νε κροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπο νεκροῦ αἴμα πηγάζει· ὄτε δὲ ἐπήγασεν τὸ αῖμα τὸ μυστικὸν τότε η πλευρᾶ πηγὴν ἤνυξεν σωτηρίας σπιας · δια τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ο ἐκατόνταρχος ὁ παρεστηκῶς τω σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς ἧν· ζῶντα ἡρνήσω, καὶ ἀποθανόντα κηρύττης· ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὤσπερ τῶ ἀδὰμ ὔπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὐποστάντος κατὰ τὸ σώμα, τότε ἡ πλευρὰ ἠνύγη· καὶ γὰρ τότε μετα τὸν ὕπνον, καὶ νὺν μετὰ την κοίμησιν οἱ στρατιῶται αῖμα ἱδόντες υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· δια τί δὲ ἀδελφοὶ τη λόγχη ὐπήντησεν ἡ πλευρᾶ· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στρου πάντα λυθεῖναι τα κατὰ τοῦ δαυίδ δαδ · ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπο του παραδείσου, φλογήνην ρομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον, η δε ρομφαία ἣν στρεφομενη· πὰν δε το στρεφόμενον ἕὼς ὰν συγκρούση τηνὶ τῶν ἀντὶ πιπτόντων οὐκ’ ἵσταται· ἵστε ἀπο της πείρας ἀδελφοὶ το λεγόμενον· πᾶν το στρεφόμενον ἐὰν μὴ τινὶ συγκρούση οὑκ’ ἵσταται τοῦ ἱδίου δρόμου· ἐπεὶ οὗν οὐδεὶς ἠδύνατο ἀντὶ στῆναι τη ρομφαία τη πυρίνη, ἐν τη οἱκονομία τοῦ σταυροῦ στρου τῶ σχήματι τῆς ρομφαίας ἀντέθηκεν τὴν πλευράν· ἵνα δια τῆς αἰσθητῆς λόγχης, ἡ νοητὴ ρομφαία συγκρούσασα τη πλευρᾶ. παῦσηται λυπὸν τῆς ἀπειλῆς καὶ μηκέτη τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλήσει του παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ρομφαίαν δια τῆς πλευρᾶς, καὶ εὐθέως ἡνύγη ἡ θύρα του παραδεισου· ἐπήγασεν ἀπο πλευρᾶς ἠ θεραπεῖα τω πληγέντι δια πλευρᾶς· ἐξήγαγεν αὐτὸν τα πρῶτα τοῦ παραδεισου, καὶ επι τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ηλέησεν, ἐξέβαλεν ἀλλ’ οὑκ ηφάνησεν· ἀπέστρεψεν, ἀλλ’ ουκ εξέωσεν· ἀλλ’ οῖδα ὄτι καιρὸς τη λειτουργία παραχωρεῖ· πάντα γὰρ δυνατὰ τω θεῶ θω . ὤστε καὶ ἡμῖν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ακροαταῖς ἐκ μέρους παριστὰν τοῦ παντὸς λογου τὴν δύναμιν· δίδου γὰρ αφορμὴν σοφῶ. καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω ὄτι παράδεισον ἔνα ἀπωλέσαμεν· καὶ μυρίους παραδείσους ἀνάπασαν τὴν οἱκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω , ὄτι παράδεισον δια τὴν παράβασιν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκληθημεν δια τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ , μεθοῦ τῶ πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι , εἰς τους αἰώνας τῶν αιώνων ἀμήν· :–